Greek Haiku

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
Amplaos
Textkit Neophyte
Posts: 82
Joined: Thu Aug 13, 2015 6:42 pm
Location: Israel

Greek Haiku

Post by Amplaos » Tue Feb 02, 2016 3:20 pm

Feedback welcome!

Πρίν, χειμών ὡς ἔρχεται,
σὺ μὲν ἔχαιρες.
ἐγὼ δὲ δακρύω νῦν.
Ῥήθεντα ὑπὸ τοῦ μεγάλου ῥήτορος Δονάλδου Τρᾶμπ·

"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."

User avatar
bedwere
Global Moderator
Posts: 3875
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Greek Haiku

Post by bedwere » Tue Feb 02, 2016 3:49 pm

Καλόν. Τὸ δὲ "ὡς" οὐκ ἔστιν ἐγκλιτικόν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Tue Feb 02, 2016 10:02 pm

τοῦτο τὸ ποίημα ὑπό σου καλῶς γεγραμμένον πεφίληκα σφόδρα.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Wed Feb 03, 2016 9:46 pm

καθ' ἡμέραν πλήσσεις με,
ἡσύχως, κούφως,
καιρίως, ἄναξ χρόνε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Thu Feb 04, 2016 12:45 am

ἡ χώρα ἡμῶν,
ὥσπερ ἐν τῇ Αἰόβᾳ,
οὐκέτι νικᾷ. :wink:

User avatar
bedwere
Global Moderator
Posts: 3875
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Greek Haiku

Post by bedwere » Thu Feb 04, 2016 1:58 am

Εὖγε. Πολλοὶ δὴ οἱ ταύτης τῆς ἀγορᾶς ποιηταί.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Tue Feb 09, 2016 9:47 pm

τήμερον δειπνεῖς.
τοῖς δὲ σκώληξιν ἔσῃ
δεῖπνον αὔριον.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 3875
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Greek Haiku

Post by bedwere » Wed Feb 10, 2016 1:39 am

Ἀλλὰ τοῦτο τὸ Ἰαπονικὸν μέτρον ἔχει ἑπτακαίδεκα χρόνους, τοῦτ'ἔστι πέντε καὶ ἑπτὰ καὶ πέντε, οὐδὲ ἑπτακαίδεκα συλλαβάς. Αἱ μὲν μακραὶ ἐν τῇ Ἑλληνικῇ συλλαβαὶ ἔχουσι δύο χρόνω, αἱ δὲ βραχεῖαι ἕνα. Διὰ τοῦτο δεῖ τὸν τῶν συλλαβῶν ἀριθμὸν ἀλλάσσεσθαι. Πῶς γὰρ οὔ;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Wed Feb 10, 2016 2:51 am

bedwere wrote:Ἀλλὰ τοῦτο τὸ Ἰαπονικὸν μέτρον ἔχει ἑπτακαίδεκα χρόνους, τοῦτ'ἔστι πέντε καὶ ἑπτὰ καὶ πέντε, οὐδὲ ἑπτακαίδεκα συλλαβάς. Αἱ μὲν μακραὶ ἐν τῇ Ἑλληνικῇ συλλαβαὶ ἔχουσι δύο χρόνω, αἱ δὲ βραχεῖαι ἕνα. Διὰ τοῦτο δεῖ τὸν τῶν συλλαβῶν ἀριθμὸν ἀλλάσσεσθαι. Πῶς γὰρ οὔ;
οὐκ οἶδα, φίλτατε. τὸ γὰρ Ἑλληνικὸν Αἱκὺ καινόν ἐστιν ὥστε τὸ πῶς δεῖ γράφειν οὐκ οἶδα.

κατά με, μόνον δεῖ γράφειν ἢ τὸ 5-7-5 ἢ τὸ 7-5-7. λέγω μόνον περὶ τῶν συλλαβῶν. τοῦ γὰρ μακρὸν ἢ βραχὺ οὐ μέλει μοι.

ἀλλά, ὦ ἄριστε, εἰ ἄλλως νομίζεις ὅτι δεῖ ἡμᾶς γράφειν ταῦτα τὰ ποιήματα, δὸς ἡμῖν ἅλλον κανόνα καὶ γράφε οὕτως.

ἔρρωσο!
Last edited by Markos on Mon Jul 25, 2016 7:03 am, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 3875
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Greek Haiku

Post by bedwere » Wed Feb 10, 2016 4:17 am

ἀριθμῶ
οὐ συλλαβάς,
χρόνους δή.
:D

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Wed Feb 10, 2016 7:00 am

ἑπτακαίδεκα
συλλαβὰς ἀριθμέω,
οὐ χρόνους, ὦ τᾶν. :)

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Wed Feb 10, 2016 7:47 am

αὖθις ποίεε
Ἀμερικὴν μεγάλην
καὶ δὴ ἀσφαλῆ.

