Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
Ὦ ἀγαθώτατοι φίλοι! Οἶμαι τοὺς πλείστους ἡμῶν ἐν τῇ ἀγορᾷ ταύτῃ εἶναι ἵνα μὲν μανθάνωσι τὴν ἑλληνικὴν γλῶσσαν. Μανθάνοντες δὲ πολλάκις ἁμαρτάνομεν· διὰ τοῦτο δεῖ ἡμᾶς ὑπό τινος ἐπανορθοῦσθαι. Τοίνυν ἐπανορθῶμεν ἀλλήλους εἰ καὶ τὰ πταίσματα ἡμῶν οὐ βαρέα εἰσίν. Οὐ πρέπει ὀκνεῖν τοῦς ἀδελφούς ἐπανορθοῦν· κατανοῶ γὰρ ὅτι ἐνίοτε ἁμαρτανόντων τινὼν οὐδεὶς ἐπανορθοῖ αὐτούς. Ἄρα σύμφωνοί μοί ἐστε;
Last edited by Vladimir on Sat Nov 30, 2013 8:46 pm, edited 2 times in total.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
σύμφημί σοι, ἄριστε. ἐπανορθούμενοι γὰρ προκόψομεν ἐς τὴν μάθησιν τῆς Ἑλληνικῆς γλώσσης. ὃν δὲ ἀγαπᾷ τις, τούτον ἐπανορθοῖ δή.Vladimir wrote:...ἐπανορθῶμεν ἀλλήλους...
βούλομαί σε ἐρρῶσθαι ἐν τῷ Κυρίῳ!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
Εὖ λέγεις, ὦ ἄνερ! Καὶ ὁ Παῦλος ἀπόστολος σχεδόν τι ταὐτ΄εἶπεν· "Ἀδελφοί, ἐὰν καὶ προλυμφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραύτιτος" (Γαλ. ς΄·α΄). Εἰ καὶ λέγεται περὶ τῶν κατὰ τοῦ Θεοῦ νόμου παραπτωμάτων, δυνάμεθα τῷ λόγῳ τούτῳ χρᾶσθαι κατὰ τὰ γραμματικά τε καὶ ὀρθογραφικὰ πταίσματα ἡμῶν. Ὀφείλομεν οὖν ἐπανορθοῦν ἀλλήλους "ἐν πνεύματι πραύτιτος" τοῦτ΄ἔστιν ἡμἐρως· νομίζω γὰρ ὅτι πολλάκις ὀκνοῦμεν ἐπανορθῶσαι τινα διὰ τὸ οἴσθαι ἡμᾶς τοῦτ΄οὐκ αἰδοῖον εἶναι.Markos wrote: ὃν δὲ ἀγαπᾷ τις, τούτον ἐπανορθοῖ δή.
Last edited by Vladimir on Sun Dec 01, 2013 12:07 am, edited 1 time in total.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
ἀληθὴ λέγεις καὶ καλά, φίλτατε Βλάδιμιρ! δεῖ γὰρ ἡμᾶς ἐπανορθοῦν μὲν σὺν ἀγάπῃ, ἐπανορθοῦσθαι δὲ σὺν εὐχαριστίᾳ.Vladimir wrote:Ὀφείλομεν οὖν ἐπανορθοῦν ἀλλήλους "ἐν πνεύματι πραύτιτος" τοῦτ΄ἔστιν ἡμἐρως· νομίζω γὰρ ὅτι πολλάκις ὀκνοῦμεν ἐπανορθῶσαι τινα διὰ τὸ οἴσθαι ἡμᾶς τοῦτ΄οὐχ ἥμερον εἶναι.
