ειπε εμοι παρακαλω

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

Markos wrote:τί εστιν το ονομα, ω Ιασον, του βιβλιου ὃν νυν συ αναγιγνωσκεις. γιγνωσκειν βουλομαι. ειπε εμοι, παρακαλω.
ἡ βίβλος καλουμένη Complete Ancient Greek ἐστίν, ἀεὶ δὲ ἀναγιγνώσκω αὐτήν -- ἀληθῶς! ἔλαβον αὐτὴν παρὰ τοῦ ΑΜΑΖΟΝ.UK καὶ οὐ δύναμαι αὐτὴν ἀναγιγνώσκων παῦσαι.

(Not sure how to say "can't stop reading it", but that's my attempt!!)

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

οιδα σε αγαπῶντα τουτο το βιβλιον. θεου θτλοντος ταχεως καγω αναγνωσομαι αυτο. παν το βιβλιον δυσκολον κατατιθεναι εστιν. ερρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

Markos wrote:οιδα σε αγαπῶντα τουτο το βιβλιον. θεου θτλοντος ταχεως καγω αναγνωσομαι αυτο. παν το βιβλιον δυσκολον κατατιθεναι εστιν. ερρωσο.
ναί, κατατιθέναι τὴν βίβλον οὐκ ἔστιν. ἤδη οἶδάς με ἀναγιγνώσκοντα αὐτὴν καὶ νῦν ἐν ᾧ γράφω σοι ταύτην τὴν γράφην! τοσοῦτον φιλῶ αὐτὴν ὥστε πάντοτε παρὰ μοί ἐστιν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

και συ ω Ναθαν; τι βιβλιον νυν συ αναγιγνωσκεις; τι εστιν το ονομα του βιβλιου; ειπε ημιν, παρακαλω. Ελληνιστι, παρακαλω.

νυν, παλιν αγαγιγνωσκω το βιβλιον Πολις γεγραμενον υπο Χριστοφορου Ρικω. τουτο το βιβλον διδασκεις με λαλειν Ελληνιστι. ερρωσθε ω φιλοι μου.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

NateD26
Textkit Zealot
Posts: 789
Joined: Tue Aug 11, 2009 10:14 am
Contact:

Re: ειπε εμοι παρακαλω

Post by NateD26 »


νῦν οὐδὲν ἀναγιγνώσκω. ἡ ἐμὴ Ἑλληνικὴ ἄρτι ἥττων γέγονε ἀλλὰ πειράσομαι κρείττων ποιεῖν.
Nate.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

πλην ετι καλως γραφεις Ελληνιστι. ευκοπον με συνιεναι σε. εν Αμερικᾳ νυν ποδοσφαριον μελλει αρχεσθαι. αρα Αμερικανικον ποδοσφαιριον (τουτο εστιν football μη soccer) αγαπωμενον εν Ισραελ; ερρωσθε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

NateD26
Textkit Zealot
Posts: 789
Joined: Tue Aug 11, 2009 10:14 am
Contact:

Re: ειπε εμοι παρακαλω

Post by NateD26 »


ἐμοὶ μὲν οὐδὲ for Football οὐδὲ for Soccer πώποτε μεμέληκεν·
οἱ δὲ πλέονες Soccer μάλα ἀγαπῶσιν -- ἴσως πολλά*.

* perhaps too much.
Nate.

User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

χαῖρε, ὦ Μάρκε. διὰ τί οὐκ ἔγραψας γραφὰς ἑτέρας ἐπὶ τὸ blog μου; ἆρ᾿ εἶπόν τι ὃ οὐκ ἐφίλησας; :(

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

χαῖρε, ὦ Μάρκε. διὰ τί οὐκ ἔγραψας γραφὰς ἑτέρας ἐπὶ τὸ blog μου; ἆρ᾿ εἶπόν τι ὃ οὐκ ἐφίλησας;
ουχι, ουχι ω Ιασον. μαλιστα αγαπω τους παντας σου λογους. ταχεως παλιν γραψω επι το βλογ σου. ερρωσο, ω φιλε μου.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

