Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

bedwere wrote:Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος

Image
Εἶπεν ὁ λύκος τῷ ἐρίφῳ ἐκ τῆς ὀροφῆς αὐτὸν λοιδοροῦντι· μᾶλλον ὁ ἀσφαλὴς τόπος λοιδορεῖ με ἢ σύ.
δηλοῖ ὁ μῦθος ὅτι ἀπ' οὐρανοῦ τὸν Διάβολον λοιδορήσω. οὐκ ἐγὼ ἀλλ' ὁ τόπος.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Αἴσωπος wrote:διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν.
τί σημαίνιε τὸ διὰ τοῦ ἀρχοῦ? μένετε. Βέδωερε γὰρ ἐρεῖ ἡμῖν.
bedwere wrote:ἐκέλευσεν αὐτὴν διὰ τοῦ πρωκτοῦ εἰσελθεῖν.
οἴμοι!

ὁ μῦθος δηλοῖ ὄτι οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν. ἀναισχυντὸς γὰρ εἰσιν.
Last edited by Markos on Tue Jun 13, 2017 6:46 pm, edited 2 times in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρκα', ρκβ', ρκγ'

Ζεὺς καὶ Ἀπόλλων

Image

Ἔρις ἐγένετο μεταξὺ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος περὶ τὴν τοξικὴν τέχνην. Ὁ οὖν μὲν Ἀπόλλων ἀφῆκε τὸ βελός. Ὁ δὲ Ζεὺς ἐπορεύθη ὅπου τὸ βέλος ἀφῖκετο.

Ἀνάγνωσις τοῦ ρκα' μύθου

Ζεὺς καὶ ὄφις

Image

Ὁ ὄφις ῥόδον ἐν τῷ στόματι ἔχων προσῆλθεν πρὸς τὸν Δία γάμους ποιοῦντα. Ὁ δὲ Ζεὺς μὴ πιθόμενος τῷ ὄφει οὐκ ἐδέξατο τὸ δῶρον αὐτοῦ.

Ἀνάγνωσις τοῦ ρκβ' μύθου

Ζεὺς καὶ πίθος ἀγαθῶν

Image

Πάντα τὰ ἀγαθὰ ὑπὸ τοῦ Διὸς ἐν πίθῳ τινὶ ἐκλείσθη. Ἀνθρώπου δέ τινος τὸν πίθον ἀνοίγοντος, πάντα τὰ ἀγαθὰ ἐπανῆλθεν εἰς τὸν Ὄλυμπον.

Ἀνάγνωσις τοῦ ρκγ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

πάλιν μὲν οὖν χαίρω καινοὺς μύθους δεχόμενος.
bedwere wrote:Ὁ ὄφις ῥόδον ἐν τῷ στόματι ἔχων προσῆλθεν πρὸς τὸν Δία γάμους ποιοῦντα. Ὁ δὲ Ζεὺς μὴ πιθόμενος τῷ ὄφει οὐκ ἐδέξατο τὸ δῶρον αὐτοῦ.
πρὸς τὸν Σατανᾶν ὁ λόγος εὔκαιρος. μόνον γὰρ θάνατον δίδωσι οὖτος.
bedwere wrote:Πάντα τὰ ἀγαθὰ ὑπὸ τοῦ Διὸς ἐν πίθει τινὶ ἐκλείσθη.
πίθος - - ἄγγος μέγα πήλινον ἐν ᾧ οἶνος σῴζεται. (Καρύσο) τὸ οἰνηρὸν ἀγγεῖον. (Φαβαρίνο) πρβλ. ἀμφορεύς. (Λ.Σ.Κ.)

ὁ μὲν Ζεὺς τὰ ἀγαθὰ ἐν πίθει ἔθηκε. ὁ δὲ Θεὸς ἐν πίστει.

(ἀλλὰ νομίζω ὅτι δεῖ τὸ ἐν πίθῳ γράφειν, οὐ τὸ ἐν πίθει.)
Αἴσωπος wrote:Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί.
εὐτυχεῖτε δή, ὦ φίλοι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Χάριν οἶδά σοι, ὦ Μᾶρκε, ὅτι διώρθωσάς με. Ἔστι γὰρ ὁ πίθος, λόγος ἀρσενικὸς ὤν τῆς δευτέρας κλίσεως.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρκδ', ρκε', ρκϛ'

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος

Image

Ὁ Μῶμος κριτὴς ἐγένετο περὶ τῶν ἔργων τοῦ Διὸς καὶ τοῦ Προμηθέως καὶ τῆς Ἀθηνᾶς. Κατεφρόνησε δὲ καὶ τὸν ταῦρον τὸν τοῦ Διὸς ὡς μὴ ἔχοντα ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι, καὶ τὸν ἄνθρωπον τὸν τοῦ Προμηθέως ὡς τὸν νοῦν κρυπτὸν ὄντα, καὶ τὸν οἶκον τὸν τῆς Ἀθηνᾶς ὡς μὴ τρόχους ἔχοντα. Ὁ δὲ Ζεὺς ὀργισθεὶς ἐξέβαλεν αὐτὸν ἐκ τοῦ Ὀλυμπίου.

Ἀνάγνωσις τοῦ ρκδ' μύθου

Ζεὺς καὶ χελώνη

ImageIuppiter et Testudo by laurakgibbs, on Flickr

Διατί ἡ χελώνη περιφέρει τὴν ἑαυτῆς οἰκίαν; Διότι οὐ παρεγένετο τοῖς τοῦ Διὸς γάμοις, ὁ Ζεὺς κατέγνω αὐτήν.

Ἀνάγνωσις τοῦ ρκε' μύθου

Ζεὺς κριτής

Image

Κελεύσαντος τοῦ Διός, τὰ τῶν ἀνθρώπων ἁμαρτήματα ἐπὶ ὀστράκοις γεγραμμένα ἐστὶν ἵνα ὁ Κρόνιος κρίνῃ αὐτούς. Τοσοῦτοι δέ εἰσιν ὥστε τὴν κρίσιν διὰ πολλοῦ χρόνου ἐπιμενεῖν ἕως τοῦ τέλους.

