ειπε εμοι παρακαλω
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
ὦ χαῖρε ἄριστε Ἀκέμδωρ!
μακάριός εἰμι εὐρὼν ἄλλον φίλον δυνάμενον Ἑλληνιστὶ γράφειν καὶ θέλοντα. σὺ δὲ καλῶς καὶ δήλως γράφεις. ὧσπερ σὺ, τὴν γλῶσσαν τὴν Ἑλληνικὴν ἔχω τῷ νοᾦ καθ ἡμέραν γράφειν.
τίνα Ἑλληνικὰ βιβλία νῦν ἀναγιγνώσκεις?
σὺ μὲν οἰκεῖς ἐν Κιέβῳ, ἐγὼ δὲ ἐγγὺς τοῦ Denver, Colorado, U.S.A. ὧδε μὲν οὖν θερμός ἐστιν. φλέγει γὰρ ὁ ἥλιος. καὶ ἐκεῖ, παρὰ σοι? πότερον θερμός ἐστιν ἢ ψυχρός? εἰπὲ ἐμοί, παρακαλῶ. Ἑλληνιστὶ, παρακαλῶ.
χαίρων πολλὰ ἴθι.

οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Κἀγὼ ηὐχόμην περὶ σοῦ ὦ τᾶν, δῆλον ὅτι ὁ Κύριος νὼ ξυνέφραξεν ἐν καιρῷ. Ἀνέγνων Αἰσώπου τοὺς αἴνους ἔπειτα Ξενοφῶντος τὴν Ἀνάβασιν, ἔπειτα τοῦ αὐτοῦ τὴν Κύρου παιδείαν ϗ τὸν Ἀγησίλαον, ἔπειτα τὰς Ἱστορίας Θουκυδίδου, νῦν δὲ ἀναγιγνώσκω τὰ Ἑλληνικὰ Ξενοφῶντος. διὰ παντὸς δὲ ἀναγιγνώσκω τὴν Καινὴν Διαθήκην, ἣν καλὴν κέκτημαι ἔκδοσιν τοῖν Νέστλε ϗ Ἄλανδ. τῶν δὲ ἀνεγνωμένων ἥσθην μάλιστα Θουκυδίδην ϗ αὐτὸν μιμεῖσθαι πειρῶμαι τῷ λόγῳ ϗ τῇ διαλέκτῳ. Ἔτι δὲ μέλλω ἀναγνῶναι ἑρμηνείαν ἐς Ἀρχαίαν Ἑλληνικὴν πρώτης βίβλου περὶ Ἀρείου Ποτῆρος· Ἄρειος Ποτὴρ ϗ ἡ τοῦ φιλοσόφου λίθος. τοῦτο ἡγοῦμαι ἐπιτήδειον εἶναι τοῖς ἐθέλουσι Ἑλληνικῇ ὥσπερ ζῶντι γλώσσῃ διαλέγεσθαι.
Εὐδαίμων εἶ φίλε ἐν θερμῷ διαιτώμενος παρ´ ἡμῖν δὲ ἄνεμος πνεῖ λάβρος ϗ χιὼν κεῖται ἔνθεν ϗ ἔνθεν.

I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
εὐχαριτῶ σοι, ὦ φίλε Ἀκέμδωρ, ὑπὲρ τῆς καλῆς ἀποκρίσεως. πολλὰ δἐ βιβλία ἀναγιγνώσκεις. μεῖζον δἐ τούτων (κατά με) ἡ Καινὴ Διαθήκη.
ἐλπίζω οὖν ὅτι ταχέως ἡ μὲν γῆ σου, ἀεὶ ἡ δὲ καρδία σου, θερμανεῖται.
εὐτύχει δή.
ἡμῖν δὲ ἄνεμος πνεῖ λάβρος ϗ χιὼν κεῖται ἔνθεν ϗ ἔνθεν.
ἐλπίζω οὖν ὅτι ταχέως ἡ μὲν γῆ σου, ἀεὶ ἡ δὲ καρδία σου, θερμανεῖται.
εὐτύχει δή.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Ϗ σὲ οὐ καμοῦμαι εὐχαριστῶν ϗ ὑπὲρ σοῦ τὸν Θεόν. ἀληθῶς σὺ εἶπες περὶ τῆς Καινῆς Διαθήκης κἀγὼ δὴ Θουκυδίδην τοῖς ἄλλοις Ἕλλησι ξυνέβαλλον οὐ μέντοι τῇ Γραφῇ τῇ Ἁγίᾳ.
Νῦν δὲ ἔβην τοὺς μαθητάς μου διδάξων ἀοιδὸς γάρ εἰμι τῷ ἐπαγγέλματι (τοῦτό ἐστι profession Βρεττανικῇ)
Νῦν δὲ ἔβην τοὺς μαθητάς μου διδάξων ἀοιδὸς γάρ εἰμι τῷ ἐπαγγέλματι (τοῦτό ἐστι profession Βρεττανικῇ)
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Προσέδωκα τῇ Ἀγορᾷ τὴν φωτογραφίαν μου, τοιοῦτός εἰμι νῦν.
Ὦ Μᾶρκε, πολλοὶ ἔνθα ἐπῄνεσαν τὴν Ἀθήναζε βίβλον, ἔστι δὲ αὐτὴ ὡς βίβλος μόνον, ἢ καὶ ἐν PDF μορφῇ τυγχάνει;

Παρέλαβον ξυνδρομὴν (τοῦτό ἐστι subscription) τῶν σῶν κινηματογραφημάτων ὦ Μάρκε, καὶ θεῶμαι ἡδέως
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
χαιροις βελτιστε,Ὦ Μᾶρκε, πολλοὶ ἔνθα ἐπῄνεσαν τὴν Ἀθήναζε βίβλον, ἔστι δὲ αὐτὴ ὡς βίβλος μόνον, ἢ καὶ ἐν PDF μορφῇ τυγχάνει;
το Αθηναζε, ὂν νεον βιβλιον, "on-line" δωρεαν ουκ εστιν.
