Textkit Logo

Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Tue May 22, 2018 3:16 am

mwh wrote:You mean θήκας? But shd be θείς.
επι: υπο?
Why not απέθανεν?

Thanks!
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri May 25, 2018 3:54 pm

Μῦθοι Αἰσώπειοι· τλβ', τλγ', τλδ'

Ταῦρος καὶ αἶγες ἄγριαι

Image

Ταῦρός τις λέοντα φυγὼν εἰς σπήλαιον εἰσῆλθεν ὅπου αἶγες ἦσαν. Αἱ μὲν ἐπετίθεντο αὐτῷ, ὁ δὲ τὸν λέοντα δεδοικὼς ὑπέμενεν αὐτάς.

Ἀνάγνωσις τοῦ τλβ' μύθου

Ταὼν καὶ γέρανος

Image

Ταώς τις κατεφρόνει γεράνου ὡς οὐδὲν καλὸν ἐπὶ τοῖς πτεροῖς ἔχοντος. Ὁ δὲ γέρανος ἀπεκρίνατο λέγων ὅτι αὐτὸς μὲν πρὸς τὰς ἀστέρας πέτοιτο, ὁ δὲ ταὼς μετὰ τῶν ὀρνίθων μένοι.

Ἀνάγνωσις τοῦ τλγ' μύθου

Ταὼς καὶ κολοιός

Image

Ὁ ταὼς ὑπερήφανος ὢν ἐβούλετο βασιλεὺς τῶν ὀρνέων γενέσθαι. Ἔφη γὰρ κάλλιστος αὐτῶν εἶναι. Ἀλλ' ὦ τᾶν, ἤρετο ὁ κολοιός, πῶς βασιλεὺς χειροτονηθεὶς σώσεις ἡμᾶς, ἐὰν ὁ ἀετὸς ἐπίῃ ἡμῖν;

Ἀνάγνωσις τοῦ τλδ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 01, 2018 3:44 pm

Μῦθοι Αἰσώπειοι· τλε', τλϛ', τλζ'

Τέττιξ καὶ ἀλώπηξ

Image

Ἀλώπηξ τις τέττιγος ἀκούσασα ᾔτησεν αὐτὸν καταβῆναι ἀπὸ τοῦ δένδρου ὡς ἐπιθυμοῦσα θεωρεῖν τὸν τοιαύτην φωνὴν ἔχοντα. Ὁ δὲ τέττιξ οὐ πιστεύσας, εἶδέ γάρ τοτε πτερὰ τέττιγος ἐν τῷ κόπρῳ ἀλώπεκος, ἀφῆκε φύλλον. Ἡ δὲ ἀλώπηξ εὐθὺς ἐπῆλθεν ἐπ' ἐκεῖνον, καταγελῶντος τοῦ τέττιγος.

Ἀνάγνωσις τοῦ τλε' μύθου

Τέττιξ καὶ μύρμηκες

Image

Τοῦ χειμῶνος ὁ τέττιξ προσελθὼν παρὰ τοὺς μήρμυκας ἐδεήθη σίτου. Μαθόντες δὲ οἱ μήρμυκες ὅτι ὁ μὲν τέττιξ διὰ τοῦ θέρους ᾖδε, αὐτοὶ δὲ ἐπόνουν, οὐδὲν ἔδοσαν· χρή σε, ἔφη τις αὐτῶν, τότε ᾄδοντα νῦν ὀρχεῖσθαι.

Ἀνάγνωσις τοῦ τλϛ' μύθου


Τοῖχος καὶ πάλος

Image

Τοῖχος ὑπὸ πάλου διαρρηγνύμενος ἤρετο διὰ τί τοῦτο ποιοίη. Οὔποτε γὰρ ὁ τοῖχος ἀδικήσαι τὸν πάλον. Ὁ δὲ ὑπολαβὼν εἶπεν ὅτι ὁ ὀπίσω αὐτοῦ ἄνθρωπος αἴτιος εἴη.

Ἀνάγνωσις τοῦ τλζ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Sun Jun 03, 2018 2:38 am

τλδ. Ἦν γὰρ κάλλιστος αὐτῶν: Wouldn’t ειναι be better?

τλε. παρῄνεσε: ῃτησε?
Ὁ μὲν τέττιξ: ο δε τ.
ἐπῆλθεν αὐτό: αυτῳ (or better εκεινῳ) or επ’αυτο

τλς. οὐδὲν δόντες: εδοσαν

τλζ. διαρρηγνὺς: διαρρηγνυμενος!
ἤρετο αὐτῷ: αυτον (or omit)
ὁ τοῖχος ἠδίκησε: αδικησαι better
mwh
Textkit Zealot
 
Posts: 2648
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Jun 03, 2018 6:36 am

Thank you!
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun Jun 03, 2018 7:42 pm

Μᾶρκος τῷ Βεδωερε χαίρειν ἐν Κυρίῳ πλεῖστα κελεύει.
bedwere wrote:Τοῖχος καὶ πάλος

Image

Τοῖχος ὑπὸ πάλου διαρρηγνύμενος ἤρετο διὰ τί τοῦτο ποιοίη. Οὔποτε γὰρ ὁ τοῖχος ἀδικήσαι τὸν πάλον. Ὁ δὲ ὑπολαβὼν εἶπεν ὅτι ὁ ὀπίσω αὐτοῦ ἄνθρωπος αἴτιος εἴη.

