πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
User avatar
jeidsath
Administrator
Posts: 3238
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;

Post by jeidsath » Wed Dec 10, 2014 11:20 pm

πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο; πρώτον κατὰ Μάρκον καὶ δεύτερον κατὰ Ματθαῖον καὶ τρίτον κατὰ Λουκὰν καὶ κατὰ Ἰωάννην τάταρον; ἤ οὔχ οὕτω ἐφεξης;

ἐγνότην ὁ Ματθαῖον τὸν βιβλίον κατὰ Μάρκον; οὐκ ἐγνότην ὅς κατὰ Λουκὰν; ἀλλὰ δὴ πότερον πείθῃ οὕτους τοῦ Q λαλεῖν;
Joel Eidsath -- jeidsath@gmail.com

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;

Post by Markos » Sun Dec 14, 2014 7:03 pm

καλὸν μὲν ἐρώτημα, δύσκολον δέ. οὐκ οἶδα ἔγωγε. μόνον Θεὸς οἶδε.

ἵσως τε Ματθαῖός τε Λουκᾶς ἔγνων τὸν Ur-Μᾶρκον?
jeidsath wrote:πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;
νομίζω ὅτι δεῖ σε γράφειν τὸ "ἐγράφη." (τὸ πάθος) τὸ γὰρ "ἐγράψαντο" (ἡ μεσότης) σημαίνει "κατηγόρησαν ἐπὶ τοὺς δικαστῶν."

άκριβῶς ἐνόμισα?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
jeidsath
Administrator
Posts: 3238
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;

Post by jeidsath » Mon Dec 15, 2014 2:36 am

Μὰ τὸν κύνα δὴ ἀκριβῶς γράψεις. εὐχαριστῶ. πάλιν τὸ ἐρώτημα λέγω ὅτι πῶς ἐφεξὴς ταῖς βίβλους τῆς εὐαγγέλιας τοῦ Ἰησοῦ ἐγράφη;
ἵσως τε Ματθαῖός τε Λουκᾶς ἔγνων τὸν Ur-Μᾶρκον?
πότερον ἔγραψαν γνόντες οὕτοι τὸν πρωτον Μᾶρκον; ἤ ἔγνω μὲν Ματθαῖος οὐδεν ἄλλο πλὲν Μᾶρκον· Λουκᾶς δὲ ἀμφότερον ἔγνω;

δοκεῖ ἐμέ ὔβριν εἶναι τὸ λέγειν τοῦ Ur-Μάρκου. ὁ διδάσκαλος λέγε γιγνώσκω ἐγώ τὴν πέμπτην βίβλον τῆς εὐαγγέλιας τοῦ Ἰησοῦ. ὠνοῦ τὴν βίβλον μού.

Μᾶρκος “Goodacre” ἐγραψε τὸδε τὴν δίκην πρὸς Q: http://markgoodacre.org/Q/ten.htm

ὁ τέταρτος τοῦ Μάρκου λόγος ἐν ταύτῃ δίκῃ ἦν ὅτι καλῶς τίθει τὸ ξύρον τοῦ Occam.
Joel Eidsath -- jeidsath@gmail.com

User avatar
Nikolaos_Magistros
Textkit Neophyte
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;

