Μῦθοι Αἰσώπειοι
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· α', β', γ'
Ἀγαθὰ καὶ κακά
Ὁ Ζεῦς μὲν τὰς ψυχὰς ἵστησιν. Ἐν δὲ τούτῳ τῷ μύθῳ κωλύει τἀγαθὰ πληθύνεσθαι ἐν τοῖς ἀνθρώποις.
Ἀνάγνωσις τοῦ α' μύθου
Ἀγαλματοπώλης
Τοῦτό ἐστιν ἄγαλμα ἢ ἑρμῆς. Οἱ μὲν πάλαι Ἕλληνες ἐνόμιζον εὖ τύχην διὰ τῶν ἀγαλμάτων τυγχάνειν. Ὁ δὲ ἐν τῷ μύθῳ πώλης παραπωλεῖ τοῦτο.
Ἀνάγνωσις τοῦ β' μύθου
Ἀετὸς καὶ ἀλώπηξ
Οὗτός ὁ μῦθος δεινός ἐστιν. Ὁ γὰρ μὲν αἐτὸς τὰς σπονδὰς παραβὰς κατεσθίει τὰ τῆς ἀλώπεκος γεννήματα. Ἡ δὲ ἀλώπηξ μᾶλλον ἐπιθυμοῦσα τοῦ τιμωρεῖσθαι ἢ τὰ τεκνία πενθοῦσα τέλος τὴν δίκην ἔχει.
Ἀνάγνωσις τοῦ γ' μύθου
Ἡ βίβλος

Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.

-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
ἔνδικως εἶπεν οὗτος. ὅτε δ' ἔρχεται Ἰησοῦς, πάντα ἀγαθὰ ἡμῖν οἴσει!Αἴσωπος wrote:τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα.
τῆς δ' ἀναγνώσεώς σου τέρπομαι δή.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Χάριν οἶδά σοι, ὦ φίλε Μᾶρκε. Χαριέντως γὰρ γέγραφας.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· δ', ε', ϛ'
Ἀετὸς καὶ κάνθαρος
Μικρὸς μὲν ὁ κάνθαρος, μεγάλη δ' ἡ ὀργὴ αὐτοῦ ἡ πρὸς τὸν αἐτόν, ὃς τὸν ἱκέτὴν αὐτοῦ τὸν λαγωὸν κατέφαγεν. Οὐδὲ γὰρ ὁ Ζεὺς οἷος τ' ἐστὶ σῶσαι τὰ τοῦ αἐτοῦ ᾠὰ ἐκ τοῦ κανθάρου.
Ἀνάγνωσις τοῦ δ' μύθου
Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν
Ὡς ὑπερήφανος ὁ κολοιὸς βουλόμενος τῷ αἐτῷ ὅμοιος εἶναι. Ἐπὶ γὰρ κριόν τινα καταβὰς ὁ κολοιὸς ἁλίσκεται ἀπὸ τοῦ ποιμένος. Οὖτος δὲ καταγελᾷ αὐτῷ.
Ἀνάγνωσις τοῦ ε' μύθου
Ἀετὸς <τὰ πτερὰ τιλθείς> καὶ ἀλώπηξ
Ὁ μὲν πρῶτος τοῦ ἀετοῦ κύριος σκληρός ἐστι πρὸς τὸν ὄρνιν. Ὁ δὲ δεύτορος μαλακός. Διόπερ ὁ αἐτὸς ἀσμένως θηρεύει ὑπὲρ τοῦ ἀγαθοῦ κυρίου ἑαυτοῦ. Ἀλλ' ἡ ἀλώπηξ φθονοῦσά φησιν ἄμεινον ἡμῖν εἶναι δῶρα τοῖς πονηροῖς ἢ τοῖς ἀγαθοῖς διδοῦναι.
Ἀνάγνωσις τοῦ ϛ' μύθου

χαῖρε φίλε Βέδωερε.
τέρψις ἐστί μοι ἀκούειν τὰς καινὰς ἀναγνώσεις.
ἆρα οἶδας σύγε τὸ τοῦ Κάμβρει 1925 βιβλίον? ἐν γὰρ τούτῳ τῷ βιβλίῳ ἔχομεν οὐ μόνον μίαν ἀλλὰ δύο ἢ τρεῖς ἐκδοχὰς τῶν μύθων. παράδειγμα παρέχω.
παραθαρσύνω -- ἐμποιῶ θάρρος εἴς τινα. (Λ.Σ.Κ.)
μενῶ καινὰς ἠχωγραφάς. ἔρρωσο!