ἔχοις καλῶς.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Markos wrote:χαιροις βελτιστε,Ὦ Μᾶρκε, πολλοὶ ἔνθα ἐπῄνεσαν τὴν Ἀθήναζε βίβλον, ἔστι δὲ αὐτὴ ὡς βίβλος μόνον, ἢ καὶ ἐν PDF μορφῇ τυγχάνει;
το Αθηναζε, ὂν νεον βιβλιον, "on-line" δωρεαν ουκ εστιν.
ἔχοις καλῶς.
Ξυνῆκα μὲν τοῦτο. οὐ μὲν τὰ χρήματα παρέχουσι πράγματα, ἀλλὰ τὸ μὴ πολὺν χρόνον με διατρίβειν οἴκοι μετὰ βίβλων μου, καὶ ὁ Πίναξ μοι βιβλιοθήκη ἐστι.
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
συνῆκα δή. ἆρα οἶδας τούτον τὸν τόπον?Akemdwr wrote: ὁ Πίναξ μοι βιβλιοθήκη ἐστι.
http://geoffreysteadman.com/#
ὠφέλιμα ἐστιν τοιαῦτα βιβλία, καὶ φορτητά τε φερτά.
(I'm trying to pun here. Steadman's e-books are both "endurable," in that the grammar he presents is simple and concise, and "portable," in that you can carry them around on your i-pod. This pun works, (if it does work ) in Greek but not in English. Does it work in Russian?
ἴθι πολλὰ ἐν τῷ Κυρίῳ χαίρων.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- jaihare
- Textkit Zealot
- Posts: 959
- Joined: Mon Oct 22, 2007 2:47 am
- Location: Tel Aviv, Israel
- Contact:
Re: ειπε εμοι παρακαλω
Why not φορτητά τε καὶ φερτά? Why did you put the καί where you did?Markos wrote:καὶ φορτητά τε φερτά.
Jason Hare
jason@thehebrewcafe.com
jason@thehebrewcafe.com
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Ὦ τᾶν, τί ἐστι φορτητά; οὐχ ὁρῶ τὸ ἔπος τοῦτο ἐν Liddell & Scott. Λέγει τοῦτο portable?
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Τὰ πράγματά μου κακῶς ἔχει, ὡς ἄρτι ᾐσθόμην· τούτῳ τῷ ἔτει τελευτῶντι τὸ ξύνολον (ensemble) ᾗ δουλεύω ἀφανίσουσι ἀπολύτως καὶ στερήσομαι δουλείας τε καὶ χρημάτων. οἴμοι...
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
ἥμαρτον δή. ἔθέλησα γὰρ γρᾶψαι το "φορητά" οὐ "φορτητά." σύγγνωθί μοι.Ὦ τᾶν, τί ἐστι φορτητά; οὐχ ὁρῶ τὸ ἔπος τοῦτο ἐν Liddell & Scott. Λέγει τοῦτο portable?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Ξυνίημι νῦν, ναὶ ἐν τῇ Ῥωσικῇ γλώσσῃ ὡσαύτως ὑπάρχει τοιοῦτό τι παιγνιῶδες· τὸ ῥῆμα выношу λέγει ἤ· ἐκφέρῳ τι ἤ· οὐκ ἄχθομαί τινιMarkos wrote:ἥμαρτον δή. ἔθέλησα γὰρ γρᾶψαι το "φορητά" οὐ "φορτητά." σύγγνωθί μοι.Ὦ τᾶν, τί ἐστι φορτητά; οὐχ ὁρῶ τὸ ἔπος τοῦτο ἐν Liddell & Scott. Λέγει τοῦτο portable?
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
Hi, Jason,Why not φορτητά τε καὶ φερτά? Why did you put the καί where you did?
I don't know. Is there a difference? Is one not right? I meant to say something like: "Such books are helpful, as well as both endurable and portable."
ἔρρωσο, φίλτατε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Δοκεῖ μοι ὀρθῶς εἶναι·
καὶ ... καὶ
τὲ ... τὲ
καὶ ... τὲ καὶ
ἀμοιβὴ δὲ τοιαύτη·
καὶ ... τὲ
οὔπω μοι ἔτυχε ἐν βίβλοις
καὶ ... καὶ
τὲ ... τὲ
καὶ ... τὲ καὶ
ἀμοιβὴ δὲ τοιαύτη·
καὶ ... τὲ
οὔπω μοι ἔτυχε ἐν βίβλοις
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
- jaihare
- Textkit Zealot
- Posts: 959
- Joined: Mon Oct 22, 2007 2:47 am
- Location: Tel Aviv, Israel
- Contact:
Re: ειπε εμοι παρακαλω
τε is postpositive. It has to follow the word that it accompanies.Markos wrote:Hi, Jason,Why not φορτητά τε καὶ φερτά? Why did you put the καί where you did?
I don't know. Is there a difference? Is one not right? I meant to say something like: "Such books are helpful, as well as both endurable and portable."
ἔρρωσο, φίλτατε.
ἄνθρωπός τε καὶ θεός - both man and god.
Κῦρος δὲ τούτοις ἀπορῶν τε καὶ λυπούμενος μετεπέμπετο τὸν Κλέαρχον· - But Cyrus both looking at this and being grieved did (repeatedly) send for Clearchus.
τε doesn't come between two words to connect them, as far as I know.
To say "as well as," you might try ἐπὶ τούτοις or ἔτι or πρὸς τούτοις. These are listed in Woodhouse under "besides." Or even πρὸς δ᾿ ἔτι as offered in LSJ under προσέτι.
Hebrew וּבְנוֹסָף is so much easier!
Regards!
Jason Hare
jason@thehebrewcafe.com
jason@thehebrewcafe.com
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
τέ ἄνευ καί τυγχάνει ποτὲ καίπερ σπανίᾳ·jaihare wrote:
τε doesn't come between two words to connect them, as far as I know.