ω Ιασων. νυν ερωτημα σοι εγω εχω. τί κεφαλαιον του βιβλιου του Betts and Gavin νυν συ αναγιγνωσκεις;
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

Markos wrote:ω Ιασων. νυν ερωτημα σοι εγω εχω. τί κεφαλαιον του βιβλιου του Betts and Gavin νυν συ αναγιγνωσκεις;
χαῖρε, ὦ φίλε. τὸν πέμπτον κεφάλαιον τοῦ βιβλίου νῦν ἀναγιγνώσκω. τὰ μὲν μαθήματα τοῦ τετάρτου οὐκέτι πεποίηκα, αὔριον δὲ ἐν νῷ ἔχω αὐτὰ ποιεῖν. πότε δυνήσῃ τὸ βιβλίον ἀγοράζειν;

I'm really happy with this post. Let me know if it sucks, eh? LOL

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

Ιασων ηρωτησε
πότε δυνήσῃ τὸ βιβλίον ἀγοράζειν;
ουχι ω Ιασον. ου δυναμαι. νυν τουτο το βιβλιον εστιν επι το Amazon UK αλλα ουκ επι το Amazon USA. πλην μενῶ τουτο το βιβλιον. αλλα βιβλια νυν εχω αναγιγνωσκειν. ερρωσο
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

χαιρε ω Ναθαν. αρτι νυν ειδον δυο καινας και καλας κινηματογραφας Ελληνιστι. συ δυνασαι βλεπειν αυτας ωδε

http://www.youtube.com/watch?v=K3kFy8k3KtQ

και ωδε

http://www.youtube.com/watch?v=_J-5KqbTOyw

κατα με ἑνα μεν γιγνωσκεις αλλον δ' ου γιγνωσκεις. την αληθειαν λεγω;
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

NateD26
Textkit Zealot
Posts: 789
Joined: Tue Aug 11, 2009 10:14 am
Contact:

Re: ειπε εμοι παρακαλω

Post by NateD26 »


τὴν ἀλήθειαν λέγεις, ὦ Μᾶρκε. εὐχαριστῶ σοι· ἀμφοτέρας γὰρ καλὰς κινηματογράφας. :)
Nate.

User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

NateD26 wrote:
τὴν ἀλήθειαν λέγεις, ὦ Μᾶρκε. εὐχαριστῶ σοι· ἀμφοτέρας γὰρ καλὰς κινηματογράφας. :)
πάντα τὸν χρόνον οὐκ ᾔδεα τὸ ἄλφα ἐν τῷ τοῦ Μάρκου ὀνόματι μακρὸν ὄν. εὐχαριστῶ σοι!
"Μᾶρκε" (ᾱ) ἀντὶ "Μάρκε" (ᾰ). :)


** οἶδα: c. part., to know that such and such is the fact, the part. being in nom. when it is a predicate of the Subject of the Verb

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

χαιρετε Ναθαν και Ιασον. πως εχετε, ω φιλοι μου;

ερωτημα εχω εγω υμιν. τουτο εστιν πολιτικον ερωτημα. πολιτικα ερωτηματα δυσκολα εστιν. οι μεν λεγουσιν οτι ουκ καλον εστιν φιλους διαλογιζειν πολιτικα. πλην εγω ερωτησω τουτο το ερωτημα. αρα ειρηνη νυν εσται εν Ισραελ; :?: ειπετε εμοι, παρακαλω Ελληνιστι. ερρωσθε ω φιλοι μου.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

NateD26
Textkit Zealot
Posts: 789
Joined: Tue Aug 11, 2009 10:14 am
Contact:

Re: ειπε εμοι παρακαλω

Post by NateD26 »

Hi, Markos. I'm not sure whether or not we're allowed to talk about Politics on the forum.
All I can say is that at the moment, there is no peace.
Nate.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