Post by Nikolaos_Magistros » Mon Dec 29, 2014 10:13 am

Χαίρετε, ὦ φίλοι. Ἀναγνοὺς μὲν κἀγὼ ἐν τῇ ἐπιγραφῇ, ὅτι δὴ περὶ τῶν γραψάντων τὰ τοῦ Θεοῦ ἡμῶν Εὐαγγέλια λέγετε, ἄξιον λόγου καὶ δὴ καὶ μετ' ἀκριβείας ἐξεταστέον μοι ἐφάνη τὸ πρᾶγμα. Νῦν δ' ἀπορῶ ἰδὼν αὐτὸ μᾶλλον δυσχερὲς καὶ δύσλυτον εἶναι, αὐτὸς γὰρ πάλαι διδαχθεὶς ὑπὸ σοφῶν τινων καὶ ἐπιστημονικῶν λόγων τὸν θεῖον Μᾶρκον πρῶτον γράψαι Εὐαγγέλιον - λέγω δὴ ὅσα εἰς ἡμᾶς σέσωσται, ἅτε πολλῶν βιβλίων ὑπὸ τοῦ παμφάγου χρόνου εἰς λήθης βυθοὺς διολισθησάντων καὶ παντάπασιν ἐξίτηλα γενομένων - τοὺς δὲ ἱερωτάτους Ματθαῖον καὶ Λουκᾶν τοῖς αὐτοῦ καί τισιν ἄλλοις λόγοις ἐντυχόντες ἕκαστον γράψαι ἕν, τέλος δὲ τὸν Ἰωάννην ὀνομαζόμενον ἄλλας τινας γραφὰς ἀναγνόντα ἢ ἐκ στόματος μαρτύρων ἀκούσαντα - οὐκ οἶδα πότερον πρὶν τοὺς ἄλλους ἢ ὕστερον - συγγράψαι τέταρτον Εὐαγγέλιον, ἕτερα τοῖς τρισὶ καὶ ἄλλως πως διηγοῦμενον, ἅτε ἐξ ἄλλων πηγῶν νάμασι ποτισθέν. Ἡ δὲ διὰ τοῦ στοιχείου Q δηλουμένη πηγὴ εἴη ἄν τις ἤ τινες λόγους τινας γράψαντες, οἷς ἐντυχόντες ἀμφότεροι, τὸν Ματθαῖον δηλονότι λέγω καὶ τὸν Λουκᾶν, ὅμοια μὲν περὶ τούτων ἀλλήλοις ἔγραψαν, παρὰ δὲ τῷ Μάρκῳ μὴ εὑρισκόμενα. Νῦν δ’ ὁρῶ τὸ πρᾶγμα ἀσαφέστερόν πως καὶ πολυπλοκώτερον εἶναι, ὅτι οὗτος ὁ Γουδάκριος ἐπονομαζόμενος Μᾶρκος πολλά τε καὶ εὔλογα προβάλλει κατὰ τῆς ὑπάρξεως τῆς Q καὶ τὸ πειστικώτατον, ὅτι ὑφαιρεθείσης τῆς Q ἀνάγκη καὶ τῷ ἁγιωτάτῳ Λουκᾷ ἀπονέμειν τιμὰς ὡς κάλλιστα καὶ τεχνικώτατα συγγράψαντι τὸν τοῦ Χριστοῦ βίον ἀπ’ ἀρχῆς ἄχρι τέλους. Τὸ τελευταῖον τοῦτο κἀγὼ εὖ οἶδα, πολλάκις γε τὴν τοῦ ἀνδρὸς εὐγλωττίαν καὶ χάριν θαυμάσας.
Last edited by Nikolaos_Magistros on Thu Jan 01, 2015 9:17 am, edited 1 time in total.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.

User avatar
jeidsath
Administrator
Posts: 3238
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;

Post by jeidsath » Wed Dec 31, 2014 6:48 pm

οἴμοι! ἐν μὲν ᾧ γράφειν, κόπον ἔχεις μέγιστον· ἡδύς δὲ τὸν λόγον.
ἅτε πολλῶν βιβλίων ὑπὸ τοῦ παμφάγου χρόνου εἰς λήθης βυθοὺς διολισθησάντων καὶ παντάπασιν ἐξίτηλα γενομένων
μάλιστα γε. ἀλλ’ ποῦ ἐστι τὰ βιβλία ὁμοιότερα ἑαυτὰ ὡς εὐαγγέλια Μᾶρκου καὶ Ματθαίου καὶ Λοῦκα εἶναι. ὀλίγα ἐστι τοιουτότροπα βιβλία. Q καὶ τὰ λοιπὰ ἂν τιθῶμεν εἰ ὀλίγα εἶναι;
Τὸ τελευταῖον τοῦτο κἀγὼ εὖ οἶδα
ἄρα οἶδε Μᾶρκον τὸ τελευταῖον τοῦτο; —καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο γάρ.
Joel Eidsath -- jeidsath@gmail.com

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: πῶς ἐφεξὴς τὰ εὐαγγέλια ἐγράψαντο;

Post by Markos » Wed Dec 31, 2014 8:49 pm

Nikolaos_Magistros wrote:διδαχθεὶς...τὸν Ἰωάννην...συγγράψαι τέταρτον Ευαγγέλιον...- οὐκ οἶδα πότερον πρὶν τοὺς ἄλλους ἢ ὕστερον -
χαῖρε, φίλε.

ἔγωγε νομίζω μὲν ὅτι ὕστερον ἔγραψεν Ἰωάννης, οἶδα δ' οὔ.

ἔρρωσο!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Post Reply