πατὴρ ἀνδρῶν τε θεῶν τε (Ὅμηρος)
Σωκράτης τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τ' ἀμελοῦντας οὐκ ἐπῄνει (Ξενοφῶντος Ἀπομνημονεύματα 1,2,4)
Ἀλλὰ καὶ ἐν τούτοις ἔποις τέ ἐστι postpositive. Φίλοι μου, πῶς εἰπεῖν postpositive ἑλληνιστί;
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
- jaihare
- Textkit Zealot
- Posts: 959
- Joined: Mon Oct 22, 2007 2:47 am
- Location: Tel Aviv, Israel
- Contact:
Re: ειπε εμοι παρακαλω
You might find this useful: http://scholiastae.org/docs/el/greek_gr ... _greek.pdfAkemdwr wrote:Φίλοι μου, πῶς εἰπεῖν postpositive ἑλληνιστί;
It doesn't mention "postpositive," though. I have no idea how to say it. Given that πρόθεσις is listed for preposition, I would think that postposition would be μετάθεσις (since μετά means "after"), but it's already used for transposition.
Jason Hare
jason@thehebrewcafe.com
jason@thehebrewcafe.com
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
ὁ μέν : τε doesn't come between two words to connect them, as far as I know., ὁ δέ: ἀμοιβὴ δὲ τοιαύτη• καὶ ... τὲ οὔπω μοι ἔτυχε ἐν βίβλοις
Μᾶρκος τοῖς Ἰάσονι καὶ Ἀλκἐμδωρ χαίρειν πλεῖστα.
περὶ μὲν οὖν τοῦ «τε,» εὐχαριστῶ δὴ ὑμῖν ταῦτά με διδάξουσι.
ὥς μάλιστα!Hebrew וּבְנוֹסָף is so much easier!
εὐφραίνεσθε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
κελεύω σε, ὦ φέριστε, εὐφραίνεσθαι ἐν ὄνοματι Πατρός τε καὶ Υἱοῦ τε καὶ Πνεύματος Ἁγίου.Τὰ πράγματά μου κακῶς ἔχει, ὡς ἄρτι ᾐσθόμην· τούτῳ τῷ ἔτει τελευτῶντι τὸ ξύνολον (ensemble) ᾗ δουλεύω ἀφανίσουσι ἀπολύτως καὶ στερήσομαι δουλείας τε καὶ χρημάτων. οἴμοι...
συλλυποῦμαι μὲν οὖν τοῖς σου συμφοροῖς. προσεύξομαι δὲ ὅτι ἄλλην ἐργασίαν πολλὰ χρἠματα φέρουσαν δώσει σοι ὁ Θεός.
ἀοιδὸς εἶ σύ. ποῦ οὖν δυνάμεθα βλέπειν τε καὶ ἀκούειν σου. πέμψον ἡμῖν, παρακαλῶ, τὀ link.
χάρις σοι καὶ εἰρήνη.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- jaihare
- Textkit Zealot
- Posts: 959
- Joined: Mon Oct 22, 2007 2:47 am
- Location: Tel Aviv, Israel
- Contact:
Re: ειπε εμοι παρακαλω
φιλῶ, ὦ φίλε Μᾶρκε, ὅτι οὕτως γέγραφάς τε καὶ ἐπηνώρθωκας τὰ ῥήματά σου. καλῶς ἐποίησας.Markos wrote:ἀοιδὸς εἶ σύ. ποῦ οὖν δυνάμεθα βλέπειν τε καὶ ἀκούειν σου. πέμψον ἡμῖν, παρακαλῶ, τὀ link.
ἐρώτημα δ᾿ ἄλλο ἔχω σοι·
Do you want to continuously watch our friend's videos, though? Or, do you mean βλέψαι and ἀκοῦσαι instead?
Jason Hare
jason@thehebrewcafe.com
jason@thehebrewcafe.com
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
χαίροιςἐρώτημα δ᾿ ἄλλο ἔχω σοι•
Do you want to continuously watch our friend's videos, though? Or, do you mean βλέψαι and ἀκοῦσαι instead?
That’s a legitimate question, Jason, and an inquiry that can be helpful. On of the benefits of writing conversational Ancient Greek is that we can, if we want to, ask each other WHY we wrote the way we did. This allows us to test how accurate we may be when we say that an Ancient writer meant to say this and this and that by writing this tense and that word order and this particle. Realizing, of course, that there will always be a huge gulf between our usage and theirs, we can at least get some objective feedback about whether we can or cannot read the mind of an Ancient writer based on our grammatical analysis.
In this case, yes, I did mean, by using the progressive to “grammaticalize” the idea the the viewing and the listening to Alkemdwr’s music would be repeated. Just as often, though, I use the tenses based on euphony, not semantics. One may also just get used to a certain verb in a certain tense. I wonder if Greek learners like me, who tended to learn the progressive first and then the aorist, tend to use the progressive more often than the Ancients, for whom I think the aorist was more of the default tense. If so, of course, this is no different from the native language “interference” that would have typified those NT authors for whom Greek may have been a second a language.
Now, I am NOT suggesting that we can learn much about Ancient Greek by analyzing the horrible Greek prose of Markos. I’m really suggesting just the opposite, that the subjective and non-falsifiable claims of much meta-language analysis break down even more when tested with actual speech, any actual speech, just like what would happen if I tried to tell you what you REALLY meant to say by employing certain English usages.
ἔρρωσο
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Εὐχαριστῶ σε ὦ Μᾶρκε ὑπὲρ τῶν εὐχῶν σου. οὔπω ἔστι μοι πολλὰς παραπομπὰς (links) τῶν ᾠδῶν μου, ἓν μέντοι κέκτημαι.
http://www.youtube.com/watch?v=g-kqgqke ... AAAAAAAAAA
Δυοῖν ᾀδόντοιν πωγωνίτης ἐγώ εἰμι. τοῦτό ἐστι ἔσχατον μελόδραμα (opera) τοῦ Τσαικωῦσκι.