συνηκα. ο τοπος εστιν δυσκολος. εγω προσευχομαι υπερ της ειρηνης της Ιερουσαλημ. ερρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

Markos wrote:χαιρετε Ναθαν και Ιασον. πως εχετε, ω φιλοι μου;

ερωτημα εχω εγω υμιν. τουτο εστιν πολιτικον ερωτημα. πολιτικα ερωτηματα δυσκολα εστιν. οι μεν λεγουσιν οτι ουκ καλον εστιν φιλους διαλογιζειν πολιτικα. πλην εγω ερωτησω τουτο το ερωτημα. αρα ειρηνη νυν εσται εν Ισραελ; :?: ειπετε εμοι, παρακαλω Ελληνιστι. ερρωσθε ω φιλοι μου.
γένοιτο εἰρήνη. οὐκ μὲν οἶδα τί ἐν WASHINGTON γίγνεται, ἐλπίζω δὲ ὅτι ἐκπορεύσεταί τι ἐκ τούτου τοῦ συνεδρίου. τὴν εἰρήνην ἤδη ἐθέλομεν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

χαιρετε ω Ιασον και Ναθαν. πολυν χρονον ου λελαληκαμεν αλληλοις. πως εχετε; εγω καλως εχω και ο οικος μου καλως εχει. νυν εν Κολοραδο ουκετι θερμον εστιν. νυν ψυχρον εστιν. δια τουτο ουκετι εγω επιχεω υδωρ επι των ανθων. νυν δει με αιρειν τας φυλλαδας εκ της γης. πολλαι φυλλαδες νυν εκπιπτουσιν εκ των δενδρων. ποδοσφαιριον εγω βλεπω. μαλιστα αγαπω βλεπειν τους Δενβερ Βρογγους. πονῶ ποιων κινηματογραφας Ελληνιστι.

ω φιλοι γραφετε εμοι Ελληνιστι. περι τίνος υμεις γραφετε ου διαφερει. μονον οτι γραφετε. ερρωσθε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

NateD26
Textkit Zealot
Posts: 789
Joined: Tue Aug 11, 2009 10:14 am
Contact:

Re: ειπε εμοι παρακαλω

Post by NateD26 »


χαῖρε, ὦ Μᾶρκε. μεταμέλει μοι πολὺν χρόνον οὐ γράψαντι. καλῶς ἔχω καὶ πολλάκις ἀναγιγνώσκω τὴν Ἀπολογίαν ἀλλὰ μόλις τι πρoὔκοψα.
ἐλπίζω τὴν μάθησίν μου κρείττω γενήσεσθαι. :)
Nate.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

σε ασποζομαι ω Ναθαν. χαραν εγω εχω δεξαμενος την καλην επιστολην παρα σου. ετι καλως γραφεις Ελληνιστι. ευχαριστω σοι μοι γραψαντι.

λεγεις οτι αναγιγνωσκεις την Απολογιαν. τουτο το βιβλιον συ γιγνωσκεις;

http://www.amazon.com/Plato-Apology-Gre ... 0865163480

εγω μενω καινον βιβλιον γραφεντα υπο Geoffrey Steadman. τουτο εστιν το Republic Book One Greek Text, Running Vocabulary and Notes. τα βιβλια του Steadman μαλιστα αγαπω.

δει με ωδε παυεσθαι. οι υιοι μοι πεινῶσιν και σιτον θελουσιν. ισθι χαιρων.

Μαρκος.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

NateD26
Textkit Zealot
Posts: 789
Joined: Tue Aug 11, 2009 10:14 am
Contact:

Re: ειπε εμοι παρακαλω

Post by NateD26 »

Markos wrote:λεγεις οτι αναγιγνωσκεις την Απολογιαν. τουτο το βιβλιον συ γιγνωσκεις;

http://www.amazon.com/Plato-Apology-Gre ... 0865163480

εὐχαριστῶ σοι, ὦ Μᾶρκε. καλοὺς λόγους ἤκουσα περὶ τούτου τοῦ βιβλίου.
πριαίμην οὖν ἵνα τὴν Ἀπολογίαν ἀκριβέστερον ἀναγιγνώσκω.
Nate.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

τίνες λαλησουσιν μοι ωδε; καθ' ημεραν θελω γραψαι Ελληνιστι. γραφων Ελληνιστι προκοπτω. ειπετε εμοι ω φιλοι τε φιλαι. περι τίνος; περι τινος. ερρωσεθε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

χαῖρε, ὦ φίλε μου Μᾶρκε.

