Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Vladimir »

Ὦ ἀγαθώτατοι φίλοι! Οἶμαι τοὺς πλείστους ἡμῶν ἐν τῇ ἀγορᾷ ταύτῃ εἶναι ἵνα μὲν μανθάνωσι τὴν ἑλληνικὴν γλῶσσαν. Μανθάνοντες δὲ πολλάκις ἁμαρτάνομεν· διὰ τοῦτο δεῖ ἡμᾶς ὑπό τινος ἐπανορθοῦσθαι. Τοίνυν ἐπανορθῶμεν ἀλλήλους εἰ καὶ τὰ πταίσματα ἡμῶν οὐ βαρέα εἰσίν. Οὐ πρέπει ὀκνεῖν τοῦς ἀδελφούς ἐπανορθοῦν· κατανοῶ γὰρ ὅτι ἐνίοτε ἁμαρτανόντων τινὼν οὐδεὶς ἐπανορθοῖ αὐτούς. Ἄρα σύμφωνοί μοί ἐστε;
Last edited by Vladimir on Sat Nov 30, 2013 8:46 pm, edited 2 times in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Markos »

Vladimir wrote:...ἐπανορθῶμεν ἀλλήλους...
σύμφημί σοι, ἄριστε. ἐπανορθούμενοι γὰρ προκόψομεν ἐς τὴν μάθησιν τῆς Ἑλληνικῆς γλώσσης. ὃν δὲ ἀγαπᾷ τις, τούτον ἐπανορθοῖ δή.

βούλομαί σε ἐρρῶσθαι ἐν τῷ Κυρίῳ!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Vladimir »

Markos wrote: ὃν δὲ ἀγαπᾷ τις, τούτον ἐπανορθοῖ δή.
Εὖ λέγεις, ὦ ἄνερ! Καὶ ὁ Παῦλος ἀπόστολος σχεδόν τι ταὐτ΄εἶπεν· "Ἀδελφοί, ἐὰν καὶ προλυμφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραύτιτος" (Γαλ. ς΄·α΄). Εἰ καὶ λέγεται περὶ τῶν κατὰ τοῦ Θεοῦ νόμου παραπτωμάτων, δυνάμεθα τῷ λόγῳ τούτῳ χρᾶσθαι κατὰ τὰ γραμματικά τε καὶ ὀρθογραφικὰ πταίσματα ἡμῶν. Ὀφείλομεν οὖν ἐπανορθοῦν ἀλλήλους "ἐν πνεύματι πραύτιτος" τοῦτ΄ἔστιν ἡμἐρως· νομίζω γὰρ ὅτι πολλάκις ὀκνοῦμεν ἐπανορθῶσαι τινα διὰ τὸ οἴσθαι ἡμᾶς τοῦτ΄οὐκ αἰδοῖον εἶναι.
Last edited by Vladimir on Sun Dec 01, 2013 12:07 am, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Markos »

Vladimir wrote:Ὀφείλομεν οὖν ἐπανορθοῦν ἀλλήλους "ἐν πνεύματι πραύτιτος" τοῦτ΄ἔστιν ἡμἐρως· νομίζω γὰρ ὅτι πολλάκις ὀκνοῦμεν ἐπανορθῶσαι τινα διὰ τὸ οἴσθαι ἡμᾶς τοῦτ΄οὐχ ἥμερον εἶναι.
ἀληθὴ λέγεις καὶ καλά, φίλτατε Βλάδιμιρ! δεῖ γὰρ ἡμᾶς ἐπανορθοῦν μὲν σὺν ἀγάπῃ, ἐπανορθοῦσθαι δὲ σὺν εὐχαριστίᾳ.