Ϗ πνευματικώτατον αὐτοῦ μελόδραμα. θυγάτηρ τοῦ βασιλέως τυφλή ἐστι ἐκ τῆς γεννήσεως ἀλλ´ οὐ ξύνοιδεν ἑαυτῇ τυφλὴ οὖσα, ὁ πατὴρ γὰρ ἀπείρκται αὐτὴν ἐν ἐρήμῳ τόπῳ. ὡς ἐλπίδα τὴν ἐσχάτην παρακαλεῖ ἐκ Συρίας ἰατρὸν εὐκλεῆ ϗ σοφὸν ὀνόματι Ἔβν Χάκια, οὗτος ἐγώ εἰμι
http://www.youtube.com/watch?v=g-kqgqke ... AAAAAAAAAA
Δυοῖν ᾀδόντοιν πωγωνίτης ἐγώ εἰμι. τοῦτό ἐστι ἔσχατον μελόδραμα (opera) τοῦ Τσαικωῦσκι.
Ϗ πνευματικώτατον αὐτοῦ μελόδραμα. θυγάτηρ τοῦ βασιλέως τυφλή ἐστι ἐκ τῆς γεννήσεως ἀλλ´ οὐ ξύνοιδεν ἑαυτῇ τυφλὴ οὖσα, ὁ πατὴρ γὰρ ἀπείρκται αὐτὴν ἐν ἐρήμῳ τόπῳ. ὡς ἐλπίδα τὴν ἐσχάτην παρακαλεῖ ἐκ Συρίας ἰατρὸν εὐκλεῆ ϗ σοφὸν ὀνόματι Ἔβν Χάκια, οὗτος ἐγώ εἰμι
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
θαύμαζω μὲν οὖν ὦ μακάριε! ἀείδεις γὰρ ὥσπερ τις ἐνθουσιασμένος τε καὶ θεόπνευστος.
ἆρα ἀναβλέπει τὸ κοράσιον?
ἆρα ἀναβλέπει τὸ κοράσιον?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Ναί, τὸ μελόδραμα λέγει περὶ ξυνεργείας Θεοῦ τε κἀνθρώπου. ὁ ἰατρὸς ἔφη τῷ βασιλεῖ οὐ πρότερον ἀναβλέψαι τὸ κοράσιον ἢ ξυνειδέναι αὐτὴν ἑαὐτῇ τυφλὴν οὖσάν τε ϗ ὑπὲρ πάντων ἀναβλέψειν ἐπιθυμῆσαι. ἡ δὲ οὐκ οἶδε τί ἐστι τὸ φῶς ϗ διὰ τί δεῖ αὐτὴν ἐπιθυμεῖν ἰδεῖν τὸ φῶς. ἔτι δὲ πρότερον ἐς τοῦτον τὸν τόπον ἔτυχε ἐσελαύνων ἱππότης τις τούνομα Ϝοδεμῶν. οὗτος οὐκ εἰδὼς τὴν ὁδὸν ϗ ἀπορήσας ὅπῃ ἂν ἴοι ἀπαντᾷ τὸ κοράσιον (ἐπελαθόμην δὴ εἰπεῖν ἐγὼ ὡς τοὔνομα τῆς τοῦ βασιλέως θυγατρός ἐστι Ἰολάντα, ὡσαύτως δὲ ϗ τὸ μελόδραμα ὀνομάζεται) ϗ ἠγάπησεν αὐτὴν ἐκ τοῦ παραχρῆμα. ὡς δ´ ᾔτει αὐτὴν πυῤῥὸν ῥόδον οἱ χαρίσασθαι ἡ δὲ λευκὸν αὐτῷ ἐχαρίζετο ἔγνω ὁ ἱππότης τυφλὴν αὐτὴν εἶναι ϗ ἐλυπήθη σφόδρα.
διηγεῖται οὖν Ϝοδεμῶν Ἰολάντῃ περὶ τοῦ φωτὸς ὡς θαυμαστότατον ᾖ τῶν τοῦ Θεοῦ ποιημάτων. ἡ δὲ Ἰολάντη οὐ ξυνίησιν αὐτὸν ἀποκρινομένη ὡς ϗ ἐν σκοτίᾳ οὖσα δύναται δοξάζειν τὸν Κύριον.
ὁ οὖν ἰατρὸς ὡς ἔγνω Ἰολάντην μὴ διψῆν τῆς ὀράσεως λέγει μῆ ἔχειν ἐκ τούτου ἰάσεως ἐλπίδα.
ὁ μὲν βασιλεὺς ὡς ἤκουσε τούτου καὶ αἰσθόμενος τὴν Ἰολάνταν ἠγαπηκέναι Ϝοδεμῶντα μηχανᾷ τι· προσποιεῖται δὲ ὡς μέλλει καταγνῶναι Ϝοδεμόντα θανάτῳ εἰ μὴ ἀναβλέψῃ ἡ θυγάτηρ (οὐ γὰρ ἐξῆν μηδενὶ ἀποφαίνειν Ἰολάντῃ περὶ τοῦ ὑπάρχειν τὸ φῶς). τότε δὲ Ἰολάντα τρέχει ϗ αἰτεῖ τὸν Χάκια ἰᾶσθαι αὐτὴν εἰ ϗ ἄλγος οὐκ ἐλάχιστος χρῆ αὐτὴν ὑποδέχεσθαι· οὐκ ὀράσεως μὲν ἕνεκα ἀλλὰ διὰ τὸ ἡγεῖσθαι ἀβίωτον εἶναι βίον ἄνευ Ϝοδεμῶντος.
οὕτως οὖν διακειμένη ἀνέβλεψεν Ἰολάντα, ϗ λήγεται τὸ μελόδραμα ὕμνῳ τῷ Θεῷ ϗ Ποιητῇ οὐρανοῦ τε ϗ γῆς.
