What's the weather like today (Ἑλληνιστί)

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

χθὲς μὲν θερμὸς ὁ ἀὴρ καὶ φλέγει ὁ ἥλιος. σήμερον δὲ νιφάδας ἐξ οὐρανοῦ πιπτούσας ὁρῶ.
opoudjis wrote:εἰ οὐκ ἀρέσκει σοι ὁ τῆς Μελβούρνης καιρός—πέντε λεπτά ἀνάμενε.
ἐν δὲ τῇ γῇ μου (λέγω τὴν Κολοράδο) μόνα τέσσαρα λεπτὰ δεῖ ἀναμένειν.
Last edited by Markos on Mon Oct 09, 2017 10:00 pm, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Ἐνταῦθα ἐν τῇ κώμῃ τοῦ Ἁγίου Ναζιανζοῦ εὐδία ἔχει. Διόπερ ἐβάδιζον τῆς δείλης. Νῦν δὲ ἐπανεληλυθὼς εἰς τὸ μοναστήριον τῆς Ἁγίας Ἀναστάσεως εἶμι εἰς τὴν ἐνάτην ὥραν καὶ τὸν ἑσπερινόν.

Image

Image

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

τοῦ ἡλίου φλέγοντος, ἱδρῶ διὰ τὸν θερμὸν ἀέρα. ὕδωρ οὖν ψυχρὸν πίνω, θερμοῦ ὕδατος ἐκ τοῦ προσώπου μου πίπτοντος. ἐν δ' οἰκίᾳ μένω τὸν θερμὸν ἀέρα φεύγων.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Ἐνταῦθα τὸ καῦμα πολύ ἐστιν. Οὐ γὰρ οὐδεμία νεφέλη πάρεστιν ἐν τῷ οὐρανῷ ὥστε καλύψαι τὸν ἥλιον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

εὐδίας ἐχούσης, ἐν ὄρεσιν περιπατήσομεν ἐγὼ καὶ ὁ παῖς.
bedwere wrote:Ἐνταῦθα τὸ καῦμα πολύ ἐστιν. Οὐ γὰρ οὐδεμία νεφέλη πάρεστιν ἐν τῷ οὐρανῷ ὥστε καλύψαι τὸν ἥλιον.
οὐδὲ ἐν οὐρανῷ ὑπάρχει νέφος τι δυνόμενον τὸν Θεὸν καλύψαι. φῶς γάρ ἐστιν Θεός.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
Nikolaos_Magistros
Textkit Neophyte
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Post by Nikolaos_Magistros »

Ἐν τῇ Κρήτῃ ἐν ταύταις ταῖς ἡμέραις ἄλλοτε μὲν ὕει, ἄλλοτε δ’ οὐ· σύννεφος μὲν ὁ οὐρανὸς καὶ ἡ τοῦ θέρους ἀκμὴ καὶ τὸ καῦμα οἴχεται, ἀλλ’ οὔπω λίαν κρύος ὁ ἀήρ· κατ’ ἐμὲ καλλίστη τε καὶ ἡδίστη τοῦ ἔτους ἐστὶν αὕτη ἡ ὥρα, ὅτε καὶ ὁ καρπὸς ἀκμάζει ὁ τῆς ῥοιᾶς, ὁ πολύκοκκος οὗτος θησαυρὸς ὃν καὶ θεῖον δῶρον καὶ χρυσίον ἐρυθρὸν εἴποι ἄν τις εἴπερ ὡς μάλιστ’ ἀληθεύειν ἐθέλοι.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Χαίρετε, ὦ φίλοι. Σήμερον εὐδία μὲν εἶχεν ἐν τῇ Διδακουπόλει, οὐδὲ ὁ ἀὴρ θερμότερον ἦν.

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by ἑκηβόλος »

Image

ἀτμιδουμένων τῶν μεσημβρινῶν ὑδάτων ἀπομάσσεται αὐτοῦ τὸ ἐρρυτιδωμένον μέτωπον ἱδρῶτος ὁ ἐργάτης ...