πάνυ γε. ὣς γὰρ μικρὸς ὁ κάνθαρος ὥστε λέγομεν τὴν παροιμίαν τὸ «κανθάρου σκιαί,» τούτ' ἐστι τὰ οὐκ ἄξια οὐδενός.bedwere wrote:Μικρὸς μὲν ὁ κάνθαρος, μεγάλη δ' ἡ ὀργὴ αὐτοῦ ἡ πρὸς τὸν αἐτόν, ὃς τὸν ἱκέτὴν αὐτοῦ τὸν λαγωὸν κατέφαγεν. Οὐδὲ γὰρ ὁ Ζεὺς οἷος τ' ἐστὶ σῶσαι τὰ τοῦ αἐτοῦ ᾠὰ ἐκ τοῦ κανθάρου.
ἆρα οἶδας σύγε τὸ τοῦ Κάμβρει 1925 βιβλίον? ἐν γὰρ τούτῳ τῷ βιβλίῳ ἔχομεν οὐ μόνον μίαν ἀλλὰ δύο ἢ τρεῖς ἐκδοχὰς τῶν μύθων. παράδειγμα παρέχω.
Chambry 1927 wrote:Ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην.
Chambry 1925, Aliter wrote:Ὁ δὲ παραθαρσύνει αὐτόν. Ὁ δὲ κάνθαρος ἐγγὺς ἐλθὼν τὸν ἀετὸν ἐθεάσατο, παρεκάλεσε δὲ μὴ ἀπαγαγεῖν αὐτὸν τὸν ἱκετεύσαντα.
καλόν ἐστι.Chambry 1925, Aliter wrote:Ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην.
παραθαρσύνω -- ἐμποιῶ θάρρος εἴς τινα. (Λ.Σ.Κ.)
μενῶ καινὰς ἠχωγραφάς. ἔρρωσο!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Χαῖρε, ὦ Μᾶρκε. Ναί, ταῦτα οἶδα. Ἐκεῖνος γὰρ ὁ Γαλλικὸς φιλόλογος δυὸ τῶ μύθων ἐκδόσεις ἐποίησεν. Ἡ μὲν πρώτη ἔκδοσις κριτικὴ οὖσα πάσας τὰς τῶν μύθων ποικίλσεις ἔχει. Ἡ δὲ δευτέρα ἔχει μόνον τὴν βελτίστην καθ' ἕκαστον μῦθον. Ἔγωγε ἔχω τὴν Ἰταλικὴν μετάφρασιν ταύτης τῆς ἐκδόσεως. Ἔρρωσο, ὦ φίλτατε.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· ζ', η', θ'
Ἀετὸς τοξευθείς
Ὁ ἀετὸς ὑπὸ τοξότου τινὸς τοξευθεὶς λυπεῖται ὁρῶν τὴν τοῦ βέλεος γλυφίδα ἐκ πτερῶν αἐτοῦ πεποιημένην.
Ἀνάγνωσις τοῦ ζ' μύθου
Ἀηδὼν καὶ ἱέραξ
Ἡ μὲν ἀηδὼν μικρά ἐστι τῷ ἱέρακι. Πρόχειρος δέ. Διὰ τοῦτο ὁ ἵεραξ ἔδεται αὐτήν.
Ἀνάγνωσις τοῦ η' μύθου
Ἀηδὼν καὶ χελιδών
Διὰ τί ἡ ἀηδὼν οὐ βούλεται συνοικεῖν τοῖς ἀνθρώποις ὡς ἡ χελιδών ποιεῖ; Ὅτι πολλὰ καὶ κακὰ μετ' αὐτῶν πέπονθεν. Ἔστι γὰρ ἄλλος δεινὸς μῦθος περὶ τούτων τῶν ὀρνίθων πάλαι ἀδελφῶν οὐσῶν.
Ἀνάγνωσις τοῦ θ' μύθου
Ἡ βίβλος
Ἀετὸς τοξευθείς
Ὁ ἀετὸς ὑπὸ τοξότου τινὸς τοξευθεὶς λυπεῖται ὁρῶν τὴν τοῦ βέλεος γλυφίδα ἐκ πτερῶν αἐτοῦ πεποιημένην.
Ἀνάγνωσις τοῦ ζ' μύθου
Ἀηδὼν καὶ ἱέραξ
Ἡ μὲν ἀηδὼν μικρά ἐστι τῷ ἱέρακι. Πρόχειρος δέ. Διὰ τοῦτο ὁ ἵεραξ ἔδεται αὐτήν.
Ἀνάγνωσις τοῦ η' μύθου
Ἀηδὼν καὶ χελιδών
Διὰ τί ἡ ἀηδὼν οὐ βούλεται συνοικεῖν τοῖς ἀνθρώποις ὡς ἡ χελιδών ποιεῖ; Ὅτι πολλὰ καὶ κακὰ μετ' αὐτῶν πέπονθεν. Ἔστι γὰρ ἄλλος δεινὸς μῦθος περὶ τούτων τῶν ὀρνίθων πάλαι ἀδελφῶν οὐσῶν.
Ἀνάγνωσις τοῦ θ' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
ἐμοῖγε αὕτη ἡ μετάφρασις λίαν ὠφελίμη ἐστί. εὐχαριστῶ οὖν σοι.bedwere wrote:Ὁ ἀετὸς ὑπὸ τοξότου τινὸς τοξευθεὶς λυπεῖται ὁρῶν τὴν τοῦ βέλεος γλυφίδα ἐκ πτερῶν αἐτοῦ πεποιημένην.
Αἴσωπος wrote:ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει.
γλυφίς, γλυφίδος, ἡ -- 1. τὸ κεχαραγμένον ἄκρον τοῦ βέλους. 2. ποιητικῶς ἀντὶ αὐτοῦ τοῦ βέλους. (Λ.Σ.Κ.)Chambry 1925, Aliter wrote:...ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν...
καὶ τῷ Ἰησοῦ τοιαύτη λύπη ἦν. πάντα γὰρ τὰ δένδρα ποιήσας, ἐν ἑνὶ τούτων (λέγω τὸν σταυρόν) ἀπέθανε.Αἴσωπος wrote:Ὁ δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. »
Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Τὰ ὑπομνήματά σου ἀεὶ χαρίεντά ἐστιν, ὦ φίλε Μᾶρκε.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· ι', ια', ιβ'
Ἀθηναῖος χρεωφειλέτης
.
Χρὴ ὀφειλέτην τινὰ τὴν ὗν αὐτοῦ πωλεῖν ἱνα τὰ χρήματα τῷ δανειστῇ ἀποδιδῷ. Διόπερ ὑπισχνεῖται τὰ ἀδύνατα ὠνητῇ τινι.
Ἀνάγνωσις τοῦ ι' μύθου
Αἰθίοψ
Οὐτε τὸ τοῦ δέρματος χρῶμα οὐτε τὴν φύσιν δυνατόν ἐστι μεταβάλλειν. Νῦν δὲ οἱ πολλοὶ νομίζουσι τοῦτο ἐξεῖναι.
Ἀνάγνωσις τοῦ ια' μύθου
Αἴλουρος καὶ ἀλεκτρυών
Ὁ αἴλουρος ὑποκριτὴς ὢν βούλεται δίκαιος φαίνεσθαι πρὶν ἂν ἐσθίῃ τὸν ἀλεκτρυόνα. Ὁ μὲν κακῶς κατηγορεῖ, ὁ δὲ καλῶς ἀπολογεῖται. Τέλος δὲ ὁ αἴλουρος κατεσθίει τὸν ἀλεκτρυόνα.
Ἀνάγνωσις τοῦ ιβ' μύθου