ἀεὶ εἴτε ἐν τῷ διδακαλείῳ μου πανῶ εἴτε ἑβραϊστὶ φράφω ἐν τῷ φόρῳ μου. ἤδη γιγνώσκεις ὅτι ἐκεῖ τὴν ἑβραΐδα διάλεκτον διδάσκω. ἀγαπῶ γὰρ πᾶσαν τὴν ἡμέραν ἐν τῷ ἐμῷ φόρῳ γράφειν, καὶ περὶ τῶν ἑβραϊκῶν γραμμάτων καὶ περὶ τῶν ἁγίων γραφῶν τῶν Ἰουδαίων.

μεταμέλομαι μὲν ἐνθάδε μὴ ὤν, πολὺν δὲ χρόνον οὐκ ἔχω.

πῶς ἔχεις, ὦ φίλε;

Ἰάσων τοῦ Ἰωάννου

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

ευχαριστω ω Ιασον υπερ της αποκρισεως σου. χαιρω αναγιγνωσκων τους λογους σου. προ τινων μηνων συ ελθες προς τον Νεω Ιορκ. αρα τουτο το πλοῦν καλον ην;

νυν αναγιγνωσκω το βιβλιον το Αληθη Διηγματα του Λουκιανου. μαλιστα αγαπω τουτο το βιβλιον.

συ γ' υγιαινε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

και συ ω Ναθαν? πως εχεις? τι πραττεις? τι αναγιγνωσκεις? εν Ισραηλ αρα εστιν ψυχρος η θερμος? γραφε εμοι θελοντι σε γραφειν.

συ δ' υγιαινε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

NateD26
Textkit Zealot
Posts: 789
Joined: Tue Aug 11, 2009 10:14 am
Contact:

Re: ειπε εμοι παρακαλω

Post by NateD26 »

καλῶς ἔχω, ὦ Μᾶρκε, ὅμως οὐκέτι σχολή μοί ἐστιν ἐνθάδε γράψαι. μεταμέλομαι οὖν αὐτῷ.
Nate.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

συνιημι σε μη εχοντα σχολην. χρονος γαρ φευγει. ερρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

τί νυν γραψει εμοι Ελληνιστι? μαλιστα αγαπῶ γραφειν καθ' ημεραν, αλλα ου πολλους φιλους εχω δυναμενους γραφειν ταυτην την γλωσσαν. ερωτῶ σε ουν γραψαι εμοι. ειπε εμοι τίς εῖ συ. ειπε εμοι τἰ ποιεις. των ὣν συ γραφεις ου μελει εμοι, μονον οτι συ γραφεις Ελληνιστι.

μενω τας αποκρισεις σου.

Μαρκος.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Juan Huarte
Textkit Neophyte
Posts: 9
Joined: Thu Jul 16, 2009 6:18 pm
Location: Madrid, Spain

Re: ειπε εμοι παρακαλω

Post by Juan Huarte »