Ἀνάγνωσις τοῦ ρκϛ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Αἴσωπος wrote:Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.
καινὸν λόγον ἄρτι νῦν μεμάθηκα.

ἐνάρετος, ον -- ἔχων ἀρετήν...ἀνδρεῖος, γενναῖος. (Λ.Σ.Κ.)

νομίζω δ' ὅτι Αἴσωπος θέλει λέγειν τὸ «καλὸς» ἢ τὸ «τέλειος.»
bedwere wrote: Ζεὺς καὶ χελώνη
[url=https://flic.kr/p/6BfDM7]Image[/url
λέγει ἡ μὲν χελώνη « οἶκος φίλος, οἶκος ἄριστος.» ὁ δὲ Τρύμπ «πατρὶς φίλη, πατρὶς ἀρίστη.» :D
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Τί λέγω; Ἆρα ὁ ἐχθρὸς τοῦ ἐχθροῦ μού ἐστι φίλος μου; Εὐλογείτω γέ τοι Κύριος ὁ Θεὸς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα τὸν πρόεδρον ἵνα οὗτος τὸ θέλημα αὐτοῦ ποιῇ.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρκζ', ρκη', ρκθ'

Ἥλιος καὶ βάτραχοι

Image

Γαμῶν τοῦ Ἡλίου γιγνομένων, οἱ μὲν πολλοὶ τῶν βατράχων ἔχαιρον. Μόνος δὲ εἷς σοφὸς ὢν ἐλυπεῖτο ὅτι ὁ Ἥλιος μετὰ τῶν παιδίων καὶ μᾶλλον ξηρανεῖ τὴν γῆν.

Ἀνάγνωσις τοῦ ρκζ' μύθου

Ἡμίονος

Image

Ἡμίονός τις ὑπερήφανος οὖσα ἔλεγεν ὁμοία τῷ πατρὶ τῷ ἵππῳ εἶναι. Ἀνάγκῃ δὲ δραμοῦσα καὶ κεκοπιακυῖα ἐμνήσθη τοῦ ἀληθοῦς πατρὸς τοῦ ὄνου.

Ἀνάγνωσις τοῦ ρκη' μύθου

Ἡρακλῆς καὶ Ἀθηνᾶ

Image

Ὁποτεοῦν ὁ Ἡρακλῆς ἔπαιέν τι καρπῷ ὅμοιον κείμενον ἐπὶ τῆς ὁδοῦ, τὸ μέγεθος αὐτοῦ ηὐξάνετο. Τελὸς δὲ ἡ Ἀθηνᾶ φανοῦσα εἶπε τοῦτο φιλονεικίαν καὶ ἔριν εἶναι. Δεῖ γὰρ καταλιπεῖν αὐτὰς μὴ αὐξάνωνται.

Ἀνάγνωσις τοῦ ρκθ' μύθου

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Αἴσωπος wrote:Γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο· πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· « Ὦ μῶροι, εἰς τί ἀγάλλεσθε ; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πᾶσαν ἰλὺν ἀποξηραίνει, εἰς γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν ; »
bedwere wrote:Γαμῶν τοῦ Ἡλίου γιγνομένων, οἱ μὲν πολλοὶ τῶν βατράχων ἔχαιρον.Μόνος δὲ εἷς σοφὸς ὢν ἐλυπεῖτο ὅτι ὁ Ἥλιος μετὰ τῶν παιδίων καὶ μᾶλλον ξηρανεῖ τὴν γῆν.
1 Κορ 7:9: κρεῖσσον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.
δηλοῖ ὁ μῦθος ὅτι κρεῖσσόν ἐστιν τὸν ἥλιον μὴ γαμῆσαι ἢ τοὺς βατράχους πυροῦσθαι. :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Markos wrote: δηλοῖ ὁ μῦθος ὅτι κρεῖσσόν ἐστιν τὸν ἥλιον μὴ γαμῆσαι ἢ τοὺς βατράχους πυροῦσθαι. :lol:
Πῶς γὰρ οὔ; :lol:

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρλ', ρλα', ρλβ'

Ἡρακλῆς καὶ Πλοῦτος

Image

Ὁ Ἡρακλῆς εἰς τὸν οὐρανὸν εἰσελθὼν πάντας μὲν τοὺς θεοὺς ἠσπάζετο, τοῦ δὲ Πλούτου κατεφρόνει. Τῷ δὲ Διὶ τὴν αἰτίαν ἐρομένῳ ἀποκρινάμενος εἶπε τὸν Πλοῦτον παρὰ τοῖς πονηροῖς διατρίβειν.

Ἀνάγνωσις τοῦ ρλ' μύθου

Ἥρως

Image

Ἀνήρ τις τῷ εἰδώλῳ ἥρωός τινος ὡς πλεονάκις ἔθυεν. Ὁ οὖν ἥρως κατ' ὄναρ ὀφθεὶς παρεκάλεσεν αὐτὸν μὴ πάντα διαφθείρων μέμψεσθαι αὐτόν.

Ἀνάγνωσις τοῦ ρλα' μύθου

Θύννος καὶ δελφίς


Image

Θύννος τις ὑπὸ δελφίνου πολὺ χρόνον διωκόμενος τέλος εἰς αἰγιαλὸν ἀφίκετο. Ἐνταῦθα μὲν ἀποθνῄσκων ἑωρακὼς δὲ καὶ τὸν θύννον οὐ δυνάμενον ἀπελθεῖν, ὁ θανατος, ἔφη, ἡδύς ἐστί μοι ὅτι ὁ ἔχθρός μου συναναλίσκεται.