διηγεῖται οὖν Ϝοδεμῶν Ἰολάντῃ περὶ τοῦ φωτὸς ὡς θαυμαστότατον ᾖ τῶν τοῦ Θεοῦ ποιημάτων. ἡ δὲ Ἰολάντη οὐ ξυνίησιν αὐτὸν ἀποκρινομένη ὡς ϗ ἐν σκοτίᾳ οὖσα δύναται δοξάζειν τὸν Κύριον.
ὁ οὖν ἰατρὸς ὡς ἔγνω Ἰολάντην μὴ διψῆν τῆς ὀράσεως λέγει μῆ ἔχειν ἐκ τούτου ἰάσεως ἐλπίδα.
ὁ μὲν βασιλεὺς ὡς ἤκουσε τούτου καὶ αἰσθόμενος τὴν Ἰολάνταν ἠγαπηκέναι Ϝοδεμῶντα μηχανᾷ τι· προσποιεῖται δὲ ὡς μέλλει καταγνῶναι Ϝοδεμόντα θανάτῳ εἰ μὴ ἀναβλέψῃ ἡ θυγάτηρ (οὐ γὰρ ἐξῆν μηδενὶ ἀποφαίνειν Ἰολάντῃ περὶ τοῦ ὑπάρχειν τὸ φῶς). τότε δὲ Ἰολάντα τρέχει ϗ αἰτεῖ τὸν Χάκια ἰᾶσθαι αὐτὴν εἰ ϗ ἄλγος οὐκ ἐλάχιστος χρῆ αὐτὴν ὑποδέχεσθαι· οὐκ ὀράσεως μὲν ἕνεκα ἀλλὰ διὰ τὸ ἡγεῖσθαι ἀβίωτον εἶναι βίον ἄνευ Ϝοδεμῶντος.
οὕτως οὖν διακειμένη ἀνέβλεψεν Ἰολάντα, ϗ λήγεται τὸ μελόδραμα ὕμνῳ τῷ Θεῷ ϗ Ποιητῇ οὐρανοῦ τε ϗ γῆς.
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
τῷ ἀγαθῷ Ἀλκέμδωρ Μᾶρκος χαίρειν.
δίδωμι μὲν οὖν χάραν ὑπὲρ τῆς τοῦ μελοδράματος ἀνακεφαλαιώσεως. πεφίληκα γὰρ σφόδρα.
φἠμι δὴ τοῦτο τὸ μελόδραμα ἀλληγορίαν εἶναι. ἐκ δὲ τούτου διδασκόμεθα ὅτι δύνεταί τις ἰάεσθαι μόνος θέλων.
ἐν δὲ τῷ εὐαγγελίῳ κατὰ τὸν Μᾶρκον, κεφάλαιον ἕν, στῖχος τεσσαράκοντα, ἀναγιγνώσκομεν τό
ἀντὶ οὓ ἔδει τοὺτον τὸν λεπρὸν λέγειν «ἐάν θέλω δύνασαί με καθαρίσαι.»
ἄλλο δέ φημι. δοκεῖ μοι ὅτι Ἰολάντα, ὥσπερ ἡμεῖς, διὰ τῆς ἀγάπης σῳζεται.
ἴθι χαίρων.

Mk 1:40: ἐάν θέλῃς δύνασαί με καθαρίσαι.
ἀντὶ οὓ ἔδει τοὺτον τὸν λεπρὸν λέγειν «ἐάν θέλω δύνασαί με καθαρίσαι.»
ἄλλο δέ φημι. δοκεῖ μοι ὅτι Ἰολάντα, ὥσπερ ἡμεῖς, διὰ τῆς ἀγάπης σῳζεται.
ἴθι χαίρων.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Ἀκέμδωρ Μάρκῳ τῷ φιλτάτῳ χαίρειν ἐν Κυρίῳ
Ὀρθῶς σὺ, ὦ τᾶν, λέγεις περὶ τοῦ θελήματος τοῦ Κυρίου, ἀλλὰ σκόπει καὶ τάδε· οὐκ ὀλίγοι ἦσαν λεπροὶ Χριστοῦ ζῶντος ἐν Ἰουδαίᾳ, οὐ πᾶντας δὲ ἰάσατο ὁ Θεὸς, εἰ καὶ πολλούς. τοῦτον δὲ ἰάσατο ἐπεὶ ἦλθον πρὸς αὐτὸν παρακαλῶν αὐτὸν. Τοῦτό ἐστι τὸ λεγόμενον ὑπο τῶν Ἁγίων Πατέρων· ξυνέργεια. ἀνθρώπου μὲν εὐχομένου Θεοῦ δὲ σπλαγχνίζοντος ἡ σωτηρία γίγνεται.
ἔτι δὲ θέλω εἰπεῖν ὡς τῶν εὐχῶν σου ἕνεκα ἀπὸ τοῦ σήμερον ἐλπίδα κέκτημαι ἐργασίας καλῆς τυχεῖν, καίπερ οὐ βεβαίωσίς ἐστι ἀλλὰ καὶ μικρὰ ἐλπὶς οὐ μικρόν ἐστι ἔργον. ἀκριβῶς δὲ εἴσομαι μόνον τῆς ὀπώρας ἀρξαμένης.
P. S. οἶσθα ἑλληνικὸν ἀνάλογον τοῦ ῥωμανικοῦ Post scriptum? πῶς τοῦτο εἰπεῖν ἑλληνιστὶ ἀπορῶ.
P. P. S. οὐκ Ἀλκέμδωρ εἰμὶ μὲν ἀλλ' Ἀκέμδωρ, κλίνεται δὲ τοὔνομα ὧδε·
Ἀκέμδωρ
Ἀκέμδορος
Ἀκέμδορι
Ἀκέμδορα
Ἄκεμδορ
ἔστι μὲν τοῦτο μεμηχανημένον ὑπ' ἐμαυτοῦ ἑλληνικὸν ψευδώνυμον. τὸ δὲ ὄνομά μού ἐστι Παῦλος.