χαῖρε, ὦ Μάρκε. χαίρετε καὶ ὐμεῖς, ὦ φίλοι.
τὸ μὲν ὄνομα γάρ μοι Ἰωάννής ἐστι, δύο τέκνω ἐστὸν καί μοι καὶ γυνή. περὶ τοῦ Ἑλληνιστὶ γραγεῖν χρήσιμον εἶναι ὁμολογῶ μέν σοι ἔγωγε, καθ`ημέραν δὲ οὐ δυνατόν μοι νομίζω εἶναι· ξένος τε καὶ ἄπειρος ὢν τῇ Ἑλληνιστί, δεῖ γάρ μοι μάλιστα πονεῖν ἐπιμελούμενος ὅπως τὴν γραφὴν καλῶς ποιήσομαι. ἔτι καὶ νῦν ταῦτα πειρήσομαι.
επὶ πολλοῦ ποιήσομαι τὴν γνομὴν τὴν σοῦ περὶ τῶν ἁμαρτημάτων τῶν ἐμοῦ. χάριν αποδώσω γάρ σοι.
χαῖρε.
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this signature from Markos over on the Agora forum here at Textkit. Every suggestion as to improve my Greek will be welcome.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

χαιρε και συ, ω Ιωαννης!

πολλην χαραν εχω δεχομενος την καλην αποκρισιν σου. γραφεις γαρ δηλως και καλως. παντας γαρ τους σου λογους εγω συνηκα.

το γραφειν Ελληνιστι δυσκολον μεν, καλον δε. γραφων γαρ πολλακις νυν αναγιγνωσκω τα Ελληνικα βιβλια θᾶσσον.

κἀγω δυο υιους. ὁ μεν εχει πεντακαιδεκα ετη, ὁ δε δεκα. πειρομαι μεν ουν λαλειν προς αυτους Ελληνιστι, αλλα ουτοι λαλοῦσιν μοι Βρεττανικῃ. :)

τί Ελληνικα βιβλια αναγιγνωσκεις? ως μαλιστα αγαπω την Καινην Διαθηκην και τα βιβλια του Ομηρου.
ποσου χρονου μανθανεις την γλωσσαν την Ελληνικην? μοι πεντα ετη. αρα μανθανεις εν Σχολῃ ἢ συ διδασκεις σεαυτον?

ελπιζω οτι γραψεις εμοι παλιν ταχεως. και ελπιζω τους αλλους γραψειν ωδε.

πολλα ιθι χαιρων!

Μαρκος
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Juan Huarte
Textkit Neophyte
Posts: 9
Joined: Thu Jul 16, 2009 6:18 pm
Location: Madrid, Spain

Re: ειπε εμοι παρακαλω

Post by Juan Huarte »

χαῖρε, ὦ Μᾶρκε.
αὐτίκα μὲν οὖν τὰ ἐρωτήματα τὰ ὑπο σοῦ ἀποκρίνομαι.
τέταρτον ἔτος τουτὶ, τοῖν ὑιοῖν νεανίσκοιν γενομένοιν, τοῦ ταύτης τῆς καλῆς γλώττης μαθήματος ἠρξάμην. σπουδαίως μὲν ὡρμησάμην, ἀλλ`αὐτὸς καὶ διδάσκαλος καὶ μαθητής, ἅμα εἰς τὰ ἐμοῦ καθημέρια ἔργα τόν νοῦν προσεχόμενος, βραδέως δὲ προσεχώρουν.

τηνικαῦτα ῥᾳδιότερόν ἐστί τινι τὸ διδάσκειν ἑαυτόν, ὡς πολλὰ καὶ καλὰ βιβλία περὶ τοῦ Ἀττικοῦ τῷ τὴν φωνὴν μανθάνειν προθυμουμένῳ ἔξεστι ἐπιτυγχάνειν. βουλόμενος γὰρ ἑλληνίζειν τὸ μὲν Ἀθήναζε βιβλίον κέκτημαι πρῶτον, τὸ δὲ τῆς Ἰταλικῆς ἐκδόσεως, βιβλίον α`. τούτῳ μέντοι τῷ βιβλίῳ ὅστις ἂν ταύτην τὴν γλῶτταν φιλοπονὸς μανθάνῃ οἴομαι εὐθὺς μακαριστόν γε ἀναγνώσεσθαι πολλά ῥήματα.

τὸ Ἀθήναζε ἀναγνούς, ἔπειτα δὴ τέτταρα τοῦ Χενοφῶντος Ἀθηναίου βιβλία περὶ Ἀναβάσεως κατανέγνωκα, τὴν University of Oklahoma Press ἔκδοσιν μετὰ τῶν Mather καὶ Hewitt χρησιμωτάτων ἐξηγημάτων.