Ἀνάγνωσις τοῦ ρλβ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρλγ', ρλδ', ρλε'

Ἰατρὸς <ἄτεχνος>

Image

Πάντες οἱ ἰατροὶ ἔλεγον νοσοῦντί τινι ὅτι ὑγιανεῖ. Μονὸν δὲ ἰατρός τις τὴν τεχνὴν οὐκ εἰδὼς ἔφη τὸν ἄρρωστον διὰ τῆς νόσου ἀποθανεῖσθαι. Μετὰ δὲ πολλὰς ἡμέρας ὁ ἀνὴρ σεσῳσμένος μὲν νεκρῷ εἰκὼς δέ, ἀπήντησε τῷ ἰατρῷ. Ὁ δέ, τοῦ ἰατροῦ περὶ τῶν ἀποθανόντων ἐρομένου, Πλούτων καὶ Περσεφόνη, ἔφη, μισοῦντες τοὺς ἰατροὺς ὅτι τοὺς ἀρρώστους ἰῶνται καταγράφουσι τὰ ὀνόματα αὐτῶν ἵνα παίωσιν αὐτούς. Ἐγὼ δὴ ἐμαρτύρησά σε ψευδῆ ἰατρὸν εἶναι.

Ἀνάγνωσις τοῦ ρλγ' μύθου

Ἰατρὸς καὶ νοσῶν

Image

Ἄνρθωπός τις ὑπὸ ἰατροῦ τινος θεραπευόμενος ἀπέθνῃσκεν. Ὁ δὲ ἰατρὸς ἔλεγε τοῖς φίλοις τοῦ ἀποθνῄσκοντος ὅτι εἰ μόνον ἐνέματος ἀπέλαυεν καὶ οἶνον μὴ ἔπινεν, ἔσῳζεν ἄν. Ἀλλ' ἔδει ταῦτα πρότερον λέγειν, ἀντεῖπέ τις, οὐ νῦν.

Ἀνάγνωσις τοῦ ρλδ' μύθου

Ἰκτῖνος καὶ ὄφις

Image

Ἰκτῖνος ἤρπασεν ὄφιν. Τοῦ δὲ ἰκτίνου ἀποπετομένου, ὁ ὄφις ἔδακεν αὐτόν. Ἔπειτα, ἀμφοτέρων καταπιπτόντων, ὁ ὄφις εἶπέ σε τὴν δίκην δοῦναι ἀντὶ τῆς τοῦ ἰκτίνου ἀδικίας.

Ἀνάγνωσις τοῦ ρλε' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρλϛ', ρλζ', ρλη'

Ἰκτῖνος χρεμετίζων

Image

Οἱ πάλαι ἰκτῖνοι φωνὴν καλὴν εἶχον. Ἀκούσαντες δὲ τὴν τῶν ἵππων ἐπεχείρουν μιμεῖσθαι ὥστε μὴ δυνάμενοι χρεμετίζειν ἀπώλεσαν καὶ τὴν ἑαυτῶν φωνήν.

Ἀνάγνωσις τοῦ ρλϛ' μύθου

Ἰξευτὴς καὶ ἀσπίς


Image

Οἱ πάλαι ἐχρῶντο τῷ τοῦ ἰξοῦ καρπῷ τοῦ τοὺς ὄρνιθας θηρεύειν. Ἰξευτὴς δέ τις ἐπιχειρῶν κίχλαν λαβεῖν οὐκ ἐθεάσατο ἀσπίδα ἐν τῇ πόᾳ κειμένην. Ἡ δὲ δακοῦσα ἀπέκτεινεν αὐτόν.

Ἀνάγνωσις τοῦ ρλζ' μύθου

Ἵππος γέρων

Image

Ταλαίπωρος ὁ ἵππος. Ἐν μὲν γὰρ τῇ ἡλικίᾳ αὐτοῦ ἐν τοῖς ἱπποδρόμοις ἔτρεχεν. Νῦν δὲ γέρων γενόμενος ἐν τῷ μυλῶνι ἕλκει.

Ἀνάγνωσις τοῦ ρλη' μύθου
Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρλθ', ρμ', ρμα'

Ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος

Image

Ὁ ἄνθρωπος Διὶ πεποιημένος ὀλίγους ἐνιαυτοὺς ἔζη. Χειμῶνος δὲ γενομένου, ἵππος καὶ βοῦς καὶ κύων ἦλθον καθ' ἕνα πρὸς τὴν οἰκίαν αὐτοῦ. Ὁ μὲν ἄνθρωπος ἀπεδέξατο αὐτοῦς, ᾔτησε δ' ἔτη ἐκ τῶν βίων ἀντὶ τοῦ ξενίσαι αὐτούς. Διὰ τοῦτό εἰσιν τέτταρες χρόνοι ἐν τῇ τῶν ἀνθρώπων ζωῇ. Ἐν γὰρ τῷ πρώτῳ ὁ ἄνθρωπος καθαρός ἐστιν. Ἐν δὲ τοῖς ἄλλοις διὰ τὰ πάθη ἔοικεν ἵππῳ καὶ βοῒ καὶ κυνί.

Ἀνάγνωσις τοῦ ρλθ' μύθου

Ἵππος καὶ ἱπποκόμος

Image

Ὁ ἱπποκόμος τὴν τοῦ ἵππου κριθὴν κλέπτων πολὺ ἐκτένιζεν αὐτόν βουλόμενος πωλῆσαι. Ἀλλ' ἄμεινον ἦν τρέφειν τὸ ζῴον ἵνα καλὸν γένοιτο.

Ἀνάγνωσις τοῦ ρμ' μύθου

Ἵππος καὶ ὄνος

Image

Ὁ ὑπερήφανος ἵππος οὐκ ἠθέλησε βοηθεῖν τῷ ὄνῳ καὶ βαστάζειν μέρος τοῦ φόρτου. Τοῦ δὲ ὄνου δὶα τὸν πόνον τελευτήσαντος, ἔδει τὸν ἵππον βαστάσαι τὸν ὅλον φόρτον.

Ἀνάγνωσις τοῦ ρμα' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρμβ', ρμγ', ρμδ'

Ἵππος καὶ στρατιώτης

Image

Ὅτε μὲν πόλεμος ἦν, ὁ στρατιώτης κριθῇ ἔτρεφε τὸν ἵππον. Ὁτε δ' εἰρήνη ὑπῆρχεν, ἄχυρον διδούς, ἐχρᾶτο αὐτῷ ὡς φορτία βαστάζοντι. Τοιγαροῦν ὁ ἵππος οὐκέτι ἐδυνήσατο τὸν στρατιώτην εἰς πόλεμον φέρειν.