Μῦθοι Αἰσώπειοι· ιγ', ιδ', ιε'
Αἴλουρος καὶ μύες
Ὁ μὲν αἴλουρος πολλοὺς μύας κατέφαγεν. Οἱ δὲ λοιποὶ μύες, φρόνιμοι γενόμενοι, οὐκέτι ἐπείσθησαν αὐτῷ.
Ἀνάγνωσις τοῦ ιγ' μύθου
Αἴλουρος καὶ ὄρνιθες
Αἱ δ'ὄρνιθες καὶ σοφώτεραι τῶν μυῶν εἰσιν. Οὐδέποτε γὰρ πείθονται τῷ αἰλούρῳ σχηματίζοντι ἰατρὸν εἶναι.
Ἀνάγνωσις τοῦ ιδ' μύθου
Αἲξ καὶ αἰγοβοσκός
Πῶς δύναται ἡ αἲξ τὸ ἑαυτῆς κέρας ὑπὸ τοῦ αἰγοβοσκοῦ κεκλασμένον κρύπτειν; Φαίνεται γάρ.
Ἀνάγνωσις τοῦ ιε' μύθου
Ἡ βίβλος
Αἴλουρος καὶ μύες
Ὁ μὲν αἴλουρος πολλοὺς μύας κατέφαγεν. Οἱ δὲ λοιποὶ μύες, φρόνιμοι γενόμενοι, οὐκέτι ἐπείσθησαν αὐτῷ.
Ἀνάγνωσις τοῦ ιγ' μύθου
Αἴλουρος καὶ ὄρνιθες
Αἱ δ'ὄρνιθες καὶ σοφώτεραι τῶν μυῶν εἰσιν. Οὐδέποτε γὰρ πείθονται τῷ αἰλούρῳ σχηματίζοντι ἰατρὸν εἶναι.
Ἀνάγνωσις τοῦ ιδ' μύθου
Αἲξ καὶ αἰγοβοσκός
Πῶς δύναται ἡ αἲξ τὸ ἑαυτῆς κέρας ὑπὸ τοῦ αἰγοβοσκοῦ κεκλασμένον κρύπτειν; Φαίνεται γάρ.
Ἀνάγνωσις τοῦ ιε' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Αἴσωπος wrote:Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν.
εὐχαριστῶ σοι ἡμῖν δίδοντι ταύτην τὴν εἰκόνα. ἐν γὰρ αὐτῇ βλέπομεν ὅτι ὁ αἴλουρος ἀποκρεμάννυται.
μεμάθηκα τὴν τοῦ λόγου δύναμιν.Αἴσωπος wrote:Ἀλλ', ὦ οὗτος, σοί γε, κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι.
θῦλαξ -- σάκκος...πήρα...ἀσκός. (Λ.Σ.Κ.)
ὁ μῦθος δηλοῖ ὅτι ὁ διάβολος ἀλλάσσει τὸ σχῆμα αὐτοῦ.Αἴσωπος wrote:Αἴλουρος...σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παραγένετο.
σχηματίζω -- λαμβάνω μορφήν τινα ἢ σχῆμα. (Λ.Σ.Κ.)2 Cor 11:14: αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
μετασχηματίζω -- Παθ. μεταβάλλομαι κατὰ τὸ σχῆμα. (Λ.Σ.Κ.)
καλῶς δὲ ἕξομεν, ἐὰν ἀφ' ἡμῶν φύγῃ ὁ Σατανᾶς.Αἴσωπος wrote:Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.
τὸν οὖν ἀληθὴ ἰατρὸν ζητῶμεν, τὸν Ἰησοῦν.James 4:7: ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Χάριν οἶδά σοι, ὦ βέλτιστε, πολλὰ καὶ καλὰ διδάσκοντι ἡμᾶς διὰ τῶν ὑπομνημάτων σου.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· ιϛ', ιζ', ιη'
Αἲξ καὶ ὄνος
Ἡ αἲξ φθονοῦσα τῷ ὄνῳ παραινεῖ αὐτὸν καταπεσεῖν ἵνα μὴ μᾶλλον κάμνῃ. Ὁ δὲ ἰατρὸς κεκλημένος ἀποκτείνει τὴν αἶγα ὡς τὸν ὄνον σώσων.
Ἀνάγνωσις τοῦ ιϛ' μύθου
Αἰπόλος καὶ αἶγες ἄγριαι
Δεῖ ἡμᾶς ἴσους εἶναι καὶ τοῖς νέοις καὶ τοῖς παλαιοῖς φίλοις. Ὁ μὲν αἰπόλος μᾶλλον τὰς ἀγρίας αἶγας ἔτρεφεν ἢ τὰς ἰδίας, βουλόμενος καὶ ἐκείνας ἔχειν. Αἱ δ' ἄγριαι κατέλιπον αὐτόν.
Ἀνάγνωσις τοῦ ιζ' μύθου
Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη
Αἰσχρὰ δούλη τις ὑπὸ τῆς δεσπότου ἐρωμένη παραιτεῖται τῆς Ἀφροδίτης καλὴ γενέσθαι. Ἡ δὲ Ἀφροδίτη οὐ μόνον αὐτὴν ἀλλὰ καὶ τὸν δεσπότην μέμφεται.
Ἀνάγνωσις τοῦ ιη' μύθου

