An Election Day Treat

Are you learning Koine Greek, the Greek of the New Testament and most other post-classical Greek texts? Whatever your level, use this forum to discuss all things Koine, Biblical or otherwise, including grammar, textbook talk, difficult passages, and more.
Post Reply
Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

An Election Day Treat

Post by Markos »

ἐνίκησεν αὐτὸς σὺν Θεῷ. :D
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
Paul Derouda
Global Moderator
Posts: 2292
Joined: Fri Nov 05, 2010 9:39 pm

Re: An Election Day Treat

Post by Paul Derouda »

καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίας, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσεράκοντα [καὶ] δύο. καὶ ἤνοιξεν τὸ στόμα αὐτοῦ εἰς βλασφημίας πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, οὗ οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

I'm not saying that this has anything to do with Election Day, though :)

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: An Election Day Treat

Post by jeidsath »

How Alcibiades got inside of the 24-hour news cycle:
ὄντος δὲ κυνὸς αὐτῷ θαυμαστοῦ τὸ μέγεθος καὶ τὸ εἶδος, ὃν ἑβδομήκοντα μνῶν ἐωνημένος ἐτύγχανεν, ἀπέκοψε τὴν οὐρὰν πάγκαλον οὖσαν. ἐπιτιμώντων δὲ τῶν συνήθων καὶ λεγόντων ὅτι πάντες ἐπὶ τῷ κυνὶ δάκνονται καὶ λοιδοροῦσιν αὐτόν, ἐπιγελάσας, ‘γίνεται τοίνυν,’ εἶπεν, ‘ὃ βούλομαι: βούλομαι γὰρ Ἀθηναίους τοῦτο λαλεῖν, ἵνα μή τι χεῖρον περὶ ἐμοῦ λέγωσι.’
Socrates on how to engage in politics:
οὐκ ἄρα, ἔφη, τά γε πολιτικὰ ἐθελήσει πράττειν, ἐάνπερ τούτου κήδηται.

νὴ τὸν κύνα, ἦν δ’ ἐγώ, ἔν γε τῇ ἑαυτοῦ πόλει καὶ μάλα, οὐ μέντοι ἴσως ἔν γε τῇ πατρίδι, ἐὰν μὴ θεία τις συμβῇ τύχη.

μανθάνω, ἔφη· ἐν ᾗ νῦν διήλθομεν οἰκίζοντες πόλει λέγεις, τῇ ἐν λόγοις κειμένῃ, ἐπεὶ γῆς γε οὐδαμοῦ οἶμαι αὐτὴν εἶναι.

ἀλλ’, ἦν δ’ ἐγώ, ἐν οὐρανῷ ἴσως παράδειγμα ἀνάκειται τῷ βουλομένῳ ὁρᾶν καὶ ὁρῶντι ἑαυτὸν κατοικίζειν. διαφέρει δὲ οὐδὲν εἴτε που ἔστιν εἴτε ἔσται· τὰ γὰρ ταύτης μόνης ἂν πράξειεν, ἄλλης δὲ οὐδεμιᾶς.

εἰκός γ’, ἔφη.
Advice from God:
μὴ πεποίθατε ἐπ’ ἄρχοντας
καὶ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: An Election Day Treat

Post by bedwere »

Παροιμίαι Σαλομῶντος, κγ', ιζ'-ιη'
ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾿ αὐτοῦ.

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: An Election Day Treat

Post by jeidsath »

bedwere wrote:Παροιμίαι Σαλομῶντος, κγ', ιζ'-ιη'
ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾿ αὐτοῦ.
νὴ τὸν Δία, φίλε. ὅς ἔχει ὦτα, ἀκουέτω!
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: An Election Day Treat

Post by Markos »