Ἀνάγνωσις τοῦ ρμβ' μύθου

Κάλαμος καὶ ἐλαία

Image

Ὅταν μέγας ἄνεμος πνέῃ, οὐχ ἡ ἰσχυρὰ ἐλαία σωθήσεται ἀλλὰ ὁ καμπτὸς κάλαμος.

Ἀνάγνωσις τοῦ ρμγ' μύθου

Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ>

Image

Ἡ κάμηλος ποταμὸν τὸν ῥέοντα διαβαίνουσα ἐθαύμασεν ἰδοῦσα τὸν κόπρον αὐτῆς ἔμπροσθεν αὐτῆς ἀφικόμενον.

Ἀνάγνωσις τοῦ ρμδ' μύθου


Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρμε', ρμϛ', ρμζ'

Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος

Image

Κατὰ τὸν πίθηκον οὔτε ἡ κάμηλος οὔτε ὁ ἐλέφας ἄξιός ἐστι τοῦ βασιλὲα τῶν ἀλόγων ζῴων γένεσθαι. Ὁ μὲν γὰρ ἐλέφας φοβεῖται τὰ χοιρίδια, ἡ δὲ κάμηλος τοὺς ἀδίκους οὐ μισεῖ.

Ἀνάγνωσις τοῦ ρμε' μύθου

Κάμηλος καὶ Ζεύς

Image

Ἡ κάμηλος ἐπιθυμοῦσα τὰ τῶν βοῶν κέρατα ἔχειν προσελθοῦσα ᾔτησε τὸν Δία. Ὁ δὲ ὀργισθεὶς καὶ μέρος τι τῶν ὤτων αὐτῆς ἀφεῖλεν.

Ἀνάγνωσις τοῦ ρμϛ' μύθου

Κάμηλος ὀρχουμένη

Image

Ὁ μὲν μῶρος δεσπότης βούλεται τὴν κάμηλον ὀρχεῖσθαι. Ἡ δὲ οὕτως αἰσχρά ἐστιν ὥστε καὶ ἀκόσμως περιπατεῖν.

Ἀνάγνωσις τοῦ ρμζ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρμη', ρμθ', ρν'

Κάμηλος τὸ πρῶτον ὀφθείς

Image

Οἱ ἄνθρωποι τὸ πρῶτον ἰδόντες τὴν κάμηλον ἐφοβοῦντο διὰ τὸ αὐτὴν μεγάλην εἶναι. Ἔπειτα δὲ αἰσθόμενοι τῆς πραότητος αὐτῆς προσῆλθον πρὸς αὐτήν. Τέλος δὲ συνιέντες αὐτὴν μήποτε ὀργίζεσθαι ἐχρῶντο αὐτῇ πρὸς τὸ τοὺς παίδας ἐλαύνειν.

Ἀνάγνωσις τοῦ ρμη' μύθου

Κάνθαροι δύο

Image

Ἑνὸς βοὸς ἐν μικρᾷ νήσῳ ὄντος, ὀλίγη κόπρος ἦν τοῦ τὼ κανθάρω τρέφεσθαι διὰ τοῦ χειμῶνος. Διὸ ὁ μὲν ἔμενεν, ὁ δ' ἐπαγγείλας τροφὴν ἂν οἴσειν, εἰ εὕροι, εἰς τὸν χέρσον ἀπῆλθεν. Οὗτος καίπερ πολλὴν κόπρον εὑρὼν καὶ λιπαρὸς γενόμενος, ἐπανελθὼν οὐδὲν ἔκομισε τῷ φίλῳ ὅτι κατ' αὐτὸν ἀδύνατον εἴη.

Ἀνάγνωσις τοῦ ρμθ' μύθου

Καρκῖνος καὶ ἀλώπηξ

Image

Καρκῖνός τις ἐκ τῆς θαλάσσης εἰς τὸν αἰγιαλὸν προσελθὼν ὑπ' ἀλώπεκος ἀνηλώθην. Ἄμεινον δ' ἂν ἦν εἰ ἐν τῇ θαλάσσῃ ἔμεινεν.

Ἀνάγνωσις τοῦ ρν' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρνα', ρνβ', ρνγ'

Καρκῖνος καὶ μήτηρ


Image

Ἡ μὲν τοῦ καρκίνου μήτηρ παρεκάλει αὐτὸν ὀρθῶς βαδιζεῖν. Ὁ δὲ εἶπεν ὅτι πρῶτον χρὴ αὐτὴν μὴ λοξῶς περιπατεῖν.

Ἀνάγνωσις τοῦ ρνα' μύθου

Καρύα


Image

Καρύα τις ἐλυπεῖτο ὅτι παρὰ τὴν ὅδον οὖσα ὑπὸ πάντων τὼν παρατυγχανόντων καὶ τοὺς καρποὺς αὐτῆς ἐπιθυμούντων λίθοις βάλλοιτο.

Ἀνάγνωσις τοῦ ρνβ' μύθου

Κάστωρ

Image

Οἱ πάλαι ἐνόμιζον τὴν τοῦ κάστορος πόσθην χρησίμην εἰς φαρμακοποιίαν εἶναι. Καὶ δὴ καὶ ὁ κάστωρ ἐλέγετο, ὅτε μὴ δυνηθείη ἐκφεύγειν ἀπὸ τῶν διωκόντων, ἀποκόψας τὸ γεννητικὸν μέλος σῴζειν ἑαυτόν.

Ἀνάγνωσις τοῦ ρνγ' μύθου


Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρνδ', ρνε', ρνϛ'

Κηπουρὸς <ἀρδεύων λάχανα>

Image

Ὦ κηπουρέ, εἱπέ μοι διὰ τί τὰ ἐν τῇ ὕλῃ λάχανα ἰσχυρότερά ἐστι τῶν ἐν τῷ ἀγρῷ. Ὅτι ἡ γῆ οὑτως φιλεῖ τὰ μὲν ἐν τῇ ὕλῃ ὡς γεγεννημένη αὐτά, τὰ δὲ ἐν τῷ ἀγρῷ οὔ.