Ὀρθῶς σὺ, ὦ τᾶν, λέγεις περὶ τοῦ θελήματος τοῦ Κυρίου, ἀλλὰ σκόπει καὶ τάδε· οὐκ ὀλίγοι ἦσαν λεπροὶ Χριστοῦ ζῶντος ἐν Ἰουδαίᾳ, οὐ πᾶντας δὲ ἰάσατο ὁ Θεὸς, εἰ καὶ πολλούς. τοῦτον δὲ ἰάσατο ἐπεὶ ἦλθον πρὸς αὐτὸν παρακαλῶν αὐτὸν. Τοῦτό ἐστι τὸ λεγόμενον ὑπο τῶν Ἁγίων Πατέρων· ξυνέργεια. ἀνθρώπου μὲν εὐχομένου Θεοῦ δὲ σπλαγχνίζοντος ἡ σωτηρία γίγνεται.
ἔτι δὲ θέλω εἰπεῖν ὡς τῶν εὐχῶν σου ἕνεκα ἀπὸ τοῦ σήμερον ἐλπίδα κέκτημαι ἐργασίας καλῆς τυχεῖν, καίπερ οὐ βεβαίωσίς ἐστι ἀλλὰ καὶ μικρὰ ἐλπὶς οὐ μικρόν ἐστι ἔργον. ἀκριβῶς δὲ εἴσομαι μόνον τῆς ὀπώρας ἀρξαμένης.
P. S. οἶσθα ἑλληνικὸν ἀνάλογον τοῦ ῥωμανικοῦ Post scriptum? πῶς τοῦτο εἰπεῖν ἑλληνιστὶ ἀπορῶ.
P. P. S. οὐκ Ἀλκέμδωρ εἰμὶ μὲν ἀλλ' Ἀκέμδωρ, κλίνεται δὲ τοὔνομα ὧδε·
Ἀκέμδωρ
Ἀκέμδορος
Ἀκέμδορι
Ἀκέμδορα
Ἄκεμδορ
ἔστι μὲν τοῦτο μεμηχανημένον ὑπ' ἐμαυτοῦ ἑλληνικὸν ψευδώνυμον. τὸ δὲ ὄνομά μού ἐστι Παῦλος.
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
Μᾶρκος τῷ Ἀκέμδορι.
κελεύω σε χαίρειν. χάρις σοι καὶ εἰρήνη.
βούλομαί σε εὐοδοῦσθαι ἐν Ἱησοῦ!

ἐλέχηθη σοφῶς ταῦτα ταὐτῇ.Τοῦτό ἐστι τὸ λεγόμενον ὑπο τῶν Ἁγίων Πατέρων• ξυνέργεια. ἀνθρώπου μὲν εὐχομένου Θεοῦ δὲ σπλαγχνίζοντος ἡ σωτηρία γίγνεται.
συμφωνῶ δὴ ἐν ὄνοματι Ἱησοῦ (ἴδε Μαθθ. 18:19) ὅτι ταῦτα γενήσεται.τῶν εὐχῶν σου ἕνεκα ἀπὸ τοῦ σήμερον ἐλπίδα κέκτημαι ἐργασίας καλῆς τυχεῖν...
ναί. πάνυ γε. κακὼς γὰρ ἔτυψα. συγνώμην ἔχε. Τὸ «Αλκέμδωρ» ἴσως σημαίνοι ἂν «δῶρον τῆς ἀλκῆς.» τί δὲ σημαίνει τὸ «Ακέμδωρ?»οὐκ Ἀλκέμδωρ εἰμὶ μὲν ἀλλ' Ἀκέμδωρ.
μ. γ. μετὰ γραφήν. πῶς γὰρ οὔ?P. S. οἶσθα ἑλληνικὸν ἀνάλογον τοῦ ῥωμανικοῦ Post scriptum? πῶς τοῦτο εἰπεῖν ἑλληνιστὶ ἀπορῶ.
βούλομαί σε εὐοδοῦσθαι ἐν Ἱησοῦ!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Εὐχαριστῶ σε, ὦ βέλτιστε! τίς γὰρ θησαυρὸς μείζων ἐστὶ τῆς εὐχῆς!
τὸ Ἀκέμδωρ οὐ σημαίνει οὐδὲ γρῦ, οὕτως γὰρ μεμηχάνημαι ὥστε τῇ σχήματι ἡ λέξις εἴη πάνυ Ἑλληνική, τὴν δὲ σημασίαν οὐκ ἔχοι οὐδεμίαν.
τὸ Ἀκέμδωρ οὐ σημαίνει οὐδὲ γρῦ, οὕτως γὰρ μεμηχάνημαι ὥστε τῇ σχήματι ἡ λέξις εἴη πάνυ Ἑλληνική, τὴν δὲ σημασίαν οὐκ ἔχοι οὐδεμίαν.
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
Μᾶρκος ἀσπάζεταί τὸν Ἀκέμδορα.Akemdwr: τὸ Ἀκέμδωρ οὐ σημαίνει οὐδὲ γρῦ.
εὐχαριστῶ σοι, ὦ ἄριστε, διδάξαντί με τοῦτο τὸ καλὸν ἰδιώμα Ἑλληνικὸν. νῦν μὲν οἶδα τὸ «οὐδὲ γρῦ», πρὸ τοῦ δ’ οὔ.
τοῦτο μὲν οὖν διδάσκω σοι μανθάνοντι τὴν Βριττανικὴν γλῶσσαν:
κατὰ μὲ τὸ «οὐδὲ γρῦ» σημαίνει τὸ “not a whit.”Shakespeare, Hamlet V, ii, 206ff.
HORATIO …I will…say you are not fit.
HAMLET Not a whit, we defy augury…
πῶς λέγεται τὸ «οὐδὲ γρῦ» Ρωσικῇ?
χάρις σοι γένοιτο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Ἀκέμδωρ ἄσμενος ἀντασπάζεται Μᾶρκον.