τέλος δὴ ἒν τῷ παρὄντι ἀναγιγνώσκω τὴν Ἀπολογίαν Σωκράτους, τὴν μέτα J.J. Helm's ἐξηγημάτων. μάλα μέντοι χαλεπότερον γάρ ἐστί μοι τὸ Πλάτωνος ποίημα ἢ τὸ Χενοφῶντος, ἀλλὰ ἅτινα μὲν δὴ ἔχει ἐφολκά, καὶ μὴν τὰ ἐξηγήματα μάλιστα χρησίμως ἔχει.

τὼ υἱὼ τὼ ἐμοῦ οὐ καταλαμβάνουσιν μὲν τὸν πατήρα πολύν χρόνον ἐργάζεσθαι τὴν Ἑλληνικὴν γλῶτταν μανθάνοντα, ἔγωγε δὲ μόνον οὐ συμφρονῶ αὐτοῖς.

χαῖρε
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this signature from Markos over on the Agora forum here at Textkit. Every suggestion as to improve my Greek will be welcome.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

Μαρκος τῳ Ιωαννῃ χαιρειν πλειστα.

χαραν πολλην εχσον δεχομενος της παρα σου καλης επιστολης.

το Αθηναζε κἁγω φιλῶ. αρα ηκουσας τας ηχωγραφας αυτου?

χαρησομαι δεξομενος την σου αποκρισιν.

το signature σου καλον εστιν! :)

ιθι πολλα χαιρων.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Juan Huarte
Textkit Neophyte
Posts: 9
Joined: Thu Jul 16, 2009 6:18 pm
Location: Madrid, Spain

Re: ειπε εμοι παρακαλω

Post by Juan Huarte »

χαῖρε, ὦ Μάρκε.
ἀλλὰ τὴν μὲν τοῦ Ἀθήναζε φωνογραφὴν ἀγνοῶ, τάχ`ἂν δὲ σὺ τὴν εὐθείαν μοι δεικνύοις τῷ διαδικτύῳ.

νῦν γὰρ τὸ Ἀσσιμὶλ βιβλίον τε καὶ τὰς αὐτοῦ φωνογραφὰς ἀποκαροδοκῶ· ταῦτα μὲν οῦν ἀρέσκειν μοι ἐλπίζω.

τούτoυς μὲν τοῦς ἔργους σύμβουλόν τε καὶ ῥαψῳδὸν τὸν Stefan Hagel νομίζω γενέσθαι · τούτου τε ἐκφώνησιν καὶ τόνον μὲν γὰρ φιλῶ, εἰ καὶ Ἀυστριακὸς (καὶ μὴν Γερμανικοφώνος γε) ὤν σχεδὸν ῥωβικός ἐστι.

τίνες οὖν τὰ βιβλὶα τὰ Ἑλληενικῆς γλώττης πέρι μάλιστα φιλεῖς;

χαῖρε, ὦ Μάρκε.
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this signature from Markos over on the Agora forum here at Textkit. Every suggestion as to improve my Greek will be welcome.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

σε ασπαζομαι, ω φιλτατε Ιωαννης,

τα σπλαγχνα μου αναπεπαυται δια σου, ω αδελφε, δεχομενος τους καλους λογους Ελληνιστι.

δυνασαι μεν ουν τας φωνογραφας του Αθηναζε ωδε

http://tamathemata.blogspot.com/2009/09 ... uenda.html

και ωδε

http://www.cornellcollege.edu/Classical ... ndex.shtml

πολλακις ακουω ταυτας εν το I-pod μου περιπατῶν εν τοις ορεσιν. οικῶ γαρ εν Κολοραδο εγγυς των ορεσων. αρα ὂρη εγγυς σου εν Σπανῃ?