Ἀνάγνωσις τοῦ ρνδ' μύθου

Κηπωρὸς καὶ κύων

Image

Ὁ κηπουρὸς ἐβούλετο σῶσαι τὸν ἑαυτοῦ κύνα τὸν εἰς φρέαρ πεπτωκότα. Ὁ δὲ κύων φοβούμενος μὴ ἐκεῖνος ἀποκτείνῃ αὐτόν, ἔδακε τὴν χεῖρα τοῦ δεσπότου.

Ἀνάγνωσις τοῦ ρνε' μύθου

Κιθαρῳδός

Image

Κιθαρῳδός τις οἴκοι μόνος ᾄδων καὶ τὴν ἦχον ἀκούων ᾤετο καλῶς ποιεῖν. Ἀφικομένου δὲ εἰς θέατρον, οἱ θεασόμενοι λίθους ἔβαλον εἰς αὐτὸν διὰ τὴν κακοφωνίαν.

Ἀνάγνωσις τοῦ ρνϛ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρνζ', ρνη', ρνθ'

Κίχλα

Image

Κίχλα τις φιλοῦσα τοὺς τῆς μυρσίνης καρποὺς ἀεὶ ἐγγὺς τοῦ δένδρου ἔμεινεν ὥστε ἰξευτήν τινα συλλαβεῖν αὐτήν. Ἡ δὲ μυρσίνη ἐστὶ τὸ τῆς Ἀφροδίτης φυτόν.

Ἀνάγνωσις τοῦ ρνζ' μύθου

Κλέπται καὶ ἀλεκτρυών

Image

Κλέπται τινὲς εἰς οἰκὶαν εἰσελθόντες ἐλάβοντο μόνον ἀλεκρτρύονα. Μελλόντων δὲ ἀποκτεῖναι αὐτόν, ὁ ἀλεκτρύων ἐδεῖτο αὐτῶν φείσασθαι ὅτι ἐγείρων τοὺς ἀνθρώπους χρήσιμος εἴη. Οἱ μέντοι κλέπται φοβοῦμενοι μὴ ὁ ἀλεκτρύων ἐμποδίζῃ τῷ κλέπτειν ἔθυσαν αὐτόν.

Ἀνάγνωσις τοῦ ρνη' μύθου

Κοιλία καὶ πόδες

Image

Πότερον οἱ πόδες ἢ ἡ γαστὴρ ἀμείνους εἰσίν; Οἱ μὲν γὰρ πόδες βαστάζουσι τὸ σῶμα, ἡ δὲ κοιλία τρέφει αὐτό.

Ἀνάγνωσις τοῦ ρνθ' μύθου


Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρξ', ρξα', ρξβ'

Κολοιὸς καὶ ἀλώπηξ

Image

Ὁ μὲν κολοιὸς καθημένος ἐπὶ τῆς συκῆς προσεδόκα τὰ σῦκα. Ἡ δὲ ἄλωπηξ παρατυχοῦσα· ματαία, ἔφη, ἡ ἐλπίς σού ἐστιν.

Ἀνάγνωσις τοῦ ρξ' μύθου

Κολοιὸς καὶ κόρακες

Image

Κολοιός τις μέγας μὲν ὢν ὑπερήφανος δέ, καταλιπὼν τοὺς τῆς ἑαυτοῦ φυλῆς, πρὸς τοὺς κόρακας ἦλθεν. Τῶν δὲ κοράκων οὐ δεξαμένων αὐτόν, ἐπανελθὼν εἰς τὴν πατρίδα οὐκ ἐλήφθη ὑπὸ τῶν ἄλλων.

Ἀνάγνωσις τοῦ ρξα' μύθου

Κολοιὸς καὶ ὄρνεα

Image

Ὁ Ζεὺς προύθηκεν ἡμέραν ἵνα καταστήσειε τὸν κάλλιστον τῶν ὁρνέων ὡς βασιλέα. Τὰ μὲν ὄρνεα ἐλούετο ἐν ποταμῶ. Κολοιὸς δέ τις εἰδὼς αἰσχρὸς ὤν, συνελέξατο τὰ τῶν ὀρνέων πτερὰ ἵνα παραβάλοιτο ἑαυτόν. Τῆς δὲ ἡμέρας παραγενομένης τῆς χειροτονίας, ὁ μὲν Ζεὺς εἵλετο τὸν κολοιὸν ὡς ὠραιότατον ὄντα, τὰ δὲ ἄλλα ὄρνεα ὀργισθέντα ἀπέσπα τὰ καλὰ πτερὰ ὥστε τὸν κολοιὸν γυμνὸν γίγνεσθαι.

Ἀνάγνωσις τοῦ ρξβ' μύθου



Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρξγ', ρξδ', ρξε'

Κολοιὸς καὶ περιστεραί


Image

Κολοιός τις ἰδὼν περιστερὰς λιπαρὰς οὔσας λευκὸς γενόμενος ἦλθεν πρὸς τὸν περιστερῶνα ἵνα ἀπολαύοι τῆς τροφῆς αὐτῶν. Αἱ μὲν πρῶτον ἐδέξαντο αὐτόν, ἔπειτα δὲ ἀκούσασαι τὴν φωνὴν αὐτοῦ ἐξέβαλον αὐτόν. Ὁ δὲ πάλιν παρὰ τοῖς κολοιοῖς ἥξας διὰ τὸ χρῶμα ὠστρακίσθη.

Ἀνάγνωσις τοῦ ρξγ' μύθου

Κολοιὸς φυγάς

Image

Κολοιός τις συλληφθεὶς καὶ παιδίῳ δοθεὶς ἔφυγεν τὸν δεσμὸν ἔτι ἔχων. Ἐπανελθόντος αὐτοῦ εἰς τὸ δένδρον ὁ δεσμὸς τοῖ κλαδίοις περιείλετο. Διὰ τοῦτο ὁ κολοιος κλαίων τὴν τύχην ἀπέθανεν.