δηλοῖ ὁ μῦθος ὅτι οὐκ οἱ ἧλοι τὸν Ἰησοῦν ἀπέκτεινε, οὐδὲ ἡ σφῦρα, ἀλλ' οἱ ἄνθρωποι.
Ἡ βίβλος wrote:337
Τοῖχος καὶ πάλος.

ἆρα δεῖ γράφειν τὸ πλος?

ἔρρωσο ἐν Χριστῷ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2930
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 08, 2018 1:24 pm

Μῦθοι Αἰσώπειοι· τλη', τλθ', τμ'

Τοξότης καὶ λέων

Image

Ἀφικομένου τοξότου τινὸς εἰς τὴν ὕλην, πάντα τὰ ζῷα ἔφυγε πλὴν τοῦ λέοντος. Ὁ δὲ θηρευτὴς βέλος ἀφεὶς ἐτραυμάτισε τὸν λέοντα λέγων· οὗτός ἐστιν ὁ ἄγγελός μου πρὸς σέ. Ἐπεῖτα δ´ αὐτὸς πρόσειμι. Ὁ οὖν λέων λυπούμενος ἀπέδραμεν. Τῇ δὲ ἀλώπεκι λεγούσῃ ὅτι δέοι ἐκεῖνον θαρρεῖν, ὁ λέων· σῖγα, ἐφη. Τοιούτου γὰρ τοῦ ἀγγέλου ὄντος, πῶς ἔσται ὁ ἠγγελμένος;

Ἀνάγνωσις τοῦ τλη' μύθου

Τράγος καὶ ἄμπελος

Image

Τράγος τις κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. Ἡ δ' ὑπολαβοῦσα· ὦ οὗτος, ἔφη, σὺ μὲν διαφθέρεις τὴν βλάστην μου ἀντὶ τῆς πόας. Ἐγὼ δὲ παρέξω τὸν οἶνον τοὶς ἀνθρώποις τοῖς θύσουσί σε.

Ἀνάγνωσις τοῦ τλθ' μύθου

Ὕαιναι

Image

Κατὰ τοὺς παλαιοὺς αἱ ὕαιναι ἀλλάττονται τὴν φύσιν· οἱ μὲν γὰρ ἄρσενες γίγνονται θηλεῖαι, αἱ δὲ θήλειαι ἄρσενες. Ὕαινα δὲ θήλεια ὑπὸ ἄρσενος ἀδικηθεῖσα· τάχυ, ἔφη, τιμωρήσομαί σε.

Ἀνάγνωσις τοῦ τμ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 15, 2018 12:05 pm

Μῦθοι Αἰσώπειοι· τμα', τμβ', τμγ'

Ὕαινα καὶ ἀλώπηξ

Image

Ἡ ἀλώπηξ γνοῦσα τὴν ὕαιναν κατὰ ἔτος ἀλλασσομένην τὴν φύσιν, διὰ τὴν ἀμφιβολίαν οὐκ ἐβουλήθη φιλίαν μετ' αὐτῶν γενέσθαι.

Ἀνάγνωσις τοῦ τμα' μύθου

Ὗς καὶ κύων <περὶ εὐτοκίας>

Image

Ὦ αὑτή, ἔφη ἡ κύων, τάχιστα πάντων τῶν τετραπόδων τίκτω ἔγωγε. Ἀπεκρίνατο δ' ἡ ὗς λέγουσα· πάνυ γε, ἀλλὰ τὰ τέκνα σού ἐστι τυφλά.

Ἀνάγνωσις τοῦ τμβ' μύθου

Φαλακρὸς ἱππεύς

Image

Ἱππεύς τις οὐκέτι ἔχων τὰς ἑαυτοῦ τρίχας, ἐπιθεὶς ἄλλας χειροποιήτους ἐπὶ τὴν ἄκρην κεφαλήν, ἤλαυνεν. Τοῦ δὲ ἀνέμου τὰς τρίχας ἀπολαβόντος, πάντες οἱ περιτυγχάνοντες ἐγέλασαν. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι οὐ θαῦμα εἴη τὰς ξένας τρίχας καταλιπεῖν τὸν ὑπὸ τῶν ἑαυτοῦ καταλελειμμένον.

Ἀνάγνωσις τοῦ τμγ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Thu Jun 21, 2018 9:47 pm

χαῖρε.
Αἴσωπος wrote:Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις.