Image

καὶ καθιζόμενος ἀναπαύεται ὀλίγον ὁ βασανισάμενος συνεργάτης.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

ἐνταῦθα μὲν οὖν ψῦχός τι ὑπάρχει. τῇ δ' ἐπαύριον εὐδίαν προσδοκῶμεν.
Nikolaos_Magistros wrote:κατ’ ἐμὲ καλλίστη τε καὶ ἡδίστη τοῦ ἔτους ἐστὶν αὕτη ἡ ὥρα, ὅτε καὶ ὁ καρπὸς ἀκμάζει ὁ τῆς ῥοιᾶς, ὁ πολύκοκκος οὗτος θησαυρὸς ὃν καὶ θεῖον δῶρον καὶ χρυσίον ἐρυθρὸν εἴποι ἄν τις εἴπερ ὡς μάλιστ’ ἀληθεύειν ἐθέλοι.
εὖ λέγεις, φίλτατε. πᾶν γὰρ δῶρον καλὸν ἐκ Θεοῦ ἐστιν.
bedwere wrote:Σήμερον εὐδία μὲν εἶχεν ἐν τῇ Διδακουπόλει...
καλὸν μὲν τοῦτο, θαῦμα δ' οὔκ.
ἑκηβόλος wrote:Image

καὶ καθιζόμενος ἀναπαύεται ὀλίγον ὁ βασανισάμενος συνεργάτης.
ὕδατος χρείαν ἔχειν νομίζω τοῦτον. χαίρω δέ, φίλε ἑκηβόλε, ἰδών σε πάλιν γράφοντα ἡμῖν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by ἑκηβόλος »

μικρὸν δὲ ὕστερον χειμῶνος ἥξοντος καὶ τοῦ βορρᾶ πνευσομένου ἐπενδυσόμεθα τὰς χλαμύας, ἀλλὰ προσέχετε τῶν ψευδῶν ἐξωτερικῶν ζῴων, οἵτινες ἔρχονται δὲ ἐν ἐνδύμασιν πιθήκων ἀγρίων, ἔσωθεν δέ εἰσιν αἴλουροι ἥμεροι ἐπιλείχοντες τοὺς καρπούς.

Image
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

τῷ Θεῷ τῷ εὐδιάζοντι εὐχαριστῷ.
ἑκηβόλος wrote:...ἀλλὰ προσέχετε τῶν ψευδῶν ἐξωτερικῶν ζῴων, οἵτινες ἔρχονται δὲ ἐν ἐνδύμασιν πιθήκων ἀγρίων, ἔσωθεν δέ εἰσιν αἴλουροι ἥμεροι ἐπιλείχοντες τοὺς καρπούς.

Image
τὰς μὲν τρίχας ἀλλάσσει ὁ λύκος, τὴν γνώμην δ' οὔ. ἀλλὰ τοῦτο τὸ ζῷον καὶ τὰς τρίχας καὶ τὴν γνώμην ἤλλαξε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
Nikolaos_Magistros
Textkit Neophyte
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Post by Nikolaos_Magistros »

Ὦ τοῦ δεινοῦ τέρατος! Αἴλουρος ἐν πιθήκου θριξί, «ἀρούρης καρπὸν ἔδων»! Εἰ μὴ αὐτὸς ἑώρων, οὐκ ἂν ἐπίστευον. :shock: Ἡμῖν δέ, ὦ φίλοι, ἐν τῆι οἰκίαι τούτου τὸ ἀντίθετόν ἐστιν, αἴλουρός τις ξενότροπος, ἐπὶ μὲν τῶν τραπεζῶν καὶ παντὸς ἐκ τοῦ τοίχου προεξέχοντος καὶ κρημνώδους πράγματος ἁλλόμενος καὶ ἀκροβατῶν, τὰς δὲ θύρας τῆι τοῖν ἐμπροσθίοιν ποδοῖν ἐπὶ τὸ κάτω ἕλξει ἀνοιγνὺς καί, ὡς συνοπτικῶς εἰπεῖν, τὸ πᾶν ποιῶν ὥστε πείθειν τοὺς ὁρώντας ἔνδον τῶν τριχῶν μὴ αἴλουρον ἀλλὰ πίθηκον ἐγκρύπτεσθαι.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