Μῦθοι Αἰσώπειοι· ιθ', κ', κα'
Αἴσωπος ἐν ναυπηγίῳ
Οὐκ ἐπιπρέπει τοῖς χείροσι τοὺς κρείσσω σκώπτειν. Οὗτοι γὰρ οἷοι τ᾿ εἰσὶν ἀμύνεσθαι. Ὁ δ' Αἴσωπος ἀποκρινάμενος ἔφη τοῖς ναυπηγοῖς· τί ποιήσετε ὅταν ἡ γῆ πίῃ τὴν θάλασσαν;
Ἀνάγνωσις τοῦ ιθ' μύθου
Ἀλέκτορες δύο καὶ ἀετός
Λέγει ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ κατὰ Ματθαῖον κγ' ιβ'· ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Ἐν δὲ τούτῳ τῷ μύθῳ ὁ μὲν ὑπερήφανος ἀλέκτωρ ὑπὸ τοῦ ἀετοῦ ἁλίσκεται, ὁ δὲ ταπεινὸς ἀπολαύει τῶν ὀρνίθων.
Ἀνάγνωσις τοῦ κ' μύθου
Ἀλεκτρυόνες καὶ πέρδιξ
Ὁ ταλαίπωρος πέρδιξ ὑπὸ τοῖν ἀλεκτρυόνοιν τύπτεται. Τὼ δὲ καὶ ἀλλήλω τύπτετον. Διὰ τοῦτο ὁ πέρδιξ παρακαλεῖται.
Ἀνάγνωσις τοῦ κα' μύθου

τὸ τοῦ ταπεινοῦ ἀλέκτορος πέος ὑψοῦται.bedwere wrote:Λέγει ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ κατὰ Ματθαῖον κγ' ιβ'· ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Ἐν δὲ τούτῳ τῷ μύθῳ ὁ μὲν ὑπερήφανος ἀλέκτωρ ὑπὸ τοῦ ἀετοῦ ἁλίσκεται, ὁ δὲ ταπεινὸς ἀπολαύει τῶν ὀρνίθων.
οὗτος ὁ λόγος λεχθείη ἂν ἐπὶ τὸ Ι.Σ.Ι.Σ. οὗτοι γὰρ καὶ τοὺς Χριστιανούς τε τοὺς Ἰουδαίους μισοῦσι καὶ ἄλλους Μουσουλμάνους.Αἴσωπος wrote:« Ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπ' αὐτῶν τυπτόμενος: ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. »
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· κβ', κγ', κδ'
Ἁλιεῖς καὶ θύννος
Οἱ μὲν αἱλεῖς πολὺν χρόνον πεπονηκότες οὐκ ἔλαβον οὐδένα ἰχθύα. Τέλος δὲ τύννος
ἐνήλετο εἰς τὸ πλοῖον.
Ἀνάγνωσις τοῦ κβ' μύθου
Ἁλιεῖς <λίθον ἀγρεύσαντες>
Οὗτοι μὲν οἱ αἱλεῖς ἔχαιρον ἕνεκα τοῦ βαρέος δικτύου. Ἐπειδὴ δὲ μόνον λίθους ἐν τῷ δικτύῳ εὗρον, ἐλυποῦντο. Γέρων δέ τις ἐξ αὐτῶν ἔδειξε καὶ ἀγαθὰ καὶ κακὰ τοῖς βροτοῖς συμβαίνειν.
Ἀνάγνωσις τοῦ κγ' μύθου
Ἁλιεὺς αὐλῶν
Οἱ μὲν ἰχθύες οὐκ ὠρχοῦντο ὅτε ὁ ἁλιεὺς ᾖδε τὸν αὐλόν. Νῦν δὲ ἐν τῷ δικτύῳ ὄντες, σπαίρουσιν.
Ἀνάγνωσις τοῦ κδ' μύθου
Ἡ βίβλος
Ἁλιεῖς καὶ θύννος
Οἱ μὲν αἱλεῖς πολὺν χρόνον πεπονηκότες οὐκ ἔλαβον οὐδένα ἰχθύα. Τέλος δὲ τύννος
ἐνήλετο εἰς τὸ πλοῖον.
Ἀνάγνωσις τοῦ κβ' μύθου
Ἁλιεῖς <λίθον ἀγρεύσαντες>
Οὗτοι μὲν οἱ αἱλεῖς ἔχαιρον ἕνεκα τοῦ βαρέος δικτύου. Ἐπειδὴ δὲ μόνον λίθους ἐν τῷ δικτύῳ εὗρον, ἐλυποῦντο. Γέρων δέ τις ἐξ αὐτῶν ἔδειξε καὶ ἀγαθὰ καὶ κακὰ τοῖς βροτοῖς συμβαίνειν.
Ἀνάγνωσις τοῦ κγ' μύθου
Ἁλιεὺς αὐλῶν
Οἱ μὲν ἰχθύες οὐκ ὠρχοῦντο ὅτε ὁ ἁλιεὺς ᾖδε τὸν αὐλόν. Νῦν δὲ ἐν τῷ δικτύῳ ὄντες, σπαίρουσιν.
Ἀνάγνωσις τοῦ κδ' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
πρὸς τοὺς πεποιθότας ἐπὶ τοῖς ἑαυτῶν ἔργοις ὁ λόγος οὖτος εὔκαιρος. ἡμᾶς γάρ ἡ χάρις τοῦ Θεοῦ σῴζει, οὐ τὰ ἔργα ἡμῶν.Αἴσωπος wrote:Ἁλιεῖς ἐπ' ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον: καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.
Ἐφ. 2:8: τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον.
σωτηρίαν γὰρ οὐ φέρει τέχνη, οὐδὲ τύχη, ἀλλὰ τέκτων τις.ἡ βίβλος wrote:Οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.
Μκ. 6:3: οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· κε', κϛ', κζ'
Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς>
Ὅταν ἁλιεύς τις ἀναλάβῃ τὸ δίκτυον, οἱ μὲν μικροὶ ἰχθύες οἷοι τ᾿εισὶν ἀποφυγεῖν. Οἱ δὲ μεγάλοι οὔ. Τὸ οὖν αὐτὸ γίγνεται, ὅταν στάσις τις μεταξὺ τῶν ἀνθρώπων τύχῃ.
Ἀνάγνωσις τοῦ κε' μύθου
Ἁλιεὺς καὶ σμαρίς
Ἡ δεομένη σμαρὶς μικρά ἐστιν. Ὁ δὲ ἁλιεὺς οὐκ ἀφίησιν αὐτὴν ἐν τῇ χειρὶ αὐτοῦ οὖσαν.
Ἀνάγνωσις τοῦ κϛ' μύθου
Ἁλιεὺς <ὕδωρ τύπτων>
Ὥσπερ ἁλιεὺς τὸ ὑδωρ τίπτων καὶ μιαίνων ἵνα τοὺς ἰχθύας λαμβάνῃ, οὕτως οἱ δημαγωγοὶ στάσεις ποιοῦνται πανταχοῦ ἐν τῇ οἰκουμένῃ.
Ἀνάγνωσις τοῦ κζ' μύθου
Ἡ βίβλος
Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς>
Ὅταν ἁλιεύς τις ἀναλάβῃ τὸ δίκτυον, οἱ μὲν μικροὶ ἰχθύες οἷοι τ᾿εισὶν ἀποφυγεῖν. Οἱ δὲ μεγάλοι οὔ. Τὸ οὖν αὐτὸ γίγνεται, ὅταν στάσις τις μεταξὺ τῶν ἀνθρώπων τύχῃ.
Ἀνάγνωσις τοῦ κε' μύθου
Ἁλιεὺς καὶ σμαρίς
Ἡ δεομένη σμαρὶς μικρά ἐστιν. Ὁ δὲ ἁλιεὺς οὐκ ἀφίησιν αὐτὴν ἐν τῇ χειρὶ αὐτοῦ οὖσαν.
Ἀνάγνωσις τοῦ κϛ' μύθου
Ἁλιεὺς <ὕδωρ τύπτων>
Ὥσπερ ἁλιεὺς τὸ ὑδωρ τίπτων καὶ μιαίνων ἵνα τοὺς ἰχθύας λαμβάνῃ, οὕτως οἱ δημαγωγοὶ στάσεις ποιοῦνται πανταχοῦ ἐν τῇ οἰκουμένῃ.
Ἀνάγνωσις τοῦ κζ' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
ἆρα φεύξεται οὖν ἡ μεγάλη ἰχθύς? λέγω τὴν Κλίντονα.bedwere wrote:Ὅταν ἁλιεύς τις ἀναλάβῃ τὸ δίκτυον, οἱ μὲν μικροὶ ἰχθύες οἷοι τ᾿εισὶν ἀποφυγεῖν. Οἱ δὲ μεγάλοι οὔ. Τὸ οὖν αὐτὸ γίγνεται, ὅταν στάσις τις μεταξὺ τῶν ἀνθρώπων τύχῃ.
ἰδοῦ τὰ συνώνυμα:
Αἴσωπος wrote:Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα.
Chambry 1925, Aliter wrote:Ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε σμαρίδα.
Αἴσωπος wrote:Ἀλλ' ἔγωγε ἄνους ἂν εἴην...
Chambry 1925, Aliter wrote:Ἀλλ' ἔγωγε μῶρος ἂν εἴην...
Chambry 1925, Aliter wrote:Ἀλλ' ἐγὼ εὐηθέστατος ἂν εἴην...
οὐ τὸν ποταμὸν ταράσσουσιν ὁ Τρύμπ καὶ ὁ Σάνδηρς ἀλλὰ τὸν Ποτόμακ.Αἴσωπος wrote:Ἀλλ' ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Οὐ μὲν πιστεύω, ὦ βέλτιστε, τὸ δίκτυον ἱκανὸν εἶναι ὥστε ἐκείνην τὴν πονηράν τε καὶ αἰσχρὰν ἰχθὺν ἅμα τῷ ἀνδρὶ ἐν τῷ δεσμωτηρίῳ καταθήσεσθαι. Εὔχομαι δέ. Χάριν δέ σοι, ὦ Μᾶρκε, ἔχω ὡς μάλιστα.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· κη', κθ', λ'
Ἁλκύων

