Greek

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
whiteoctave
Textkit Enthusiast
Posts: 603
Joined: Tue Sep 23, 2003 11:42 pm
Location: Cambridge

Greek

Post by whiteoctave »

[size=150]χαῖρε, ἔμοιγε ἐκκαμόντι ἄρτι τὸ ῾Ρωμαιστὶ λέγειν ἔδοξε γράφειν Ἑλληνιστὶ ολίγας ἡμέρας· εἴ τις βούλεται ἢ πεζῇ ἢ ἐν μέτρῳ Ἑλληνίζειν, νῦν γράφε.[/size]


annis
Textkit Zealot
Posts: 3399
Joined: Fri Jan 03, 2003 4:55 pm
Location: Madison, WI, USA
Contact:

Post by annis »

νῦν ποίημα συντίθημι δίκην μεσομήδου, ἀλλ’ οὐκέτι ἐξετέλεσα. τὰ γὰρ μετρικὰ χαλεπά. ὀλιγον οὖν λέγω. μετ’ ἐνίας ἡμέρας ἴσως πλείονα γράψω.
William S. Annis — http://www.aoidoi.org/http://www.scholiastae.org/
τίς πατέρ' αἰνήσει εἰ μὴ κακοδαίμονες υἱοί;

Demetrius
Textkit Neophyte
Posts: 13
Joined: Fri Sep 24, 2004 7:49 pm
Location: Athenae

Post by Demetrius »

ἔρρωσθε φίλτατοι. ἀρτίως ἀφικόμην ἐν τῇ ὑμετέρᾳ ἀγορᾷ, μακάριόν με δ’ ἐποιήσατε τοῖς ἐνθάδε γραφομένοις. (/ελλην γάρ εἰμι καὶ χαίρω ὁρῶν ὑμᾶς τοσοῦτον φιλοῦντας τὴν ἑλληνικήν. διαλεχθῶμεν οὖν ἑλληνιστί. :!: :D :D
Last edited by Demetrius on Sat Oct 02, 2004 10:25 pm, edited 1 time in total.

Demetrius
Textkit Neophyte
Posts: 13
Joined: Fri Sep 24, 2004 7:49 pm
Location: Athenae

Post by Demetrius »

χαίρω, ἀπορῶ δ’ ἅμα. πῶς οὐ γράφετε ἕλληνάς τε καὶ λατίνους λόγους ἐν διακριτοῖς τῆς ἀγορᾶς μορίοις, ἀλλὰ προτιμᾶτε ἐν τῷ αὐτῷ ποιεῖσθαι ἀμφοτέρους;

annis
Textkit Zealot
Posts: 3399
Joined: Fri Jan 03, 2003 4:55 pm
Location: Madison, WI, USA
Contact:

Post by annis »

Demetrius wrote:ἔρρωσθε φίλτατοι.
:)

χαῖρε, ὦ δημήτριε. ὡς ὁρᾷς, κακῶς καὶ βραδέως (ελληνίζω, ἀλλὰ χαίρων πειρῶ.
William S. Annis — http://www.aoidoi.org/http://www.scholiastae.org/
τίς πατέρ' αἰνήσει εἰ μὴ κακοδαίμονες υἱοί;

Demetrius
Textkit Neophyte
Posts: 13
Joined: Fri Sep 24, 2004 7:49 pm
Location: Athenae

Post by Demetrius »

ἔγωγε θαυμάζω ὑμῶν τὴν ἑλληνομάθειαν καὶ δοκεῖτέ μοι ἀμέμπτως ἑλληνίζειν :)

chad
Textkit Zealot
Posts: 757
Joined: Tue Jul 22, 2003 2:55 am

Post by chad »

[size=150]ἆρα σύ, ὦ δημήτριε, παιδευθεὶς ἐν τῇ (ελλάδι, ἀνεγίγνωσκες πολλὰ τῶν βιβλίων τοῦ πλάτωνος; διελεγόμην γὰρ ἀρτίως σὺν ἀνδρί τινι παιδευθέντι καὶ ἐν τῇ (ελλάδι, ᾧ βρασίδας ὄνομα, ὃς ἔφη τόν οἱ διδάσκαλον, αἱρομενον βιβλίον τι τοῦ πλάτωνος, εἰπεῖν· "βρασίδας, ἀναγίγνωσκέ νυν τοῦτο" ἢ καὶ "εῖπε μοι, τί ἔφη περὶ τοῦ δικαίου, ὁ πλάτων;"· εἰ δ’ οὐκ ἀποκρινόμενος, ἐκολάζετο ἄν.[/size]

Demetrius
Textkit Neophyte
Posts: 13
Joined: Fri Sep 24, 2004 7:49 pm
Location: Athenae

Post by Demetrius »

[size=150])εν μὲν τῷ σχολείῳ ἐδιδάχθην τὴν τοῦ πλάτωνος πολιτείαν τε καὶ πρωταγόραν. )εν δὲ τῷ πανεπιστημίῳ ἀνέγνων τὸν μενέξενον. )/ενιοι δὲ σπουδάζοντες τὴν ἀρχαίαν φιλολογίαν εἵλοντο ἂν ἀκοῦσαι καὶ μαθήματα ἢ συμποσίου ἢ χαρμίδου πέρι. )ιδίᾳ δὲ ανέγνωκα κρατύλον, συμπόσιον, ευθύδημον, φαίδωνα, κρίτωνα καὶ )απολογίαν σωκράτους. διαφερόντως ἠγάπησα τὸ συμπόσιον καὶ τὸν φαίδωνα.[/size]

Post Reply