Ἀνάγνωσις τοῦ ρξδ' μύθου

Κόραξ καὶ ἀλώπηξ

Image

Ἀλώπηξ τις ἰδοῦσα κόρακα ἐπὶ κλαιδῷ καθήμενον καὶ μέρος σαρκὸς ἔχοντα, ἐκολάκευεν αὐτὸν λέγουσα ὅτι καλὸς καὶ ἀγαθός ἐστιν ὥστε βασιλεύειν ἄν, εἰ εἶχε φωνήν. Ὁ μὲν κόραξ ἔκραξεν, ἡ δὲ ἀλώπηξ ἄρασα τὸ σαρκίδιον, εἰ καὶ φρένας εἶχες, ἔφη, βασιλεύῃς ἄν.

Ἀνάγνωσις τοῦ ρξε' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρξϛ', ρξζ', ρξη'

Κόραξ καὶ Ἑρμῆς

Image

Κόραξ τις ἐν πάγῃ συνειληγμένος ἐπήγγειλε θύσειν τῷ Ἀπολλῶνι ἐὰν σωθῇ. Τοῦτο οὖν παρέδωκεν ὁ θεός. Ἔπειτα δὲ ἐπιλαθόμενος καὶ πάλιν ἐν πάγῃ ἁλοὺς ὁ κόραξ προσηύχετο τῷ Ἑρμῇ. Ὁ δὲ οὐκ ἐδέξατο τὴν δέησιν αὐτοῦ ὡς ψευδοῦς ὄντος.

Ἀνάγνωσις τοῦ ρξϛ' μύθου

Κόραξ καὶ ὄφις

Image

Οὗτος ὁ μῦθος ὅμοιός ἐστι τῷ ρκη'. Κόραξ γάρ τις πειρασάμενος ὄφιν λαβεῖν ἀπέθανε διὰ τὸν τοῦ ὄφεως ἰόν.

Ἀνάγνωσις τοῦ ρξζ' μύθου

Κόραξ νοσῶν

Image

Κόραξ τις ἀσθενὴς ὢν παρῃτήσατο τὴν μητέρα προσεύχεσθαι ὑπὲρ αὐτοῦ. Ἀλλὰ τίς τῶν θεῶν βοηθήσει αὐτῷ κλέπτοντι τὴν σάρκα προσδεδομένην αὐτοῖς;

Ἀνάγνωσις τοῦ ρξη' μύθου


Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρξθ', ρο', ροα'

Κορυδαλός

Image

Ὡς δυστυχὴς ἡ κορυδὸς πεπτωκυία εἰς πάγην οὐ διὰ φιλαργυρίαν ἀλλὰ μόνον ὅτι ἐβούλετο ἓν κόκκον πυροῦ λαβεῖν.

Ἀνάγνωσις τοῦ ρξθ' μύθου


Κορώνη καὶ κόραξ

Image

Κορώνη τις ἐφθόνει τοὺς κόρακας ὡς τὸ μέλλον τοῖς ἀνθρώποις μαντευομένους. Ἰδοῦσα οὖν ἑταίρους τινὰς πορευόμενους ἔκραξεν. Οἱ μὲν ἐστράφησαν πρὸς αὐτήν, εἷς δὲ ἐξ αὐτῶν εὐθὺς ἐγνωκὼς αὐτὴν ἀπήγαγε τοὺς ἄλλους.

Ἀνάγνωσις τοῦ ρο' μύθου

Κορώνη καὶ κύων

Image

Διὰ τί, ἤρετο ὁ κύων ὑπὸ τῆς κορώνης εἰς δεῖπνον κληθείς, θύεις τῇ Ἀθηνᾷ καίπερ μισούσῃ σε; Ἀπεκρίνατο δ' ἡ κορώνη λέγουσα ὅτι ἐλπίζοι τὸν νοῦν αὐτῆς ἀλλάξειν.

Ἀνάγνωσις τοῦ ροα' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ροβ', ρογ', ροδ'

Κοχλίαι

Image

Γεωργοῦ υἱὸς ὀπτῶν κοχλίας ἀκούσας τὸν ψόφον, ἐμέμψατο αὐτὰς ὅτι ᾄδοιεν καίπερ τῶν οἰκιῶν καιομένων.

Ἀνάγνωσις τοῦ ροβ' μύθου

Κύκνος <ἀντὶ χηνὸς ἀπαχθείς>

Image

Ἀνήρ τις εἶχε κύκνον μὲν τοῦ ἀκούειν τὴν ᾠδήν, χῆνα δὲ τοῦ ἔδεσθαι αὐτήν. Νύκτωρ δὲ ἔλαβεν τὸν κύκνον ἀντὶ τῆς χηνὸς ἵνα ἀποκτείναι. Ὁ μέντοι κύκνος ᾄσας ἐσώθη.

Ἀνάγνωσις τοῦ ρογ' μύθου

Κύκνος <καὶ δεσπότης>

Image

Ὁ τοῦ κύκνου δεσπότης ἐβούλετο αὐτὸν ᾄδειν ἔμπροσθεν τῶν εἰς τὸ δεῖπνον κεκλημένων.
Ὁ δὲ πρῶτον μὲν οὐκ ἤθελεν ᾄδειν, ἔπειτα δὲ νομίζων ἀποθανεῖσθαι ᾖσεν. Ὁ δὲ δεσπότης· ἀλλ' ἔδει με, ἔφη, θάνατον ἀπειλεῖν σοι.

Ἀνάγνωσις τοῦ ροδ' μύθου

Ἡ βίβλος

mwh
Textkit Zealot
Posts: 4815
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Post by mwh »

ροβ(ερτῳ χαιρειν)
το ψοφος is new to me. τον ψοφον?

ρογ
ἵνα ἀποκτείνει: You mean ἵνα ἀποκτείνῃ or –οι or –αι or –ειεν?

