bedwere wrote:In Italy there is a proverb: la montagna ha partorito il topolino, the mountain gave birth to a mouse.

Quite the same. It means "a mountain had the pains of childbirth, Zeus was afraid, and (in the end) it gave birth to a mouse"
After quick search in TLG the following passages (among others) are some of the sources where the phrase can be found in. I suppose it was some short of folk saying (?), meaning "quite a labor for an insignificant/unimportant result". I find Lucian's passage from "How History must be written" very illuminating.
Sotadea, Fragmenta
Fragment 22, line 1
Τὴν μῆνιν ἄειδε, Μοῦσα, τὴν Ἀχιλλέως μοι
Σαρκικὸν γὰρ εἶχε χρῶτα καὶ τὸ δέρμ' ὅμοιον.
Βλαστεῖ δ' ἐπὶ γῆς δένδρεα παντοῖα φύοντα.
Χὠς παῖς ποκα, πότνα, σὸς ἐφ' ἅμμιν τερατουργεῖς.
Ὤδινεν ὄρος, Ζεὺς δ' ἐφοβεῖτο, τὸ δ' ἔτεκεν μῦν.<Καλῶς ἂν εἶχε νὴ Δί'>, εἰ μετὰ τὸ μαθεῖν
οὐκ ἦν παθεῖν ἃ δεῖ παθεῖν· δεῖ γὰρ μαθεῖν.
Εἰ δεῖ παθεῖν δὲ κἂν μάθω, τί δεῖ μαθεῖν;
Οὐ δεῖ μαθεῖν ἄρ' ἃ δεῖ παθεῖν· δεῖ γὰρ παθεῖν·
διὰ τοῦτ' <ἄρ'> οὐ θέλω μαθεῖν· δεῖ γὰρ παθεῖν.
Athenaeus Soph., Deipnosophistae
Book 14, Kaibel paragraph 6, line 22
καὶ Ταχὼς δ' ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας
τὸν Λακεδαιμονίων βασιλέα, ὅτ' ἦλθεν αὐτῷ συμμαχή-
σων, (ἦν γὰρ βραχὺς τὸ σῶμα) ἰδιώτης ἐγένετο, ἀπο-
στάντος ἐκείνου τῆς συμμαχίας. τὸ δὲ σκῶμμα τοῦτ' ἦν·
ὤδινεν ὄρος, Ζεὺς δ' ἐφοβεῖτο, τὸ δ' ἔτεκεν μῦν.ὅπερ ἀκούσας ὁ Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφη ‘φανή-
σομαί σοί ποτε καὶ λέων.’ ὕστερον γὰρ ἀφισταμένων
τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος (FHG I 297) καὶ
Λυκέας ὁ Ναυκρατίτης (ib. IV 441) ἐν τοῖς Αἰγυπτια-
κοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς
ἀρχῆς φυγεῖν εἰς Πέρσας.’
Galenus Med., In Hippocratis prorrheticum i commentaria iii
Kuehn volume 16, page 702, line 2
ὃ δὲ πάντων τῶν εἰρημένων ἐστὶν ἀτοπώτατον, ἤδη σοι φράσω.
πολλοὺς μὲν ἀρρώστους τεθεαμένος, μυρία δὲ προειρηκὼς τῶν ἐσομέ-
νων, οὔτε διὰ τῆς πείρας ἔγνων ἐκ τῶν τοιούτων σημείων λύγγα προ-
λεγομένην οὔτ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἐνδεικτικῶς ἢ αὐτὸς
εὗρον ἤ τινος γράψαντος ἀνέγνων. ἀλλ' ἔστιν | ἡ προκειμένη ῥῆσις
ἐοικυῖα τῷ κατὰ τὴν παροιμίαν ἐν παιδιᾷ λεγομένῳ·
“ὤδινεν ὄρος καὶ
ἔτεκε μῦν.” πολλὰ γὰρ εἰπὼν παθήματα, τινὰ μὲν ἐσχάτως ὀλέθρια,
τινὰ δ' ἧττον ἐκείνων, ἔνια δὲ μέτρια, λυγγὸς πρότερον ἔγραψε πρόρρησιν.
Lucianus Soph., Quomodo historia conscribenda sit
Section 23, line 9
Καὶ μὴν καὶ ἄλλους ἴδοις ἂν τὰ μὲν προοίμια
λαμπρὰ καὶ τραγικὰ καὶ εἰς ὑπερβολὴν μακρὰ
συγγράφοντας, ὡς ἐλπίσαι θαυμαστὰ ἡλίκα τὰ
μετὰ ταῦτα πάντως ἀκούσεσθαι, τὸ σῶμα δὲ αὐτὸ
τὸ τῆς ἱστορίας μικρόν τι καὶ ἀγεννὲς ἐπαγαγόντας
ὡς καὶ τοῦτο ἐοικέναι παιδίῳ, εἴ που Ἔρωτα
εἶδες παίζοντα, προσωπεῖον Ἡρακλέους πάμμεγα
ἢ Τιτᾶνος περικείμενον. εὐθὺς γοῦν οἱ ἀκούσαντες
ἐπιφθέγγονται αὐτοῖς τό
Ὤδινεν ὄρος.
Dives qui sapiens est...