Ἀλκύων τις, τὴν γῆν φοβουμένη, παρὰ τὴν θάλασσαν ἔτεκεν. Ποτὲ δὲ τῆς ὄρνιθος ἀπελθοῦσης, ἡ θάλασσα διὰ τοῦ ἀνέμου ἠρμένη διέφθειρε τοὺς νεοττούς.
Ἀνάγνωσις τοῦ κη' μύθου
Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ>

Τῶν ἀλωπέκων ἀπορουσῶν ὅπως ἐκ τοῦ Μαιάνδρου ποταμοῦ ἀσφαλῶς πιῶσιν, μία ὑπερήφανος οὖσα εἰς τὸ ὕδωρ πηδήσασα ἀφείλκετο. Ταῖς οὖν αὐτὴν ἐρωτώσαις ἀποκρινομένη ἔφη πρὸς Μίλητον ἔρχεσθαι.
Ἀνάγνωσις τοῦ κθ' μύθου
Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα

Ἀλώπηξ τις εὗρε σῖτον ἔνδον δένδρου ὑπὸ ποιμένων κεκρυμμένον. Πάντα οὖν φαγοῦσα οὐχ οἵα τ' ἦν ἐξελθεῖν. Ἑτέρα δ' ἀλώπηξ αὐτὴν παρακαλοῦσα παραινεῖ ἐκεῖ μένειν ἕως ἂν ἡ γαστὴρ οὕτως μικρὰ γένηται ὡς ἔμπροσθεν ἦν.
Ἀνάγνωσις τοῦ λ' μύθου