ἐνταῦθα συννέφει. φωτίζοι δὲ Θεὸς τοὺς ἐν Τέξας ὑπὲρ τῶν νεκρῶν κλαίνοντας.
Nikolaos_Magistros wrote:Ὦ τοῦ δεινοῦ τέρατος! Αἴλουρος ἐν πιθήκου θριξί, «ἀρούρης καρπὸν ἔδων»
τὸν Ὅμηρον νομίζω σε ἀναγιγνώσκειν. καλὸν δὲ τοῦτ' ἐστιν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by ἑκηβόλος »

ἐπιφωσκούσης μὲν τῆς ἡμέρας ὑετώδης ἦν ὁ καιρός τε καὶ ἀχλυώδης, δείλης δὲ προσελθούσης ἐγένετο ψυχρὸς.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

User avatar
Nikolaos_Magistros
Textkit Neophyte
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Post by Nikolaos_Magistros »

Markos wrote:ἐνταῦθα συννέφει. φωτίζοι δὲ Θεὸς τοὺς ἐν Τέξας ὑπὲρ τῶν νεκρῶν κλαίνοντας.
Nikolaos_Magistros wrote:Ὦ τοῦ δεινοῦ τέρατος! Αἴλουρος ἐν πιθήκου θριξί, «ἀρούρης καρπὸν ἔδων»
τὸν Ὅμηρον νομίζω σε ἀναγιγνώσκειν. καλὸν δὲ τοῦτ' ἐστιν.
Τοῦτο δὴ νομίζων, φίλτατε, ὡς ἥκιστα ἁμαρτάνεις τοῦ ἀληθοῦς. Μάλιστα γὰρ πάντων ποιητῶν τὸν Ὁμηρὸν φιλῶ καὶ ὅποτ' ἂν εὐκαιρῶ, τούτου τοῖς ποιήμασιν ἐντυγχάνω. Καίπερ γὰρ πολλὰ παράδοξα καὶ ἀηδέα περὶ τῶν δαιμόνων, οὓς οἱ εἰδωλομανεῖς τιμῶσιν, ἀφηγούμενος, ἀλλά γε μὴν σφόδρα ἡδύς ἐστι τὴν λέξιν καὶ τὴν τέχνην τὴν ποιητικήν. Διὰ γὰρ τουτὶ καὶ ὁ πολὺς Βασίλειος ὁ ἡμέτερος, ὁ καὶ τῆς Καισαρέων ἐπίσκοπος χρηματίσας, ἐν τῶι πρὸς τοὺς νέους λόγωι παραινεῖ μὲν τὸν ἀναγιγνώσκοντα φυλάττεσθαι τὰ τοιαῦτα, τὰ περὶ τῶν δαιμόνων λέγω, τὸ δὲ ὠφέλιμον τὸ ἐν τοῖς ποιήμασιν ὥσπερ μέλι ἐξ ἀνθέων καρποῦσθαι. Πλεῖστα γὰρ οἴδασιν οἱ τῶν μύθων ποιηταὶ οὗτοι ἄιδειν «ψεύδεα ἐτύμοισιν ὁμοῖα», ἀλλὰ καί, «εὖτ' ἐθέλωσιν, ἀληθέα γηρύσασθαι».
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by ἑκηβόλος »

ἀνατείλαντος δὲ σήμερον τοῦ ἡλίου διεστείλατο τὰ τριήμερα ὑγρά. τὰ δὲ ἐξαιθριασμένα ἱμάτια ἐψύχθησαν.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