πάνυ δὴ ἐπαγωγόν ἐστι τὰ ἰδιώματα. ϗ οὐ ρᾴδιόν ἐστι λόγον τινὰ ξυνεῖναι ἄπειρον ὄντα τῶν ἰδιωμάτων. τὸ whit φθόγγός ἐστι ὄρνιθος τερετίζοντος; ἡ οὖν Βρεττανικὴ ἐν ταύτῃ τῇ ἰδιώματι ὁμοία ἐστὶ τῇ Ἑλληνικῇ καίπερ Ἕλληνες οὐ τοῖς τῶν ὀρνίθων φθόγγοις τὴν ἀπουσίαν ξυνέβαλλον ἀλλὰ τοῖς τῶν ὑῶν. ἴσως καὶ εἰκότως τὸ γὰρ γρῦ τοῦ ὑὸς βραχύτερόν ἐστι τοῦ τῶν ὀρνίθων τερετίσματος. ἐν μὲν τῇ Ῥωσικῇ οὐκ ἔστι τοιοῦτο ζωόφθογγον ἰδίωμα, λέγομεν δέ· ни капли (τοῦτό ἐστι· οὐδὲ σταγών) ἢ ни крошки (τοῦτό ἐστι· οὐδὲ ψίξ).
ἔῤῥωσο βέλτιστε.
πάνυ δὴ ἐπαγωγόν ἐστι τὰ ἰδιώματα. ϗ οὐ ρᾴδιόν ἐστι λόγον τινὰ ξυνεῖναι ἄπειρον ὄντα τῶν ἰδιωμάτων. τὸ whit φθόγγός ἐστι ὄρνιθος τερετίζοντος; ἡ οὖν Βρεττανικὴ ἐν ταύτῃ τῇ ἰδιώματι ὁμοία ἐστὶ τῇ Ἑλληνικῇ καίπερ Ἕλληνες οὐ τοῖς τῶν ὀρνίθων φθόγγοις τὴν ἀπουσίαν ξυνέβαλλον ἀλλὰ τοῖς τῶν ὑῶν. ἴσως καὶ εἰκότως τὸ γὰρ γρῦ τοῦ ὑὸς βραχύτερόν ἐστι τοῦ τῶν ὀρνίθων τερετίσματος. ἐν μὲν τῇ Ῥωσικῇ οὐκ ἔστι τοιοῦτο ζωόφθογγον ἰδίωμα, λέγομεν δέ· ни капли (τοῦτό ἐστι· οὐδὲ σταγών) ἢ ни крошки (τοῦτό ἐστι· οὐδὲ ψίξ).
ἔῤῥωσο βέλτιστε.
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
ἐνθυμοῦμαί τι· οἶδα ἔγωγε φθόγγους ζῴων τινῶν, ὡς τὸ γρῦ τοῦ ὑός, τὸ βαῦ βαῦ τοῦ κυνός, τὸ βῆ βῆ τοῦ προβάτου καὶ τὸ βρεκεκεκέξ τοῦ βατράχου, ἀλλ' οὐκ οἶδα πῶς ἀπεφθέγγοντο οἱ ἑλληνικοὶ αἴλουροι, ὅ με ἀνιᾷ, πάνυ γὰρ φιλαίλουρός εἰμι
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
ὦ χαῖρε φίλε Ἄκεμδορ!
οἱ Αἰγύπτιοι αἴλουροι ἔλεγον ὅτι «προσκυνεῖτε ἡμᾶς. θεοὶ γὰρ ἐσμεν.»
http://en.wikipedia.org/wiki/Cats_in_ancient_Egypt
εύφραίνου φίλτατε.
οὐδὲ ἐγὠ οἶδα. μόνον δὲ τοῦτο λέγω σοι.ἀλλ' οὐκ οἶδα πῶς ἀπεφθέγγοντο οἱ ἑλληνικοὶ αἴλουροι...
οἱ Αἰγύπτιοι αἴλουροι ἔλεγον ὅτι «προσκυνεῖτε ἡμᾶς. θεοὶ γὰρ ἐσμεν.»
http://en.wikipedia.org/wiki/Cats_in_ancient_Egypt
εύφραίνου φίλτατε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Οὐ δοκοῦσι μοι οἱ τῶν Αἰγυπτίων αἴλουροι οὕτως λέγειν, δοκοῦσι δή μοι οἱ Ἀιγύπτιοι αὐτῶν οὕτως ἀκοῦσαι λεγόντων· ‘δὸς μοι κρέως τι μέρος μικρόν, ὦ ἄνθρωπε καλέ!’
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
τῷ Ἀκέμδορι Μᾶρκος κελεύομαι χαίρειν σε.
εἰπὲ ἐμοὶ ἐρωτῶντί σοι.
εὐτύχει δή.
αἴλουραν οὖν ἔχεις? τί ὄνομα? τί χρῶμα? ἄρσην ἢ θῆλυς ἐστιν? τί δὲ ἐσθίει? ποὺ δἐ καθεύδει τὸ ζῶον?...φιλαίλουρός εἰμι...ι
εἰπὲ ἐμοὶ ἐρωτῶντί σοι.
εὐτύχει δή.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Ξενοφάνης ὁ Βορήιος
- Textkit Neophyte
- Posts: 83
- Joined: Fri Oct 28, 2011 5:54 am
Re: ειπε εμοι παρακαλω
Ἀκέμδωρ Μάρκῳ εὐφραίνεσθαι.
Νῦν μὲν οὐκ ἔστι μοι αἴλουρος, ὅτι ἡ γυνή μου κυσὶ χαίρει κοὐ φιλεῖ αἰλούρους. ἔτι δὲ οὐ τρέφομεν οὔτε κύνα οὔτ' αἴλουρον τούτου ἕνεκα ὡς ὁ υἱὸς νῷν οὔπω ἐν ἡλικίᾳ ἐστί, ἐπεὶ οὖν ἔφηβος γενήσεται πρὸς ἐμοῦ αὐτὸν οἴμαι ἔσεσθαι ϗ ἕξομεν ἢ αἴλουρον ἢ ἄμφω αἴλουρόν τε ϗ κύνα.