- Posts: 4816
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Μῦθοι Αἰσώπειοι
Ἄλλα δ' ἀλώπηξ: ἄλλη?, or better ἑτέρα
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Χάριν ἔχω σοι, καθηγητά.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
καινοὺς μύθους, φίλτατε, ἀκούων τε ἀναγιγνώσκων πάλιν χαίρω.
πρὸς τοὺς Φαρισαίους ὁ μῦθος εὔκαιρος. οὗτοι γάρ, φυλαττόμενοι ἁμαρτίαν, καταφεύγουσιν ἐπὶ τὴν ἐξ ἔργων δικαιοσύνην.Αἴσωπος wrote:«Ἀλλ᾿ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.»
οὕτως οἱ πλούσιοι, ἐξογκωθέντοι ἐν ταῖς τοῦ πλούτου ἐπιθυμίαις, οὐ δύνανται, ἐξελθόντες ἐκ τούτου τοῦ κόσμου, εἰσελθεῖν εἰς τὴν τοῦ θεοῦ βασιλείαν ἕως γένηνται ὡς οἱ πτωχοί. λέγει γὰρ ὁ ἀπόστολος:
χαρήσομαι δὲ δεξόμενος παρά σου, φίλε Ῥοβέρτο, τοὺς μέλλοντας μύθους.Τιμ Α. 6:7: οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Ἔγωγε καὶ αὐτὸς χαίρω ἀναγιγνώσκων τὰ ὑπομνήματά σου, ὦ βέλτιστε Μᾶρκε.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· λα', λβ', λγ'
Ἀλώπηξ καὶ βάτος
Ἡ ἀλώπηξ βοηθείαν ἀπὸ τῆς βάτου ζητεῖ. Αὕτη δὲ ὀξεῖα τὴν φύσιν οὖσα τιτρώσκει αὐτήν.
Ἀνάγνωσις τοῦ λα' μύθου
Ἀλώπηξ καὶ βότρυς
Πάντες ἴσμεν τοῦτον τὸν μῦθον. Ἡ γὰρ ἀλώπηξ μὴ δυναμένη τὸν βότρυν λαβεῖν καταφρονεῖ αὐτοῦ.
Ἀνάγνωσις τοῦ λβ' μύθου
Ἀλώπηξ καὶ δράκων
Αὕτη ἡ ἀλώπηξ δράκοντά τινα ἰδοῦσα ἐβούλετο ἐκτείνεσθαι. Διὰ δὴ τὸ τοῦτο ποιεῖν ἡ ἀλώπηξ ἀπέθανεν.
Ἀνάγνωσις τοῦ λγ' μύθου

Μῦθοι Αἰσώπειοι· λδ', λε', λϛ'
Ἀλώπηξ καὶ δρυτόμος
Ἀλώπηξ τις ὑπὸ τῶν κυνηγετῶν διωκομένη ἦλθε πρὸς δρυτόμον τινὰ ὡς βοήθειαν ζητήσουσα. Ὁ δὲ δεξάμενος αὐτὴν τοῖς κυνηγέταις ἐδείκνυε οὐ λόγῳ ἀλλὰ ἔργῳ τὴν ἀλώπεκα παροῦσαν. Οἱ μὲν κυνηγέται οὐ συνέντες ἀπῆλθον, ἡ δ' ἀλώπηξ ἔφυγεν. Καὶ οὐδεμίαν χάριν τῷ ψευδεῖ δρυτόμῳ ᾔδει.
Ἀνάγνωσις τοῦ λδ' μύθου
Ἀλώπηξ καὶ κροκόδειλος
Κροκοδείλου καὶ ἀλώπεκος περὶ τῆς εὐγενείας ἐριζόντων, ὁ μὲν εἶπε τοὺς προγόνους παρέχειν πάντα τὰ γυμνάσια. Τοῦτο γὰρ πολλῆς τίμης ἦν. Ἡ δὲ ἀποκρινομένη εἶπε φανερὸν εἶναι ἀπὸ τοῦ δέρματος αὐτοῦ πολλὰ ἔτη αὐτὸν γεγυμνάσθαι.
Ἀνάγνωσις τοῦ λε' μύθου
Ἀλώπηξ καὶ κύων
Ὁ κύων φυλάσσων τὰ πρόβατα εἶδε τὴν ἀλώπεκα ἀρνίον εἰληφυῖαν. Ἡ μὲν κατεφίλει τὸ ἄρνιον ἵνα ἀπατήσῃ τὸν κύνα. Ὁ δὲ οὐκ ἐπείσθη αὐτῇ.
Ἀνάγνωσις τοῦ λϛ' μύθου

Μῦθοι Αἰσώπειοι· λζ', λη', λθ'
Ἀλώπηξ καὶ πάρδαλις
Ἐπὶ μὲν τοῦ δέρματος τὸ κάλλος τῆς παρδάλεως, ἐν δὲ τῷ νῷ τὸ τῆς ἀλώπεκος.
Ἀνάγνωσις τοῦ λζ' μύθου
Ἀλώπηξ καὶ πίθηκος <βασιλεὺς αἱρεθείς>
Ἡ ἀλώπηξ καταφρονοῦσα τὸν πίθηκον, τὸν βασιλέα τῶν ζῴων γενόμενον, ἤγαγεν αὐτὸν πρὸς πάγην τινά. Ὁ μὲν πίθηκος ἐσέπεσεν ἐς τὴν πάγην, ἡ δ' ἀλώπηξ κατεγέλασεν αὐτοῦ.
Ἀνάγνωσις τοῦ λη' μύθου
Ἀλώπηξ καὶ πίθηκος <περὶ εὐγενείας ἐρίζοντες>
Ὁ πίθηκος, ψευδὴς ὤν, κλαίω, τῇ ἀλώπεκι ἔφη, ὁρῶν τὰ μνημεῖα τῶν τε δούλων καὶ τῶν ἐλευθέρων, οὓς οἱ πατέρες μου εἶχον. Ἡ δὲ ἀλώπηξ ἀποκρινομένη εἶπε τοὺς νεκροὺς μὴ δύνασθαι ἀρνεῖσθαι τὸ ψεῦδος.
Ἀνάγνωσις τοῦ λθ' μύθου