Δόναλδ Τράμπ

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Fri Feb 12, 2016 11:46 pm

φθεῖρες ἔκτανον
Δημόκριτον. καὶ ἄλλοι
φθεῖρες Σωκράτην.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 3875
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Greek Haiku

Post by bedwere » Sat Feb 13, 2016 1:54 am

Ὁ δὲ Μᾶρκος
εὖ ἀνέγνω
τὰ Μάρκου.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Sat Feb 13, 2016 4:35 am

Χριστὸς Ἰησοῦς
ἀπέθανεν, ἐτάφη,
καὶ ἐγήγερται.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Sat Feb 13, 2016 6:05 am

Θεοῦ τὸ δῶρον,
χάριτι δεδομένον
διὰ πίστεως.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Sun Feb 14, 2016 3:33 am

1 Cor 6:3: οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν?
νῦν ἐν οὐρανῷ
τοὺς ἀγγέλους κριτής τις
κρίνει, Σχαλία.

https://en.wikipedia.org/wiki/Antonin_Scalia
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Wed Feb 17, 2016 11:25 pm

ἐθανάτωσε
θάνατον, θανὼν ἵνα
ἀθανεῖς ὦμεν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Thu Feb 18, 2016 8:04 am

ὁ μὲν Ἀγαμέμνων νικᾷ ἐν μάχῃ καὶ ἐκ τῆς Τροίας ἀναχωρεῖ οἴκαδε. οὐδὲ μόνον ἐστὶ μόνος, ἀλλὰ καὶ γυναικά τινα κομίζει μετὰ αὐτοῦ. τὸ γὰρ ὄνομα αὐτῇ ἐστὶ Κασσάνδρα. ἡ μέντοι τοῦ Ἀγαμέμνονος γυνὴ βλέψας λέγει, "τίς ἐστιν αὕτη ἡ γυνή; οὐ γὰρ γιγνώσκω αὐτήν." ἡ οὖν Κασσάνδρα μαίνεται καὶ δεινὸν ποιεῖται καὶ μιαρᾷ τῇ φωνῇ λέγει,

αἱμάτων ὀσμή,
ὀτοτοτοῖ πόποι δᾶ,
ἐνταῦθά ἐστιν.




Story adapted from the book, "Thrasymachus" by C.W.E. Peckett and A.R. Munday, page 22.
If you see any mistakes, don't hesitate to correct me.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Thu Feb 18, 2016 10:24 pm

εἰ ἔξεστιν τοῖς
σάββασιν θεραπεῦσαι;
ἔξεστιν ποιεῖν.




Derived from Matthew 12:10,12

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Fri Feb 19, 2016 12:00 am

Pros wrote:ὁ μὲν Ἀγαμέμνων νικᾷ ἐν μάχῃ καὶ ἐκ τῆς Τροίας ἀναχωρεῖ οἴκαδε. οὐδὲ μόνον ἐστὶ μόνος, ἀλλὰ καὶ γυναικά τινα κομίζει μετὰ αὐτοῦ. τὸ γὰρ ὄνομα αὐτῇ ἐστὶ Κασσάνδρα. ἡ μέντοι τοῦ Ἀγαμέμνονος γυνὴ βλέψας λέγει, "τίς ἐστιν αὕτη ἡ γυνή; οὐ γὰρ γιγνώσκω αὐτήν." ἡ οὖν Κασσάνδρα μαίνεται καὶ δεινὸν ποιεῖται καὶ μιαρᾷ τῇ φωνῇ λέγει,

αἱμάτων ὀσμή,
ὀτοτοτοῖ πόποι δᾶ,
ἐνταῦθά ἐστιν.
καὶ τὸν μῦθον σου καὶ τὸ ποίημα φιλῶ δή.

καλῶς Κασσάνδρα
προφητεύει. αὕτῃ δὲ
πείθεται οὐδεῖς.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Fri Feb 19, 2016 1:25 am

ποίει ὡς λέγω
οὐδὲ ὡς ἐγὼ ποιῶ·
ὁ κῆρύξ φησιν.


http://www.breitbart.com/2016-president ... ican-wall/

User avatar
bedwere
Global Moderator
Posts: 3875
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Greek Haiku

Post by bedwere » Fri Feb 19, 2016 9:35 pm

Pros wrote:ὁ μὲν Ἀγαμέμνων νικᾷ ἐν μάχῃ καὶ ἐκ τῆς Τροίας ἀναχωρεῖ οἴκαδε. οὐδὲ μόνον ἐστὶ μόνος, ἀλλὰ καὶ γυναικά τινα κομίζει μετὰ αὐτοῦ. τὸ γὰρ ὄνομα αὐτῇ ἐστὶ Κασσάνδρα. ἡ μέντοι τοῦ Ἀγαμέμνονος γυνὴ βλέψας λέγει, "τίς ἐστιν αὕτη ἡ γυνή; οὐ γὰρ γιγνώσκω αὐτήν." ἡ οὖν Κασσάνδρα μαίνεται καὶ δεινὸν ποιεῖται καὶ μιαρᾷ τῇ φωνῇ λέγει,
γυναῖκά
ἐστι
βλέψασα

Χαῖρε, ὦ φίλε.