πᾶσα δὲ γραφὴ Ἑλληνική ὠφέλιμος πρὸς ἐπανόρθωσιν ἵνα ὁ μαθήτης γίνηται καλὸς συγγραφεὺς Ἑλληνιστί.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

daivid
Administrator
Posts: 2744
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
Contact:

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by daivid »

Vladimir wrote:Οὐ πρέπει ὀκνεῖν τοῦς ἀδελφούς ἐπανορθοῦν· κατανοῶ γὰρ ὅτι ἐνίοτε ἁμαρτανόντων τινὼν οὐδεὶς ἐπανορθοῖ αὐτούς. Ἄρα σύμφωνοί μοί ἐστε;
συμφωνῶ δὴ σοι. ἔτι μέντοι οὐ δύναμαι ἐπανορθοῦσθαι οὔτις, αἰσθήσεως ἐμοῦ, ἑλληνικῆς γλώσσας οὐ ἱκανάς οὔσης.
λονδον

User avatar
Paul Derouda
Global Moderator
Posts: 2292
Joined: Fri Nov 05, 2010 9:39 pm

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Paul Derouda »

daivid wrote:συμφωνῶ δὴ σοι. ἔτι μέντοι οὐ δύναμαι ἐπανορθοῦσθαι οὔτις, αἰσθήσεως ἐμοῦ, ἑλληνικῆς γλώσσας οὐ ἱκανάς οὔσης.
ἀλλὰ «οὔτινα» βούλῃ λέγειν, ῶ Δαιϝιδ -- ἦ καὶ «Οῦτιν», ὥσπερ ἀνέκραξεν ὁ Κύκλωψ, ἐπεὶ Ὀδυσσεὺς αὐτοῦ τὸν ὀφθαλμὸν ἀλάωσε; :)

ἀλλὰ νῦν, ἐπεὶ ἐπηνώρθωσα τὸ ἁμάρτημα τὸ σόν, οἷός τε εἶ ἐπανορθοῦναι με. δῆλον γάρ εἰμι ἁμαρτηκὼς καὶ ἐγώ.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Markos »

Paul Derouda wrote: ἀλλὰ νῦν, ἐπεὶ ἐπηνώρθωσα τὸ ἁμάρτημα τὸ σόν, οἷός τε εἶ ἐπανορθοῦναι με. δῆλον γάρ εἰμι ἁμαρτηκὼς καὶ ἐγώ.
νομίζω μὲν οὖν, ὦ τᾶν, ὅτι ἔδει σε γράψαι τὸ "ἐπανορθοῦν με" ἢ τὸ "ἐπανορθῶσαί με."

εἶπον καλῶς ἢ ἡμάρτηκα κἀγώ?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
Paul Derouda
Global Moderator
Posts: 2292
Joined: Fri Nov 05, 2010 9:39 pm

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Paul Derouda »

ναὶ τὸν κύνα, ῶ φίλε, ἀληθῆ λέγεις. ἀλλ᾽ ἀκριβῶς ἔφην δή, ὅτι ἁμαρτηκώς εἰμι κἀγώ.

mwh
Textkit Zealot
Posts: 4790
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by mwh »

αλλ’ ω φιλε μοι Παυλε ουκ εβουλου οιμαι γραψαι ουδε το “οἷός τε εἶ ἐπανορθοῦν με” αλλα μαλλον “συ οἷός τ’ εἶ ἐπανορθοῦν εμε” η και “ταμα.” βελτιον η ου;

User avatar
Paul Derouda
Global Moderator
Posts: 2292
Joined: Fri Nov 05, 2010 9:39 pm

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Paul Derouda »

ἔλαθες με ἀντιγράφων, ῶ τᾶν. ἀλλὰ μάλιστα γ᾽ ὁμολογῶ σοὶ ὅτι ἐμὲτἀμὰ γράψαι μ᾽ ἔδει.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους

Post by Vladimir »

Βούλομαι εἰπεῖν τι πρός τὰς τῶν λόγων ἐπιγραφὰς ἐν τῇ ἀγορᾷ ταύτῃ. Τἀ πλεῖστα ὠνομἀζοντο οἱ Ἕλληνες τὰς βίβλους ἑαυτῶν τῷ περὶ ἢ ὅτι χρώμενοι οἶον Περὶ τοῦ κόσμου ἢ Ὅτι πρέπει ἀεὶ μανθάνειν. Ὀφείλομεν οὖν καὶ ἡμεῖς τοὺς λόγους ἡμῶν οὕτως ὀνομάζειν.

Post Reply