Μῦθοι Αἰσώπειοι· μ', μα', μβ'
Ἀλώπηξ καὶ τράγος
Ἀλώπηξ τις ἐισέπεσεν εἰς φρέαρ. Ἐπεὶ οὐκ ἐδύνατο ἐξελθεῖν, ἠπάτησε τράγον τινα ἵνα εἰς τὸ αὐτὸ φρέαρ καταβαίη. Ἡ δὲ ἀναβᾶσα διὰ τοῦ τράγου κατέλειψεν αὐτὸν ἐν τῷ φρέατι διαμένοντα. Καὶ δὴ καὶ, τοῦ τράγου ἀυτὴν μεμφομένου, κατεγέλασε αὐτόν.
Ἀνάγνωσις τοῦ μ' μύθου
Ἀλώπηξ κόλουρος
Αὑτὴ ἡ ἀλώπηξ εἰς πάγην εἰσπεσοῦσα οὐκέτι εἶχε τὴν οὐράν. Πειρησαμένη πείθειν τὰς ἄλλας μὴ οὐρὰν ἔχειν, οὐχ οἵα τ' ἦν. Τοῦτο γὰρ μόνον τῇ κολούρῳ ἀλώπεκι συμφέρει.
Ἀνάγνωσις τοῦ μα' μύθου
Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα>
Τὸ πρῶτον ἡ ἀλώπηξ ἰδοῦσα τὸν λέοντα ἐφοβήθη. Τὸ δὲ δευτέρον ἀπαντήσασα αὐτῷ μεῖον ἐφοβήθη. Τὸ δὲ τρίτον συνελάλησε τῷ λέοντι.
Ἀνάγνωσις τοῦ μβ' μύθου

ἀσπάζομαί σε, φίλε Ῥοβέρτο.
ἔρρωσο φίλτατε!
ὁ μῦθος τὸν Διάβολον ἐλέγχει. ἄθεος γὰρ ὢν, θέλει πάντας χωρὶς Χριστοῦ εἶναι.bedwere wrote: Ἀλώπηξ κόλουρος
Αὑτὴ ἡ ἀλώπηξ εἰς πάγην εἰσπεσοῦσα οὐκέτι εἶχε τὴν οὐράν. Πειρησαμένη πείθειν τὰς ἄλλας μὴ οὐρὰν ἔχειν, οὐχ οἵα τ' ἦν. Τοῦτο γὰρ μόνον τῇ κολούρῳ ἀλώπεκι συμφέρει.
κακῶς ἡγεῖτο ἡ ἀλώπηξ. μόνον γὰρ ὁ ἀντίχριστος βίος οὐ βιωτός.Αἴσωπος wrote:δι᾿ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν...
ἔρρωσο φίλτατε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Εὖ ἔγραψσς, ὦ φίλε Μᾶρκε, καλοὺς λόγους σοφίας.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· μγ', μδ', με'
Ἀλώπηξ πρὸς μορμολύκειον
Εἰ καὶ τὸ κωμῳδικόν μορμολυκεῖον καλόν ἐστιν, οὐκ ἔχει νοῦν. Τοῦτο γὰρ λέγει ἡ ἀλώπηξ εὑροῦσα αὐτό.
Ἀνάγνωσις τοῦ μγ' μύθου
Ἄνδρες <δύο περὶ θεῶν ἐρίζοντες>
Ἀνδροῖν μαχομένοιν πότερον Θησεὺς ἢ Ἡρακλῆς μείζων ἐστί, ἑκάτερος τῶν θεῶν τῇ τοῦ ἑτέρου τῶν ἀνδρῶν πόλει ἐτιμωρήσατο.
Ἀνάγνωσις τοῦ μδ' μύθου
Ἀνδροφόνος
Οὐκ ἔστιν εἰρήνη τῷ φονεῖ. Λύκος μὲν γὰρ διώκει αὐτόν. Ὄφις δὲ φοβεῖ. Τέλος δὲ κροκόδειλος κατεσθίει.
Ἀνάγνωσις τοῦ με' μύθου

μδ
ω φιλτατε, ουκ εχαριζε τῃ πολει, ουδ’ εχαριζετο, ουδ’ εχαρισατο, αλλ’ αυτην ετιμωρησατο.
και ουκ εδει ετερου γραφειν, ει και ουτως εν τῃ εκδεδομενῃ βυβλῳ γραφεται, αλλα του ετερου συν τῃ του. επλανηθη δ’ ως οιμαι ἢ ὁ το αντιγραφον ποιησας ἤτοι ὁ εφ’ημων εκδούς.
ω φιλτατε, ουκ εχαριζε τῃ πολει, ουδ’ εχαριζετο, ουδ’ εχαρισατο, αλλ’ αυτην ετιμωρησατο.
και ουκ εδει ετερου γραφειν, ει και ουτως εν τῃ εκδεδομενῃ βυβλῳ γραφεται, αλλα του ετερου συν τῃ του. επλανηθη δ’ ως οιμαι ἢ ὁ το αντιγραφον ποιησας ἤτοι ὁ εφ’ημων εκδούς.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
χάριν σοι οἶδα ὑπὲρ τῶν καινῶν μύθων.
bedwere wrote:Οὐκ ἔστιν εἰρήνη τῷ φονεῖ. Λύκος μὲν γὰρ διώκει αὐτόν. Ὄφις δὲ φοβεῖ. Τέλος δὲ κροκόδειλος κατεσθίει.
πῶς γὰρ οὔ? ὁ γὰρ αὐτὸς ποιήσας τὴν δικὴν τόν τε ἀέρα τήν τε γῆν τό τε ὕδωρ ἐποίησε.Ἡ βίβλος wrote:Ὁ λόγος δηλοῖ ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς, οὔτε ἀέρος, οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστι.
ἐὰν δ' εἰς θάλασσαν φύγω ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου, ἰχθὺν μέγαν τινὰ πέμψει ἐμοί .Ψαλμ 138:7-8: ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Χάριν οἶδά σοι, ὦ αἰδέσιμε καθηγητά. Πρέπει γάρ μοι κάλλιον γράφειν.
Καὶ χάριν καὶ σοί, ὦ φίλε Μᾶρκε, ὅς σοφὸς ὢν ὑπομνήματα δίδως ἡμῖν.Ἀνδροῖν μαχομένοιν πότερον Θησεὺς ἢ Ἡρακλῆς μείζων ἐστί, ἑκάτερος τῶν θεῶν τῇ τοῦ ἑτέρου τῶν ἀνδρῶν πόλει ἐτιμωρήσατο.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· μϛ', μζ', μη'
Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
Ἀνήρ τις νοσῶν ὑπισχνεῖται τοῖς θεοῖς θύσειν ἑκατὸν βόας ἵνα σώσωσιν αὐτόν. Ἡ δὲ γυνὴ ἀπορεῖ ὅτι τοῦτο ἀδύνατον αὐτοῖς πένησιν οὖσιν. Ὁ δ' ἀποκρινάμενος λέγει αὐτῇ· μὴ μερίμνα, γύναι. Οὐ γὰρ σωθήσομαι.
Ἀνάγνωσις τοῦ μϛ' μύθου
Ἀνὴρ δειλὸς καὶ κόρακες
Ἄνθρωπός τις εἰς πόλεμον περευόμενος λίαν ἐφοβεῖτο τοὺς κόρακας φθεγγομένους. Τέλος δὲ ἐθάρσησέ τι ὅτι οἱ ὄρνιθες οὐ δύνανται φαγεῖν αὐτόν.
Ἀνάγνωσις τοῦ μζ' μύθου
Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς
Οἱ μὲν θεοὶ οὐ φείδονται τῶν ἐν νηῒ καταβαινούσῃ,καὶ τῶν δικαίων τῶν ἀδίκων. Ὁ δὲ ἀνὴρ ὁ μεμφθεὶς αὐτούς, ἑνὸς μύρμηκος δακόντος, ἀποκτείνει πάντας τοὺς μύρμηκας. Διὰ τοῦτο ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.
Ἀνάγνωσις τοῦ μη' μύθου