Ταῦτα εὕρηκα, ἀλλὰ καὶ ἐγὼ ἁμαρτωλός εἰμι. :D

Ἔρρωσο.

mwh
Textkit Zealot
Posts: 3326
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Greek Haiku

Post by mwh » Sat Feb 20, 2016 12:23 am

και το μονον απο του οὐδὲ μόνον ἐστὶ μόνος αφαιρετεον.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Sat Feb 20, 2016 4:38 am

φεῦ, φεῦ, οἴμοι. ὡς ἀμελής ἐξ ἐμοῦ. ἐγὼ οὖν ἔχω χάριν ὑμῖν ὅτι ὑμεῖς ηὑρήκατε τὰς ἁμαρτίας ταύτας. ἀλλ᾿ ὅμως αὕτη ἐστὶν ἡ πρώτη ἁμαρτία ἡ ἐμὴ ἐπεὶ ἡ ἐσχάτη. :wink:

τὸ ἐπανόρθωμα

ὁ μὲν Ἀγαμέμνων νικᾷ ἐν μάχῃ καὶ ἐκ τῆς Τροίας ἀναχωρεῖ οἴκαδε. οὐδ᾿ ἐστὶ μόνος, ἀλλὰ καὶ κομίζει γυναῖκά τινα μετὰ ἑαυτοῦ ἧς ὄνομά ἐστι Κασσάνδρα. ἡ μέντοι τοῦ Ἀγαμέμνονος γυνὴ βλέψασα λέγει, "τίς ἐστιν αὕτη ἡ γυνή; οὐ γὰρ γιγνώσκω αὐτήν." ἡ οὖν Κασσάνδρα μαίνεται καὶ δεινὸν ποιεῖται καὶ μιαρᾷ τῇ φωνῇ λέγει,

αἱμάτων ὀσμή,
ὀτοτοτοῖ πόποι δᾶ,
ἐνταῦθά ἐστιν.




Story adapted from the book, "Thrasymachus" by C.W.E. Peckett and A.R. Munday, page 22.
If you see any mistakes, don't hesitate to correct me.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Sun Feb 21, 2016 2:20 am

«ἄνοιξον» λέγει
τὸ Φ.Β.Ι. «τὴν φωνήν.»
λέγει Μῆλον «οὔ.»
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Tue Feb 23, 2016 4:21 am

ἐν ᾧ κρίματι
κρίνετε κριθήσεσθε,
μὴ οὖν κρίνετε.

καὶ ἐν ᾧ μέτρῳ
μετρεῖτε ἄλλοις, ὑμῖν
μετρηθήσεται.

ἰδοὺ ἡ δοκὸς
ἡ ἐν τῷ ὀφθαλμῷ σοῦ,
ἔκβαλε πρῶτον,

διαβλέψεις γε
τότε ἐκβαλεῖν κάρφος
ἐκ τοῦ ἀδελφοῦ.

Adapted from Matthew 7:1-5

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Fri Feb 26, 2016 12:48 am

Coldplay wrote:Look at the stars.
Look how they shine for you
and everything you do.
Yeah, they were all yellow.
https://www.youtube.com/watch?v=7PDUO3l8xiM

τοὺς ἀστέρας σοι
στίλβοντας καὶ τοῖς ἔργοις
ὡς ξάνθους βλέπε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Mon Feb 29, 2016 1:50 pm

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 15:5-8: καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη ᾿Ιακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
Κηφᾷ ὤφθη καὶ
Ἰακώβῳ καὶ Παύλῳ.
ἆρα ὦπται σοῖ;
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Mon Feb 29, 2016 9:52 pm

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 15:20: Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων.
ἐπεὶ δὲ Χριστὸς
ἐγήγερται ἐκ νεκρῶν,
ἐγερθήσομαι. :D

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Mon Feb 29, 2016 10:43 pm

ΚΑΤΑ ΛΟΥΚΑΝ 24:5-6: ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς, τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν· οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,

