Post
by seanjonesbw » Fri Aug 16, 2019 2:55 pm
239 “κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
240 οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
241 Φαιήκεσσ ̓ ὅδ ̓ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
242 πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ ̓ εἶναι,
243 νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
244 αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
245 ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
246 ἀλλὰ δότ ̓, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.”
247 ὣς ἔφαθ ̓, αἱ δ ̓ ἄρα τῆς μάλα μὲν κλύον ἠδ ̓ ἐπίθοντο,
248 πὰρ δ ̓ ἄρ ̓ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
249 ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
250 ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
251 αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ ̓ ἐνόησεν·
252 εἵματ ̓ ἄρα πτύξασα τίθει καλῆς ἐπ ̓ ἀπήνης,
253 ζεῦξεν δ ̓ ἡμιόνους κρατερώνυχας, ἂν δ ̓ ἔβη αὐτή,
254 ὄτρυνεν δ ̓ Ὀδυσῆα, ἔπος τ ̓ ἔφατ ̓ ἔκ τ ̓ ὀνόμαζεν·
255 “ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ ̓ ἴμεν, ὄφρα σε πέμψω
256 πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
257 πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
258 ἀλλὰ μάλ ̓ ὧδ ̓ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
259 ὄφρ ̓ ἂν μέν κ ̓ ἀγροὺς ἴομεν καὶ ἔργ ̓ ἀνθρώπων,
260 τόφρα σὺν ἀμφιπόλοισι μεθ ̓ ἡμιόνους καὶ ἄμαξαν
261 καρπαλίμως ἔρχεσθαι· ἐγὼ δ ̓ ὁδὸν ἡγεμονεύσω.
ἁλὶ γὰρ δέδμητο φίλον κῆρ 🌊