κἀγω νυν πονῶ εν τῳ Ασσιμιλ. πεφίληκα σφοδρα. αναγνωθι ουν περι τουτου ωδε

http://schole.ning.com/forum/topics/per ... 1#comments

τα Ελληνικα βιβλια υπο μου ως μαλιστα αγαπῶμενα εστιν το JACT και Πολις υπο Χριστοφορου Ρικω και Greek for Reading υπο Gerda Seligson.

νυν εν Κολοραδο θερμος εστιν. ουκετι ὓει. τουτ' εστιν το υδωρ ουκετι εκ του ουρανου πιπτει.

και συ? εν Σπανῃ αρα νυν θερμος ἢ ψυχρος? ξηρα εστιν ἡ γη οὓ συ οικεῖς? ειπε μοι βουλομενῳ ειδεναι. ειπε μοι Ελληνιστι, παρακαλω.

μενω την αποκρισιν σου. ερρωσο φιλε μου!
Last edited by Markos on Wed Jul 13, 2011 2:07 am, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
jaihare
Textkit Zealot
Posts: 959
Joined: Mon Oct 22, 2007 2:47 am
Location: Tel Aviv, Israel
Contact:

Re: ειπε εμοι παρακαλω

Post by jaihare »

Markos wrote:δυνασαι μεν ουν τας φωνογραφας του Αθηναζε ωδε

http://tamathemata.blogspot.com/2009/09 ... uenda.html

και ωδε

http://www.cornellcollege.edu/Classical ... ndex.shtml
εὐχαριστῶ σοι, ὦ Μᾶρκε. :)

Juan Huarte
Textkit Neophyte
Posts: 9
Joined: Thu Jul 16, 2009 6:18 pm
Location: Madrid, Spain

Re: ειπε εμοι παρακαλω

Post by Juan Huarte »

χαῖρ` ὦ φίλε Μάρκε.
ἑβδομάδας τινάς γε ἐβουλόμην τὴν καλὴν ἐπιστολήν σου ἀποκρίνεσθαι. μικρᾷ τῆς Ἑλληνικῆς γλώττης μαθήσει χαλεπότατα δεῖ μοι πραγματεύεσθαι ἐπιχειροῦντι καλῶς ἀττικίζειν. παραιτεῖσθαι μὴν δεόμενος συγγνώμην ἔχειν νῦν σε ἐλπίζω.
ἡ μὲν γυνὴ, τω υἱώ, καὶ ἐγὼ εἰς Τρουχίλλον χθὲς ὡδοιπορήσαμεν, ἱσπανικὴν πόλιν εὐδαίμονα καὶ οἰκουμένα. ταύτῃ τῇ πόλει μεγάλαι καὶ παλαιαὶ οἰκίαι πολλαὶ εἰσίν, καὶ ἀνάκτορα καὶ νεῴ. θαυμαστὰ γάρ ἐστι χιλιέτη νυνί φρέατα πολλὰ ἐν τῷ λίθῳ μέντοι ὀρυκτά.

ἴσθι μὲν οὖν τοῦτο ὅτι ἄχθομαι τε καὶ αἰσχύνομαι διὰ τοσούτου χρόνου τὴν σὴν ἐπιστολὴν ἀποκρινόμενος.
τόν μὲν τόπον τὸν Σχολὴ βούλομαι ἢ τοῦτον ὡς Ἐλληνιστὶ γράφωμεν. ἐὰν οὖν Ἑλληνιστί σοι γράφω ἐν ἐκείνῳ τῷ τόπῳ γὰρ τοῦτο δράσω.

ἴθι χαίρων. ὑγίαινε ὦ φίλε
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this signature from Markos over on the Agora forum here at Textkit. Every suggestion as to improve my Greek will be welcome.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: ειπε εμοι παρακαλω

Post by Markos »

χαιρε ω βελτιστε Ιωαννης.

ευτυχης ειμι μαθων οτι συ καλως εχεις. οιδα δη οτι δυσκολον ευρισκειν χρονον του γραφειν Ελληνιστι. ου μελει μοι ει συ γραφεις μοι ωδε ἢ εν Σχολῃ, μονον οτι συ γραφεις.