ροδ
δεῖπνον

Ὁ μὲν πρῶτον > ο δε πρωτον μεν

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Τῷ χρατίστῳ Μιχαὴλ χαίρειν


ροβ I can't claim it to be a neologism. :wink:


ρογ I meant αι (my favorite for aorist optative)

Many thanks!

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ροε', ροϛ', ροζ'

Κύνες δύο

Image

Δυοῖν κυνοῖν ὁ μὲν ἕτερος ἐθήρευε μετὰ τοῦ δεσπότου, ὁ δὲ ἕτερος οἴκοι μένων ἐφύλασσεν. Ἔριδος δὲ περὶ τοῦ σίτου γενομένης, οὗτος ἐκείνῳ· μὴ οργισθῇς εμοί, ἔφη, ἀλλὰ τῷ δεσπότῃ, ὅς γε περὶ ἡμῶν οὕτως ἐπέταξεν.

Ἀνάγνωσις τοῦ ροε' μύθου

Κύνες λιμώττουσαι


Image

Μῶραι κύνες ἰδοῦσαι δέρμα ἐπὶ ποταμῷ φερόμενον καὶ βουλόμεναι λαβεῖν αὐτό, ἐπειράσαντο ἐκπιεῖν πᾶν τὸ ὕδωρ. Καὶ διὰ τοῦτο διαρραγεῖσαι ἀπέθανον.

Ἀνάγνωσις τοῦ ροϛ' μύθου

Κυνόδηκτος


Image

Ἄνθρωπός τις κυνὶ δηχθεὶς ἴασιν ἐζήτει. Δεῖ σε, ἔφη τις, ἄρτῳ τὸ αἷμα ἐκμάξαι καὶ βαλεῖν αὐτὸν πρὸς ἐκεῖνον τὸν κύνα. Ὁ δὲ ἀποκρινάμενος εἶπεν ὅτι εἰ τοῦτο ποιήσαιμι, πάντες οἱ κύνες δάκνοιεν ἄν με.

Ἀνάγνωσις τοῦ ροζ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ροη', ροθ', ρπ'

Κύων <ἑστιώμενος> ἢ Ἄνθρωπος καὶ κύων


Image

Κύων τις ἐκάλεσεν ἄλλον κύνα πρὸς δεῖπνον ὑπὲρ τοῦ ἑαυτοῦ δεσπότου παρεσκευασμένον. Ὁ οὖν κεκλημένος ἰδὼν τοσαύτην καὶ τοιαύτην τροφὴν πολὺ ἐχάρην. Ὁ δὲ μάγειρος λαβὼν αὐτὸν διὰ τῆς θυρίδος ἐξέβαλεν ἐκ τῆς οἰκίας. Τῶν δὲ ἄλλων κυνῶν αὐτὸν περὶ τοῦ δείπνου ἐρομένων, οὗτος ἀπεκρίνατο λέγων ὅτι οὕτω μεθυσθείη ὥστε μὴ εἰδέναι ὅθεν ἐξέλθοι.

Ἀνάγνωσις τοῦ ροη' μύθου

Κύων <θηρευτικὸς καὶ κύνες>

Image

Διὰ τί φεύγεις, ἤροντο οἱ παρὰ τὴν ὅδον κύνες, ἐκ τῆς οἰκίας σου, ὦ κύον; Ἆρα οὐκ ἰκανῶς τρέφει σε ὁ θηρευτής, ὁ δεσπότης σου; Πάνυ γε, ἔφη ὁ κύων, ἀλλὰ δεῖ με ἀεὶ μαχέσθαι λέουσι καὶ ἄρκτοις. Ὑμεῖς δὲ καίπερ ἧσσον ἐσθίοντες ἀσφαλεῖς ἐστε.

Ἀνάγνωσις τοῦ ροθ' μύθου

Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ

Image

Ἀλεκτρυὼν καὶ κύων φίλοι ὄντες ἐβάδιζον. Ὀψίας δὲ γενομένης, ὁ μὲν ἀλεκτρυὼν ἐκάθισεν ἐπὶ κλάδῳ δέδρου κοιλίαν ἔχοντος. Ὀ δὲ κύων κατῆλθεν εἰς τὴν κολίαν. Ἀλώπηξ δὲ προσῆλθεν ἐπιθυμοῦσα μὲν καταφαγεῖν τὸν ἀλεκτρυόνα λέγουσα δὲ ὅτι βούλεται τὴν φωνὴν ἀκοῦσαι. Πεμψάντος δὲ τοῦ ἀλεκτρύονος τὴν ἀλώπεκα πρὸς τὸν κύονα ὡς θυρωρὸν ὄντα, οὗτος ἀπέκτεινεν αὐτήν.

Ἀνάγνωσις τοῦ ρπ' μύθου

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρπα', ρπβ', ρπγ'

Κύων καὶ κόχλος

Image

Ὁ κύων καταπιὼν κόχλον ἔμαθε τόδε· οὐ πάντα τὰ στρογγύλα ἐστὶν ᾠά.

Ἀνάγνωσις τοῦ ρπα' μύθου

Κύων καὶ λαγωός

Image

Ὦ κύον, ἔφη ὁ λαγώς, συνέλαβές με. Νῦν διατί ποτε μὲν δάκνεις με, ποτὲ δὲ τὰ χείλη μου λάχεις; Ἆρα ἐχθρὸς ἢ φίλος εἶ;

Ἀνάγνωσις τοῦ ρπβ' μύθου

Κύων καὶ μάγειρος

Image

Μάγειρός τις, ᾧ κύων κάρδιαν ἐκεκλόφει, τῷ κυνὶ εἶπεν ἐκεῖνον οὐ μὲν εἰληφέναι κάρδιαν ἀπ' αὐτοῦ, δῶναι δὲ καρδίαν, τοῦτ' ἔστι μνημοσύνη, ὥστε αὐτὸν ἀεὶ φυλάξεσθαι ἐκεῖνον.