εὐδιῶν οὐσῶν, τὴν ἅμαξαν ἔπλυνα. ῥυπαρὰ γὰρ ἦν.
Nikolaos_Magistros wrote:Πλεῖστα γὰρ οἴδασιν οἱ τῶν μύθων ποιηταὶ οὗτοι ἄιδειν «ψεύδεα ἐτύμοισιν ὁμοῖα», ἀλλὰ καί, «εὖτ' ἐθέλωσιν, ἀληθέα γηρύσασθαι».
τὸν δ' Ἡσίοδον βλέπω σε γιγνώσκοντα. τὴν δ' ἀλήθειαν λέγεις. τὴν γὰρ ἀλήθειαν ὁ Ὅμηρος γράφει γράφων τὸ «ὀψὲ κακῶς νεῖαι.» ἐκ γὰρ Θεοῦ ἐσμεν κὰι πρὸς Θεὸν βήσομεν, ἀλλ' ὕστερον καὶ μετὰ λύπην.
ἑκηβόλος wrote:ἀνατείλαντος δὲ σήμερον τοῦ ἡλίου διεστείλατο τὰ τριήμερα ὑγρά. τὰ δὲ ἐξαιθριασμένα ἱμάτια ἐψύχθησαν.
δύο οὖν ἱματίων χρείαν ἔχεις σύγε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by ἑκηβόλος »

Markos wrote:δύο οὖν ἱματίων χρείαν ἔχεις σύγε.
αἰθρίας οὔσης ἀρκεῖ τὰ δύο.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

γυμνὰ τὰ δένδρα τῶν φύλλων. πάντα δ' ἀποψύχει χλωρὰ ὄντα.

γυμνός ή όν -- μ. γεν. ἐστερημένος πράγματός τινος. (Λ.Σ.Κ.)
Last edited by Markos on Wed Nov 29, 2017 12:53 am, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Ἐνταῦθα ὁ οὐρανὸς κεκρυμμένος ἐστίν. Ἔνια δὲ φύλλα ἐστὶ χλωρά.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

ἐκ φύλλων γεγύμνωται τὰ δένδρα. ταῦτα γὰρ ὁ Θεὸς γεγύμνωκεν.
bedwere wrote:Ἐνταῦθα...Ἔνια δὲ φύλλα ἐστὶ χλωρά.
πῶς γὰρ οὔκ? πολλὰ γὰρ φύλλα ἐν Καλιφορνίᾳ χλωρά ἑστιν. (λεγω τὴν μαριχουάνα ἢ τὴν καννάβην.) :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Ἀλλ' ὦ ἀγαθέ, οὐχ' ἡ κάνναβις ἐλευθέρως πωλεῖται ἐν τῷ Κολωράτῳ;
Σήμερον δὲ κατὰ μέρος συννέφελός ἐστιν.

User avatar
Nikolaos_Magistros
Textkit Neophyte
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Post by Nikolaos_Magistros »

Ἐν Κρήτηι ὁ ἀὴρ τήμερον θερμότερος τοῦ συνήθους ἐστίν, ἄνεμοι γὰρ νότιοι σφόδρα δυνατοὶ ἐκ τῆς Λιβύης ἐφ' ἡμᾶς πνέουσιν. Τῶν δένδρων δὲ τῶν φυλλοβόλων ἔνια μὲν τὴν χροιὰν ἤδη πρὸς τὸ χλωρότερον μετήλλαξεν, ὡς ἡ ῥοιὰ αἵ τε συκαὶ αἳ ἐν τῆι ἡμετέραι αὐλῆι οὖσαι, οὔπω δὲ τὰ πλείω τῶν φύλλων ἀπέρριπται, ὥστε πάνυ ἡδέως ἀτενίζω τὴν θέαν, μεμνημένος τῆς Ὑπερβορείων χώρας οὗ ἀεὶ μετὰ τὴν θερινὴν ὥραν τὰ δάση ποικίλα ἐστὶ τοῖς χρώμασι τῶν φύλλων.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Χαίρετε, ὦ ἕλληνές τε καὶ φιλέλληνες. Σήμερον δὲ δείλῃ ἐξελθὼν οἴκοθεν ἀνέβην ἐπὶ τὀ Μέλα Ὄρος. Καὶ ἐκεῖ ἐποίησα τόδε τὸ φωτόγραμμα·