ΠΕΤΡΟΥ Α 1:3: Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
ἡ ἐλπὶς ἡ ἡμέτερα ζῶσα

οὐκ ἔστιν ὧδε,
ἠγέρθη ἐκ τῶν νεκρῶν·
ἐγήγερται δή.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Tue Mar 01, 2016 8:17 pm

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 4:12β-13: λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν: ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι.
λοιδορούμενοι
ὡς περίψημα κόσμου,
ἀνεχώμεθα.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Tue Mar 01, 2016 11:30 pm

πρῶτον ἀμελοῦσι ὑμῶν,
ἔπειτα δὲ γελῶσι ἐπὶ ὑμῖν,
ἔπειτα δὲ μάχονται πρὸς ὑμᾶς,
ἔπειτα δὲ νικᾶτε.
Τρὺμπ παραφέρει
τούτους τοὺς λόγους ὑπὸ
Mahatma Gandhi

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Wed Mar 02, 2016 11:41 pm

ΚΑΤΑ ΜΑΡΚΟΝ 9:24: πιστεύω Κύριε: βοήθει μου τῇ ἀπιστίᾳ.
ἐν σοι πιστεύω,
Κύριε. ῥῦσαι οὖν με
ἐκ ἀπιστίας.
Pros wrote:
πρῶτον ἀμελοῦσι ὑμῶν,
ἔπειτα δὲ γελῶσι ἐπὶ ὑμῖν,
ἔπειτα δὲ μάχονται πρὸς ὑμᾶς,
ἔπειτα δὲ νικᾶτε.
Τρὺμπ παραφέρει
τούτους τοὺς λόγους ὑπὸ
Mahatma Gandhi
χθὲς δὲ ἐνίκησε δὴ ὁ Τρύμπ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Thu Mar 03, 2016 6:29 am

ἅπασαι ψυχαί,
οὐδὲ μόνον μέλαιναι,
διαφέρουσιν.


διαφέρειν - ἀξιόλογος εἶναι ἢ ἄξιος.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Sun Mar 06, 2016 1:59 am

ἄνθρωπος λύκος
ἀνθρώπῳ. Θεὸς δέ μοι
ἀμνός, ὁ σφαγείς.
Pros wrote:αὖθις ποίεε
Ἀμερικὴν μεγάλην
καὶ δὴ ἀσφαλῆ.

Δόναλδ Τράμπ
λέγει ὁ Δόναλδ:
«οὐ μικραὶ αἱ χεῖρές μου,
οὐδὲ ἄλλο τι.» :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Sun Mar 06, 2016 5:29 am

Markos wrote:

λέγει ὁ Δόναλδ:
«οὐ μικραὶ αἱ χεῖρές μου,
οὐδὲ ἄλλο τι.» :lol:
τῇ νυκτὶ ταύτῃ ὁ δῆμος εἴρηκε
καὶ τὸ τελευτή ἐστιν ὧδε.

ὁ ἀπατεὼν
καὶ ὁ ψεύστης νικῶσι,
οὐδὲ ὁ μικρός. :lol:

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Tue Mar 08, 2016 10:36 pm

ΙΩΑΝΝΟΥ Α 2.1
Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον·
ὦ Τεκνία μου,
γράφω νῦν ὑμῖν ἵνα
μὴ ἁμάρτητε.

καίτοι ἐάν τις,
παράκλητον ἔχομεν
ἁμάρτῃ, καλῶς,

πρὸς τὸν πατέρα,
τοῦτόν ἐστιν Ἰησοῦν
Χριστὸν δίκαιον.




καλῶς, fortunately

Pros
Textkit Member
Posts: 108
Joined: Tue Aug 15, 2006 8:43 pm
Location: New Jersey

Re: Greek Haiku

Post by Pros » Sun Mar 13, 2016 9:16 pm

τὰ καινότατα ἀγγελθέντα τὰ περὶ τοῦ Δόναλδ Τρύμπ

< ἀπαγέσθωσαν >
οἱ ἀγανακτοῦντες οἱ
ἐπὶ τῷ Δόναλδ

γεγενημένοι
εἰσὶν οἱ συγχέοντες
φιλανθρωπίας.
Last edited by Pros on Sun Mar 20, 2016 4:40 am, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Greek Haiku

Post by Markos » Tue Mar 15, 2016 10:39 pm

Pros wrote:αὖθις ποίεε
Ἀμερικὴν μεγάλην
καὶ δὴ ἀσφαλῆ.

Δόναλδ Τράμπ
ὁ τοῦ Τρύμπ λόγος:
«ἀναμεγαλύνωμεν
τὴν Ἀμέρικαν.»

ἀναμεγαλύνω -- ποιῶ τι μέγα πάλιν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Post Reply