Ἀνάγνωσις τοῦ ρπγ' μύθου

Ἡ βίβλος

mwh
Textkit Zealot
Posts: 4815
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Post by mwh »

A few corrections.

ροε, κυνες δυο
Δυοῖν κυνοῖν ὁ μὲν ἕτερος ἐθήρευε μετὰ τοῦ δεσπότου, ὁ δὲ ἕτερος οἴκοι μένων ἐφύλασσεν. Ἔριδος δὲ περὶ τοῦ σίτου γενομένης, οὗτος ἐκείνῳ· μὴ ὀργίσαι μοι, ἔφη, ἀλλὰ τῷ δεσπότῃ.
μὴ ὀργίσαι μοι?? Should be passive, and subjunctive if aor., μὴ οργισθῇς (or μη οργίζου pres.)

And μοι needs to be εμοί, emphatic. Or haven't I understood what you're trying to say?

The tale seems defective.

ροζ, κυνοδηκτος
Ἄνθρωπός τις κυνὶ δεδηχὼς ἴασιν ἐζέτει. Δεῖ σε, ἔφη τις, ἄρτῳ τὸ αἷμα ἐκμάξαι καὶ βάλειν αὐτὸν πρὸς ἐκεῖνον τὸν κύνα. Ὁ δὲ ἀποκρινάμενος εἶπεν ὅτι εἰ οὕτω ποιήσαι, πάντες οἱ κύνες δάκνοιεν ἂν αὐτόν.
Can δεδηχως be used as passive? δεδηγμένος, surely, or better aor., δηχθείς.

ἐζέτει > ἐζήτει

βάλειν > βαλεῖν

ποιήσαιμι and με would be clearer. I didn't get it for a moment.

οὕτω better τοῦτο?

I haven't looked at the others.
Best, Michael

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Thank you, Michael! Hopefully it's better now.
μὴ οργισθῇς εμοί, ἔφη, ἀλλὰ τῷ δεσπότῃ, ὅτι ἐκεῖνος περὶ ἡμῶν οὕτως ἐπέταξεν.


By the way, ἄνθρωπος κύνα δεδηχώς would make big news! :D

mwh
Textkit Zealot
Posts: 4815
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Post by mwh »

ὅς γε would be more stylish than ὅτι ἐκεῖνος, but I know you don’t care for style. :P

ἄνθρωπος κύνα δεδηχώς looks like fake news to me.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Yes, but the dog does. Maybe it was Xenophon's dog. Anyway, this time an Italian did it. :wink:

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by Markos »

Αἴσωπος wrote:οὐ γὰρ ἀπ᾿ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ᾿ ἐμοὶ καρδίαν ἔδωκας. »
κατὰ τοῦ Διαβόλου ὁ μῦθός ἐστιν. θέλων γὰρ κλέπτειν τὴν τοῦ Θεοῦ καρδίαν (λεγω δὴ τὸν Ἰησοῦν,) δέδωκεν μᾶλλον ὁ Σατᾶν τῷ Θεῷ καρδίαν τοῦ σῴζειν ἡμᾶς, τοὺς ἁμαρτωλοὺς τοὺς πιστεύοντας ἐν Χριστῷ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Εὐχαριστῶ σοι, ὦ φίλε Μᾶρκε, ὑπὲρ τοῦ θεολογικοῦ ὑπομνήματος. Καὶ ἐλπίζω πολλὰ ἄλλα ἀπὸ σοῦ λήψεσθαι.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Μῦθοι Αἰσώπειοι· ρπδ', ρπε', ρπϛ'

Κύων <κοιμώμενος> καὶ λύκος

Image

Λύκος τις ἑλὼν κύνα καθεύδοντα, ἱκετεύσαντος αὐτοῦ ἵνα ἐκεῖνος φείσαιτο, παχίονα γάρ, ὁ κύων ἔφη, μετὰ τοὺς τῆς δεσπότου γάμους ἔσεσθαι, ἀφῆκεν αὐτόν. Ἐπιστραφέντος δὲ τοῦ λύκου ὡς ἐδομένου τὸν κύνα, αὐτὸς ἐπὶ τοῦ οἴκου στὰς παραίνεσεν ἐκεῖνον εὐθὺς καταφαγεῖν αὐτὸν μηδὲ γάμους προσδοκῆσαι, εἰ πάλιν εὗροι τὸν κύνα καθεύδοντα.

Ἀνάγνωσις τοῦ ρπδ' μύθου

Κύων κρέας φέρουσα

Image

Κύων ἔχουσα κρέας ἐν τῷ στόματι καὶ διαβαινοῦσα πόταμον, ἰδοῦσα τὸ ἑαυτῆς εἶδος καὶ ἀφῆκεν τὸ φορτίον. Ἐνομίζε γὰρ ἄλλην κύνα εἶναι μεῖζον μέρος φέρουσαν.

Ἀνάγνωσις τοῦ ρπε' μύθου

Κύων κωδωνοφορῶν

Image

Ἄνθρωπός τις κύνα πάντας δεκνόντα ἔχων κώδωνα ἐπέθηκεν αὐτῷ. Ὁ μὲν ἐκαυχᾶτο ἐν τῇ ἀγορᾷ. Κύων δέ τις προβεβηκυῖα τῶν ἡμέρων ἐμέμψατο αὐτόν διὰ τὴν κενοδοξίαν.

Ἀνάγνωσις τοῦ ρπϛ' μύθου

Ἡ βίβλος

Timothée
Textkit Enthusiast
Posts: 564
Joined: Fri Oct 09, 2015 4:34 pm

Re: Μῦθοι Αἰσώπειοι

Post by Timothée »

bedwere wrote:Εὐχαριστῶ σοι
Sorry that I write in English, but I just want to point out one small thing. This is actually the modern Greek way of expressing thanks. For the ancient Greek one, check here, somewhere past the middle of that page, my comment but more after that one from mwh.

User avatar
bedwere
Global Moderator
Posts: 5110
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Μῦθοι Αἰσώπειοι

Post by bedwere »

Yes, I know. But I was using it in a sort of New Testament style.

Post Reply