Image

Ἦν μὲν ὁ οὐρανὸς κατὰ μέρος κεκαλυμμένος ὥστε καὶ ὅσον οὐκ εἶδον τὸν Ὠκεανόν. Ἡ δὲ πορεία ἡδεῖά μοι ἐγένετο.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

τῆς νυκτὸς τῆς ἐχθὲς εἶδον τὴν σελήνην σελαγίζουσαν. μεγάλη δὲ ἐμοὶ ἡ σελὴνη ἐδόκησεν εἶναι. «ὑπερσελήνη» γὰρ ἦν.
bedwere wrote:Ἐνταῦθα...Ἔνια δὲ φύλλα ἐστὶ χλωρά.
Markos wrote:πῶς γὰρ οὔκ? πολλὰ γὰρ φύλλα ἐν Καλιφορνίᾳ χλωρά ἑστιν. (λεγω τὴν μαριχουάνα ἢ τὴν καννάβην.) :lol:
bedwere wrote:Ἀλλ' ὦ ἀγαθέ, οὐχ' ἡ κάνναβις ἐλευθέρως πωλεῖται ἐν τῷ Κολωράτῳ;
οὗτοι μὲν πωλοῦσιν, ἐγὼ δ' οὐκ ἀγοράζω. :D
Nikolaos_Magistros wrote:...πάνυ ἡδέως ἀτενίζω τὴν θέαν...
καλῶς δ' ἀτενίζεις. ἐκ γὰρ θεοῦ ἡ θέα αὕτη γίγνεται.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Καὶ φύλαξαι τοὺς μύκητας, ὦ τᾶν. Καὶ γὰρ οὗτοι φύονται ἐν τῇ χώρᾳ σου. :D

Image

Ἐνταῦθα δὲ ὁ ἄνεμος πνεῖ, ὀλίγων νεφελῶν παρουσῶν.

User avatar
jeidsath
Textkit Zealot
Posts: 5332
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: What's the weather like today (φθινόπωρον)

Post by jeidsath »

ἐξελθὼν τῆς θύρας εἰσῆλθον γέ.

Image
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

τὸν ἥλιον αἱ νεφέλαι καλύπτουσι. ὁ δὲ ἥλιος κρυβεὶς τὸν ἀέρα οὐ δύναται θερμαίνειν. ψυχρὸς οὖν ἐστιν.
jeidsath wrote:ἐξελθὼν τῆς θύρας εἰσῆλθον γέ.
Image
τοῦ ἀέρος λίαν ψυχροῦ ὄντος, ἔδει σε οὐκ εἰς τὴν οἰκίαν εἰσελθεῖν, ἀλλ' εἰσδραμεῖν. :)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Ὀλίγων νεφελῶν παρουσῶν, ὁ ἥλιος λάμπει ὑπὲρ τῆς Διδακουπόλεως.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

πρωὶ μὲν ἔνειψεν ὀλίγον. ἔπειτα δ' ἐφάνη ὁ ἥλιος. ἀλλ' οὐκ ἐδυνήθη τὰς νιφάδας τήκειν. λίαν δὲ ψυχρὸς ὁ ἀήρ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Ἐνταῦθα δὲ διὰ τῆς ἡμέρας ἔλαμπε ὁ ἥλιος. Ψῦχος δέ τί ἐστιν τοῖς νοτίοις Καλιφορνίοις.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Ἐνταῦθα δὲ διὰ τῆς ἡμέρας ἔλαμπε ὁ ἥλιος. Ψῦχος δέ τί ἐστι τοῖς νοτίοις Καλιφορνίοις.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

כִּי־יֶ֣לֶד יֻלַּד־לָ֗נוּ בֵּ֚ן נִתַּן־לָ֔נוּ
ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν.
σήμερον μὲν οὖν τεκνίον τι ἡμῖν γεγέννηκεν. ἡμῖν δ' υἱόν τινα δέδωκεν ὁ Θεὸς ὁ ἐν τοῖς οὐρανοῖς. τοῦνομα τούτῳ Ἰησοῦς. ἐπὶ δὲ τῆς γῆς νιφάδας ὁρῶμεν. λευκὴν οὖν τὴν ἑορτὴν ἄγομεν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Καλὰ Χριστούγεννα πᾶσιν τοῖς φίλοις. Ὁ δὲ ἥλιος λάμπει ὑπὲρ τῆς πόλεως, τοῦ ἀέρος χλιαροῦ ὄντος.