χαῖρε φίλε Βεδωερε. καινὰ δ' ὑπομνήματα δίδωμι.
ἔρρωσο, φίλτατε.
πολὺ εὐχαριστῶ σοι, ἄριστε, ὑπὲρ τῆς παραφράσεως. βοήθειά μοι γάρ ἐστι τῷ ἀναγιγνώσκειν πολλή.bedwere wrote:Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος
Ἀνήρ τις νοσῶν ὑπισχνεῖται τοῖς θεοῖς θύσειν ἑκατὸν βόας ἵνα σώσωσιν αὐτόν. Ἡ δὲ γυνὴ ἀπορεῖ ὅτι τοῦτο ἀδύνατον αὐτοῖς πένησιν οὖσιν. Ὁ δ' ἀποκρινάμενος λέγει αὐτῇ· μὴ μερίμνα, γύναι. Οὐ γὰρ σωθήσομαι.
ἰδοῦ τὰ συνώνυμα:Αἴσωπος wrote:Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν;
Chambry 1925, Aliter wrote:Καὶ δοκεῖς ἂν ἀναστῆναί με, ἵνα ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν;
οὕτως γὰρ γράφει Καρύσο.Chambry 1925, Aliter wrote:οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵνα οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν;
ἔχει δὲ σύγε νῦν τοῦτο τὸ λεξικόν?Μ.Ε.Λ. σ. 285 wrote:νομίζω = ἡγέομαι, λογίζομαι, οἴομαι, δοκέω.
ὅταν δ' ἀπὸ τοῦ κόσμου ἀπελπισθῆμεν, τῷ θεῷ προσευχώμεθα. πάντοτε γὰρ ἡμᾶς ὁ κόσμος ἀπελπίσει.Αἴσωπος wrote:ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο...
χάριν σοι οἶδα διδάσκοντί με καινὸν λόγον, τὸν ἀντὶ τοῦ «ῥάβδος» ἢ «βακτηρία.»bedwere wrote:Διὰ τοῦτο ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.
εὐχαριστῶ δέ σοι γράφοντι τὴν εἰκόνα ἐν ᾗ βλέπομεν τὸν Ἑρμῆν φοροῦτνα τὸ κηρύκειον. κήρυξ τις γάρ οὗτός ἐστι. ὁ δὲ Παῦλος μείζων κήρυξ.
μέγαν δὲ λόγον ἔχει Παῦλος, τὸ τοῦ εὐαγγελίου κήρυγμα.Πράξ 14:12: ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
ὁ δὲ Παῦλος τῷ κηρύγματι πλήσσει τὴν συνείδησίν μου.bedwere wrote:ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.
ἔρρωσο, φίλτατε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Πολλὴν χάριν, ὦ βέλτιστε Μᾶρκε. Τόδε δὲ τὸ λεξικόν, εἰ μὴ ἁμαρτάνω·
http://myria.math.aegean.gr/lds/web/view.php
http://myria.math.aegean.gr/lds/web/view.php
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· μθ', ν', να'
Ἀνὴρ καὶ γυνὴ <ἀργαλέα>
Αὑτὴ ἡ γύνη οὕτως δύσκολός ἐστιν ὥστε καὶ οἱ ἐλάχιστον χρόνον διατρίβοντες μισοῦσιν αὐτήν. Ταλαίπωρος ἄρα ὁ ἀνήρ.
Ἀνάγνωσις τοῦ μθ' μύθου
Ἀνὴρ κακοπράγμων
Ὁ μὲν ἀνὴρ ἤρετο τὸν ἐν Δελφοῖς θεὸν πότερον τὸ ἐν τοῖν χεροῖν αὐτοῦ στρουθίον ζῴην ἢ οὔ. Ἡ δὲ ἀπόκρισις, ἔφη ὁ μάντις, ἐν ταῖς χερσίν σού ἐστιν.
Ἀνάγνωσις τοῦ ν' μύθου
Ἀνὴρ κομπαστής
Δεῖξον νῦν ἡμῖν, ὦ τᾶν, πότερον ἀληθῶς δύνασαι ἐνταῦθα πηδᾶν ὡς ἐν τῇ Ῥόδῳ καὶ πιστεύσομέν σοι.
Ἀνάγνωσις τοῦ να' μύθου