χαιρω μεν ουν οτι συ και ὁ οικος σου ηλθον προς εκειην την καλην πολιν. κἀγω ελπιζω ελθειν προς την Σπανιαν θεου θελοντος.

ταχεως παλιν γραψω σοι. χαρις σοι και τε σοις.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
Ξενοφάνης ὁ Βορήιος
Textkit Neophyte
Posts: 83
Joined: Fri Oct 28, 2011 5:54 am

Re: ειπε εμοι παρακαλω

Post by Ξενοφάνης ὁ Βορήιος »

Ἀκέμδωρ πᾶσι χαίρειν
ἐγώ εἰμι ῥωσικὸς μὲν τῇ φωνῇ μανθάνω δὲ τὴν Ἑλληνικήν τε γλῶσσαν ϗ τὴν Βρεττανικήν (ὀρθῶς εἶπον; Βρεττανικὴν ὀνομάζετε τὴν English?), ϗ ἀφορμή ἐστι οὐχ ἡκίστη τοῦ μανθάνειν τὴν Βρεττανικὴν τὸ μὴ ὑπάρχειν τοσαύτας ϗ τοιαύτας βίβλους περὶ τῆς Ἑλληνικῆς τῇ Ῥωσικῇ ὡς τῇ Βρεττανικῇ.
Οἴομαι οὖν ἐπιτηδειότατον εἶναι τὸ γράφειν καθ´ ἡμέραν ἑλληνιστί, οὐ μόνον ἀναγιγνώσκειν, τούτου ἕνεκα διὰ παντὸς γράφω ἑλληνιστὶ τὰς ἐφημερίδας (τοῦτό ἐστι diary), ἀλλὰ τὰς ἐφημερίδας ἀφ´ ἐμαυτοῦ γράφων ἐμαυτὸν δηλαδὴ αἰεὶ ξυνίημι ϗ οὐ πολλὰ ἐκ τούτου καταμανθάνω, ἄρ´ αἰεί ποτε ἐπεθυμούμην εὑρεῖν ἀγορὰν ᾗ ἔξεστι διαλέγεσθαι ἑλληνιστί, ἄρτι δὴ τὸ τέλος ηὕρηκα.
Γράψομαι οὐν ἀπὸ τοῦ νῦν καθ´ ἡμέραν ἐνθάδε καίπερ ἴσως ἐνίοτε οὐ πολλὰ ἔπη.
Γέγονα ὀκτὼ ϗ εἴκοσι ἔτη, οἰκῶ ἐν Κιέβῳ τῇ τῆς Οὐκρανίας μητροπόλει ϗ κέκτημαι ὡραιοτάτην ἐν τῇ οἰκουμένῃ γυναῖκά τε ϗ σωφρονέστατον ἐν τῇ οἰκουμένῃ υἱόν ὀλίγον δέοντα τρία ἔτη γεγονότα.
Ἐκδέχομαι δείλης ὦ φίλτατε Μᾶρκε ὅπως ἰδῶ τὰ κινηματογραφήματά σου, νῦγ γὰρ γράφω ἀπὸ τοῦ Πίνακος· οὕτως ἐγὼ ἐπωνόμασα τὸ PDA μου, τὸ δὲ ἀσύρματον διαδίκτυον οὐ μεγάλην παρέχει ταχύτητα ἐν Οὐκρανίᾳ.
I'm Russian-speaking and I learn both Ancient Greek and English, but I speak Greek better than English, so I write in Greek.
Ῥωσικὸς ὤν τῇ φωνῇ μανθάνω μὲν Ἑλληνικήν τε καὶ Βρεττανικὴν γλῶσσαν, ἐπίσταμαι δὲ τὴν Ἑλληνικὴν ἄμεινον, τούτου ἕνεκα ἑλληνιστὶ γράφω.
Ξενοφάνης ὁ Βορήιος

Post Reply