Image
Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ιησοῦ Χριστοῦ.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by Markos »

χαίρω πολὺ ἐπὶ τοῦ ἀέρος θερμαινομένου ὑπὸ Θεοῦ. τὴν δὲ χιόνα τήκει οὗτος.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: What's the weather like today (φθινόπωρον)

Post by bedwere »

Σήμερον ὁ ἐνταῦθα οὐρανὸς ἦν κατὰ μέρος συννέφελος.

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (Ἑλληνιστί)

Post by ἑκηβόλος »

χειμῶνος μεσοῦντος ὁ οὐρανός συννεφὴς καὶ ταχέως ἐνδύνει τὸ τοῦ Ἀπολλῶνος ἅρμα, τηνικάδε τῆς ὥρας νηνεμίᾳ χοινιδὴς ὁ ἀὴρ καὶ τὸ πλῆθος ὑποβήσσει.
Last edited by ἑκηβόλος on Sat Dec 30, 2017 5:39 pm, edited 1 time in total.
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (Ἑλληνιστί)

Post by ἑκηβόλος »

λελευκασμένου τοῦ νῦν ἀφύλλου δένδρου ἐφάνθη τὸ πρὶν λαθραῖον ἀνθρήνιον.

Image
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: What's the weather like today (Ἑλληνιστί)

Post by Markos »

τοῦ ἡλίου μὴ φανέντος, ψυχρὸς σφόδρα ὁ αήρ.
ἑκηβόλος wrote:λελευκασμένου τοῦ νῦν ἀφύλλου δένδρου ἐφάνθη τὸ πρὶν λαθραῖον ἀνθρήνιον.

Image
ναί, φίλτατε. ὁρῶμεν γὰρ νῦν μὲν τὴν τῶν μελιττῶν οἰκίαν. τότε δ' ἐκρύβη. ταύτην γὰρ τὰ φύλλα ἔκρυπτον. νῦν δὲ γυμνὸν τῶν φύλλων τὸ δένδρον. νῦν οὖν πέφηνεν ὁ φωλεὸς τῶν σφηκῶν.
ἑκηβόλος wrote:...καὶ τὸ πλῆθος ὑποβήσσει.
καλὸν λόγον καινὸν ἔμαθον, σοῦ με διδάσκοντος. χάριν οὖν σοι οἶδα.

ὑποβήσσω -- βήχω ἐλαφρῶς, ἔχω μικρὸν βῆχα. (Λ.Σ.Κ.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
ἑκηβόλος
Textkit Zealot
Posts: 969
Joined: Wed Aug 07, 2013 10:19 am
Contact:

Re: What's the weather like today (Ἑλληνιστί)

Post by ἑκηβόλος »

Markos wrote:
ἑκηβόλος wrote:...καὶ τὸ πλῆθος ὑποβήσσει.
καλὸν λόγον καινὸν ἔμαθον, σοῦ με διδάσκοντος. χάριν οὖν σοι οἶδα.

ὑποβήσσω -- βήχω ἐλαφρῶς, ἔχω μικρὸν βῆχα. (Λ.Σ.Κ.)
ἐνίοτε μὲν συμπαρομαρτοῦσι τῷ ξηρόβηχι οἱ πταρμοί τε καὶ ὁ βράγχος, ἐνίοτε δὲ καὶ ἡ τῶν ὀφθαλμῶν φλόγωσις (ὅ ἐστιν ἡ ἀλγηδὼν ὀμμάτων).

Nanchang vs. Denver
τί δὲ ἀγαθὸν τῇ πομφόλυγι συνεστώσῃ ἢ κακὸν διαλυθείσῃ;

Post Reply