τὴν σὴν παράφρασιν φιλῶ λίαν.
Ῥοβέρτο wrote:πάνυ γε, ἀλλὰ τὰ τέκνα σού ἐστι τυφλά.

καὶ ἄλλην παράφρασιν δεδέγμεθα.
Chambry 1925, Aliter wrote:Ἀλλ’, ὅταν τοῦτο λέγῃς, ἴσθι ὅτι καὶ τυφλοὺς σαυτῆς σκύλακας τίκτεις.

νῦν δὲ παραφράζω ἔγωγε:

εἰπὼν δὲ ταῦτα, γνῶθί σε τοὺς μὴ βλέποντας τίκτεις.

ἔρρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2930
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Fri Jun 22, 2018 3:24 am

Αἴσωπος wrote:Ἀλλ’, ὅταν τοῦτο φράζῃ, γίνωσκε ὅτι τυφλὰ τίκτεις.

The allusion is to a very old proverb, referenced already in Archilochus’ spunky poem (the “Cologne epode”) about his seduction of a young girl in which he rejects the now older Neobule:
δέ]δοιχ’ ὅπως μὴ τυφλὰ κἀλιτήμερα
σπ]ουδῇ ἐπειγόμενος
τὼς ὥσπερ ἡ κ[ύων τέκω.
“I’m afraid of giving birth to blind and premature creatures from over-eager hastiness just like the (proverbial) bitch.”

Markos wrote:νῦν δὲ παραφράζω ἔγωγε:

εἰπὼν δὲ ταῦτα, γνῶθί σε τοὺς μὴ βλέποντας τίκτεις.

Markos, this won’t do. εἰπὼν should be ειποῦσα, and the rest is ungrammatical nonsense, as surely you can see.
mwh
Textkit Zealot
 
Posts: 2648
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 22, 2018 5:37 am

Μῦθοι Αἰσώπειοι· τμδ', τμε', τμϛ'

Φιλάργυρος

Image

Ἄνθρωπός τις τὸ ἀργύριον φιλῶν συλλέξας πᾶσαν τὴν οὐσίαν εἰς μίαν χρυσῆν βῶλον ἔκρυψεν ὑπὸ τῆς γῆς. Καὶ καθ' ἡμέραν ἐπεσκόπει αὐτήν. Ἐπεῖτα δὲ ἐργάτης τις κατανοῶν αὐτὸν λάθρᾳ ἔκλεψε τὸν χρυσόν. Ὁ οὖν φιλάργυρος λίαν ἔκλαιεν. Αὐτοῦ δέ τις ἀκούσας καὶ τὴν αἰτίαν τῶν στεναγμῶν μαθών· μὴ φροντίζῃ, ἔφη, ὅτι ἔξεστί σοι λίθον ἀντὶ τοῦ χρυσοῦ θέντι τὴν αὐτὴν ἀπόλαυσιν ἀπ' αὐτοῦ ἔχειν.

Ἀνάγνωσις τοῦ τμδ' μύθου

Χαλκεὺς καὶ κυνάριον

Image

Ὁ τοῦ χαλκέως κύων ἐκοιμᾶτο μὲν τοῦ δεσπότου ἐργαζομένου, ἠγείρετο δὲ τοῦ δεσπότου ἐσθίοντος. Ὁ μέντοι χαλκεὺς ἐλέγξας αὐτοῦ τὴν κακίαν ἔδωκεν αὐτῷ ὀστοῦν.

Ἀνάγνωσις τοῦ τμε' μύθου

Χειμὼν καὶ ἔαρ

Image

Ὁ χειμὼν καὶ τὸ ἔαρ ἤριζον. Ὁ μὲν γὰρ χειμὼν εἶπεν ἔαρος τοὺς ἀνθρώπους σχολάζειν ἐν τοῖς ἄγροις ἄνθη συλλέγοντας ἢ πλεῖν οὐ φροντίζοντας τῶν ἀνέμων. Αὐτὸς δὲ σκληρὸς δεσπότης ὢν κωλύειν τοὺς ἀνθρώπους οἴκοθεν ἐξιέναι. Τὸ δὲ ἔαρ ὑπολαβόν· διὰ τοῦτο ἔφη, πάντες οἱ βροτοὶ μισοῦσιν μὲν σέ, φιλοῦσι δὲ ἐμέ.

Ἀνάγνωσις τοῦ τμϛ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Sat Jun 23, 2018 2:36 am

τμε. τῆς δεσπότου ἐργαζομένου?!
τμζ. Αὐτὸν δὲ σκληρὸν δεσπότην ὄντα should be nom. (I haven’t seen the original.)
mwh
Textkit Zealot
 
Posts: 2648
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jun 23, 2018 7:34 am

Many thanks!
User avatar
bedwere
Global Moderator
 
Posts: 3133
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Previous

Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 25 guests