πρότερον δὲ πρὸ τοῦ γάμου ϗ πρὸ τοῦ μετοικίσαι με ἐκ πατρῴου οἰκίας ἔτρεφε ἡ μήτηρ μου κύνα τε ϗ αἴλουρον· κύων μὲν τὸ εἶδος poodle ἦν, ἄρσην, χρῶμα δὲ βερυκόκκειος (apricot) ϗ ἦν σωφότατος τῶν κυνῶν ἐμοί ποτε περιτυχόντων, ὄνομα δὲ ἦν Ἀρκιβάλδ ἡ γὰρ μήτηρ μου τὸν Ῥὲξ Σταῦτ ἐφίλει σφόδρα. ἡ δὲ αἴλουρος θῆλυς ἦν ὀνόματι Λίζα (ἔστιν τοῦτο ὑποκοριστικὸν τοῦ Ἐλισαβέθ), δι' ὅτι ἡ Λίζα λέξις ἔοικε ῥωσικῷ ῥήματι лизать, τοῦτό ἐστι λείχειν, τῷ δὲ χρώματι ὁμοία ἦν σιδήρῳ, ϗ ὅσω σοφὸς πέφυκε Ἄρκι τοσούτῳ Λίζα πέφυκε πανοῦργος. ἐκαθευδέτην αὐτὼ ἀσπασαμένω ἀλλήλω φίλω γὰρ ἤτην, ἐδειπνοποιούσθην δὲ ἐρημίᾳ, οὐδέποτε γὰρ ὡς εἰκὸς τὰ ζῷα φίλοι τυγχάνουσι περὶ τράπεζαν.
σὺ δὲ τρέφεις τι ζῷον;
εὐτυχοίης ὦ φίλε μου
Νῦν μὲν οὐκ ἔστι μοι αἴλουρος, ὅτι ἡ γυνή μου κυσὶ χαίρει κοὐ φιλεῖ αἰλούρους. ἔτι δὲ οὐ τρέφομεν οὔτε κύνα οὔτ' αἴλουρον τούτου ἕνεκα ὡς ὁ υἱὸς νῷν οὔπω ἐν ἡλικίᾳ ἐστί, ἐπεὶ οὖν ἔφηβος γενήσεται πρὸς ἐμοῦ αὐτὸν οἴμαι ἔσεσθαι ϗ ἕξομεν ἢ αἴλουρον ἢ ἄμφω αἴλουρόν τε ϗ κύνα.
πρότερον δὲ πρὸ τοῦ γάμου ϗ πρὸ τοῦ μετοικίσαι με ἐκ πατρῴου οἰκίας ἔτρεφε ἡ μήτηρ μου κύνα τε ϗ αἴλουρον· κύων μὲν τὸ εἶδος poodle ἦν, ἄρσην, χρῶμα δὲ βερυκόκκειος (apricot) ϗ ἦν σωφότατος τῶν κυνῶν ἐμοί ποτε περιτυχόντων, ὄνομα δὲ ἦν Ἀρκιβάλδ ἡ γὰρ μήτηρ μου τὸν Ῥὲξ Σταῦτ ἐφίλει σφόδρα. ἡ δὲ αἴλουρος θῆλυς ἦν ὀνόματι Λίζα (ἔστιν τοῦτο ὑποκοριστικὸν τοῦ Ἐλισαβέθ), δι' ὅτι ἡ Λίζα λέξις ἔοικε ῥωσικῷ ῥήματι лизать, τοῦτό ἐστι λείχειν, τῷ δὲ χρώματι ὁμοία ἦν σιδήρῳ, ϗ ὅσω σοφὸς πέφυκε Ἄρκι τοσούτῳ Λίζα πέφυκε πανοῦργος. ἐκαθευδέτην αὐτὼ ἀσπασαμένω ἀλλήλω φίλω γὰρ ἤτην, ἐδειπνοποιούσθην δὲ ἐρημίᾳ, οὐδέποτε γὰρ ὡς εἰκὸς τὰ ζῷα φίλοι τυγχάνουσι περὶ τράπεζαν.
σὺ δὲ τρέφεις τι ζῷον;
εὐτυχοίης ὦ φίλε μου
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
ἀσπάζομαί σε Ἑλληνιστί, ὦ δαιμόνιε!
ἐν τοῖς λόγοις σου περὶ τῶν κυνῶν τε καὶ ἀιλούρων ἐυδόκησα πάνυ.
Μᾶρκος

ναί. κύνα ἔχω. ἐγὼ μὲν φιλόλογος, ὁ δὲ φιλολαγῶος.Akemdwr asked: σὺ δὲ τρέφεις τι ζῷον;
ἔρρωσο ἐν τῷ τοῦ Κυρίου ὄνοματι.φιλόλογος—fond of words.
φιλολαγῶος—fond of rabbits.
Μᾶρκος
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
-
- Textkit Fan
- Posts: 266
- Joined: Sun Oct 10, 2010 3:29 am
- Location: Ontario, Canada
Re: ειπε εμοι παρακαλω
υμεις ασπαζομαι,
οναμα μου ο Δευαινος εστιν, ζαω εν τω Καναδα και δυη τεκνια αι καλλαι εχω. μικρον καταβαινω κοινην ελληνικην δε γραφω αυτην.
η ηρεινη εν τω ιησου Χριστω

μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: ειπε εμοι παρακαλω
Μᾶρκος τῷ Δευαίνῳ χαίρειν πλεῖστα.
ποῦ ἐν Καναδα οἰκεῖς? τί ἐστιν τὸ ὄνομα τῆς πόλεως σου? ἄρα ἡ πόλις σου μικρὰ ἢ μεγάλη?ζαω εν τω Καναδα...
υἱοὺς ἔχεις ἢ θυγατέρας?δυη τεκνια αι καλλαι εχω.
ναί. πάνυ γε. εἰρήνη καί σοι ἐν Ἰησοῦ Χριστοῦ, ὦ φίλε μου!η ηρεινη εν τω ιησου Χριστω