φίλοι νῦν εἰσιν Τρὺμπ καὶ Ὀβᾶμα. πῶς γὰρ οὔ? ὁ μὲν γὰρ τὴν πατρίδα ἄρχει. ὁ δ' ἄρξει.
Paul Derouda wrote:καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα...
καλῶς, φίλε Παῦλε, τοῦτο λέγεται. ὁ δὲ Τρὺμπ ἐδόθη στόμα μέγαν καὶ νοῦν μέγα τοῦ ποιεῖν μεγάλα. τὸ γὰρ τεῖχος οἰκοδομήσει. τὴν δ' Ἀμερίκαν πάλιν μεγάλην ποιήσει δή οὗτος.
bedwere wrote:Παροιμίαι Σαλομῶντος, κγ', ιζ'-ιη'
ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ...
καλὸν εἶπε Σολομών, ὦ ἄριστε Βεδωερε. καὶ τῷ τοῦ Κλίντονος πτώματι οὐκ ἐπιχαιρήσω. τοῖς γὰρ νεκροῖς Μᾶρκος οὐκ ἐπιχαίρω. ἡ δ' Ἱλαρία πολιτικῶς νεκρά ἐστι. μόνον προσεύχομαι ὅτι μενεῖ νεκρὰ αὕτη.
jeidsath wrote: Advice from God:
μὴ πεποίθατε ἐπ’ ἄρχοντας...
χαῖρε Ἰωήλ, ὁ ἀδελφός μου. εὖ βουλεύει Θεός. ἐν δὲ τῷ Τρύμπ οὐ πιστεύω, ἀλλὰ ἐν τῷ Θεῷ τῷ ποιήσαντι τὸν Τρὺμπ καὶ χρίσαντι.

οἱ μὲν σοφοὶ προεῖπον ὅτι νικηθήσεται ὁ Τρὺμπ. ὁ δὲ δῆμος οὐ. μακάριος οὖν ὁ δῆμος. καὶ τοῦτο ἀναγιγνώσομεν.
Κορ Α 1:20β: οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
Last edited by Markos on Mon Nov 14, 2016 11:14 pm, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

mwh
Textkit Zealot
Posts: 4816
Joined: Fri Oct 18, 2013 2:34 am

Re: An Election Day Treat

Post by mwh »

ἐνίκησεν αὐτὸς σὺν Θεῷ.
εἰ σὺν Θεῷ, ἐρρέτω Θεός.
Markos wrote:ὁ δὲ Τρὺμπ ἐδόθη στόμα μέγαν καὶ νοῦν μέγα
τῷ δὲ Μάρκῳ ἐδόθη στόμα μέγα καὶ νοῦς μικρός.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: An Election Day Treat

Post by Markos »

mwh wrote:
Markos wrote:ὁ δὲ Τρὺμπ ἐδόθη στόμα μέγαν καὶ νοῦν μέγα
τῷ δὲ Μάρκῳ ἐδόθη στόμα μέγα καὶ νοῦς μικρός.
καλῶς γράφεις, φίλτατε, καὶ ἀκριβῶς τε γελοίως. :D
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: An Election Day Treat

Post by bedwere »

Ἄνδρες, γενναῖοι ἔστε, ἀντιβολῶ. Οὐ γὰρ θέλοιμι ἂν ταύτην τὴν ὁμιλίαν κλεῖσαι.

mwh
Textkit Zealot
Posts: 4816
Joined: Fri Oct 18, 2013 2:34 am

Re: An Election Day Treat

Post by mwh »

κλεῖσον, κλεῖσον, ὦ φίλε· οὔποτε γὰρ ἔχρη αὐτὴν ἀνοιχθῆναι.
ἀλλ’ ὃ ἐβουλόμην εἰπεῖν, τοῦτ’ εἴρηκα. ἔτι δὲ καὶ βεβοήθηκα τῷ ἡμετέρῳ Μάρκῳ ἐπιχειροῦντι ἑλληνιστὶ γράφειν.

User avatar
Σαυλος
Textkit Fan
Posts: 240
Joined: Mon Jan 07, 2013 2:47 pm

Re: An Election Day Treat

Post by Σαυλος »

πειρώμενος γίνεσθαι γενναῖος ἐνυβρίσω τοὺς ἀμφοτέρους·
__ ἱλαρὰ μὲν ἡ Ἵλαρι
___ ὁ δὲ Τρύμπος τρύμη.

[τρύμη [ῡ], ἡ, (τρύω) a hole: metaph. a sharp fellow, sly knave]
I will babble until I talk. ετι λαλαγω...

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: An Election Day Treat

Post by Markos »

Σαῦλος wrote:ὁ δὲ Τρύμπος τρύμη.
εὖ εἶπες, φίλτατε. εἰς γὰρ τὸ Τεῖχος τὸ Κύανον ἐτρύπησε Τρύμπ.

τὸ Τεῖχος τὸ Κύανον -- ΜΙ, ΜΝ, ΠΑ, καὶ ωι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Post Reply