an "embedded reading" in Ancient Greek
Posted: Sat Apr 27, 2013 1:18 pm
Below is a story in Ancient Greek that I composed in the form of an “embedded reading.” An embedded reading is similar to the “leveled readings” that I have been doing on the other thread, but here the idea is that the base level is repeated and contained within, rather than paraphrased, in each subsequent version of the story. You can read more about the method here:
http://embeddedreading.com/about/
“Throwing the Book at Her,” an embedded reading in Ancient Greek, by Markos, based on a story by Susan Jeffers.
Base reading:
ὁ παῖς ἔχει σφαῖραν. ἡ κόρη ἔχει βιβλίον. ὁ παῖς θέλει βάλλειν. ἡ κόρη θέλει ἀναγινώσκειν. ὁ παῖς λαμβάνει τὸ βιβλίον καὶ τὸ βιβλίον πίπτει εἰς τὴν γῆν. ἡ κόρη λάμβανει τὴν σφαῖραν καὶ γράφει λόγους ἐπἰ τῆς σφαίρας.
νῦν ὁ παῖς βάλλει τὸ βιβλίον καὶ ἡ κόρη ἀναγινώσκει τὴν σφαῖραν.
Version 2:
παῖς τις βλέπει κόρην τινα. ὁ μὲν παῖς ἔχει σφαῖραν. ἡ δὲ κόρη ἔχει βιβλίον. ὁ μὲν παῖς κακός ἐστιν. θέλει οὖν βάλλειν. ἡ δὲ κόρη ἀγαθή ἐστιν. θέλει οὖν ἀναγινώσκειν. ὁ δὲ παῖς λέγει «θέλεις τὴν σφαῖραν βάλλειν?» ἡ δὲ κόρη λέγει «οὐχί.» ἡ δὲ κόρη λέγει «θέλεις ἀναγινώσκειν τὸ βιβλίον?» ὁ δὲ παῖς λέγει «ούχί.» ὀργίζεται οὖν ὁ παῖς καὶ λαμβάνει τὸ βιβλίον ἐκ τῆς χειρὸς τῆς κόρης. τὸ δὲ βιβλίον πίπτει εἰς τὴν γῆν. ὀργίζεται οὖν ἡ κόρη καὶ λαμβάνει τὴν σφαῖραν ἐκ τῆς χειρὸς τοῦ παιδός. ἡ δὲ κόρη γράφει λόγους ἐπἰ τῆς σφαίρας.
νῦν δὲ ὁ μἐν παῖς τὸ βιβλίον βάλλει, ἡ δὲ κόρη τὴν σφαῖραν ἀναγινώσκει.
Version 3:
ῥάθυμος παῖς τις ἀντᾷ κόρῃ τινι σώφρονι. ὁ μὲν παῖς ἔχει ἐν τῇ χειρὶ σφαῖραν. ἡ δὲ κόρη ἔχει βιβλίον τε καὶ κάλαμον. ὁ μὲν παῖς, φιλοπαίγμων ὤν, μάλιστα θέλει βάλλειν τὴν σφαῖραν μετὰ τῆς κόρης. ἡ δὲ κόρη, φιλομαθὴς οὖσα, θέλει λίαν τὸ βιβλίον μετὰ τοῦ παιδὸς ἀναγινώσκειν. ὁ δὲ κακὸς παῖς λέγει «βάλλωμεν!» ἡ δὲ ἀγαθὴ κόρη λέγει «οὐχί! ἀναγινώσκωμεν δή.» ὀργιζόμενος οὖν, ὁ παῖς λαμβάνει τε ῥίπτει τε τὸ βιβλίον ἐκ τῆς χειρὸς τῆς κόρης. τὸ δὲ βιβλίον πίπτει εἰς τὴν γῆν παρὰ τοῖς τῆς κόρης ποσῖν. ὀργιζομένη οὖν, ἡ κόρη εὐθὺς λαμβάνει τὴν σφαῖραν ἐκ τῆς χειρὸς τοῦ παιδός. ἡ δὲ κόρη γράφει τῷ καλάμῳ λόγους πολλοὺς ἐπἰ τῆς τοῦ παιδὸς σφαίρας.
γελοῖον οὖν γίγνεται . νῦν γὰρ ὁ μὲν παῖς, ὥσπερ σφαῖραν, τὸ βιβλίον βάλλει, ἡ δὲ κόρη τὴν σφαῖραν, ὥσπερ βιβλίον, ἀναγινώσκει.