πᾶσα δὲ γραφὴ Ἑλληνική ὠφέλιμος πρὸς ἐπανόρθωσιν ἵνα ὁ μαθήτης γίνηται καλὸς συγγραφεὺς Ἑλληνιστί.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
-
- Administrator
- Posts: 2744
- Joined: Sat Jul 16, 2011 1:51 pm
- Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
- Contact:
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
συμφωνῶ δὴ σοι. ἔτι μέντοι οὐ δύναμαι ἐπανορθοῦσθαι οὔτις, αἰσθήσεως ἐμοῦ, ἑλληνικῆς γλώσσας οὐ ἱκανάς οὔσης.Vladimir wrote:Οὐ πρέπει ὀκνεῖν τοῦς ἀδελφούς ἐπανορθοῦν· κατανοῶ γὰρ ὅτι ἐνίοτε ἁμαρτανόντων τινὼν οὐδεὶς ἐπανορθοῖ αὐτούς. Ἄρα σύμφωνοί μοί ἐστε;
λονδον
- Paul Derouda
- Global Moderator
- Posts: 2292
- Joined: Fri Nov 05, 2010 9:39 pm
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
ἀλλὰ «οὔτινα» βούλῃ λέγειν, ῶ Δαιϝιδ -- ἦ καὶ «Οῦτιν», ὥσπερ ἀνέκραξεν ὁ Κύκλωψ, ἐπεὶ Ὀδυσσεὺς αὐτοῦ τὸν ὀφθαλμὸν ἀλάωσε;daivid wrote:συμφωνῶ δὴ σοι. ἔτι μέντοι οὐ δύναμαι ἐπανορθοῦσθαι οὔτις, αἰσθήσεως ἐμοῦ, ἑλληνικῆς γλώσσας οὐ ἱκανάς οὔσης.
ἀλλὰ νῦν, ἐπεὶ ἐπηνώρθωσα τὸ ἁμάρτημα τὸ σόν, οἷός τε εἶ ἐπανορθοῦναι με. δῆλον γάρ εἰμι ἁμαρτηκὼς καὶ ἐγώ.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
νομίζω μὲν οὖν, ὦ τᾶν, ὅτι ἔδει σε γράψαι τὸ "ἐπανορθοῦν με" ἢ τὸ "ἐπανορθῶσαί με."Paul Derouda wrote: ἀλλὰ νῦν, ἐπεὶ ἐπηνώρθωσα τὸ ἁμάρτημα τὸ σόν, οἷός τε εἶ ἐπανορθοῦναι με. δῆλον γάρ εἰμι ἁμαρτηκὼς καὶ ἐγώ.
εἶπον καλῶς ἢ ἡμάρτηκα κἀγώ?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- Paul Derouda
- Global Moderator
- Posts: 2292
- Joined: Fri Nov 05, 2010 9:39 pm
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
ναὶ τὸν κύνα, ῶ φίλε, ἀληθῆ λέγεις. ἀλλ᾽ ἀκριβῶς ἔφην δή, ὅτι ἁμαρτηκώς εἰμι κἀγώ.
-
- Textkit Zealot
- Posts: 4811
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
αλλ’ ω φιλε μοι Παυλε ουκ εβουλου οιμαι γραψαι ουδε το “οἷός τε εἶ ἐπανορθοῦν με” αλλα μαλλον “συ οἷός τ’ εἶ ἐπανορθοῦν εμε” η και “ταμα.” βελτιον η ου;
- Paul Derouda
- Global Moderator
- Posts: 2292
- Joined: Fri Nov 05, 2010 9:39 pm
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
ἔλαθες με ἀντιγράφων, ῶ τᾶν. ἀλλὰ μάλιστα γ᾽ ὁμολογῶ σοὶ ὅτι ἐμὲ ἢ τἀμὰ γράψαι μ᾽ ἔδει.
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ τοῦ ἐπανορθοῦν ἀλλήλους
Βούλομαι εἰπεῖν τι πρός τὰς τῶν λόγων ἐπιγραφὰς ἐν τῇ ἀγορᾷ ταύτῃ. Τἀ πλεῖστα ὠνομἀζοντο οἱ Ἕλληνες τὰς βίβλους ἑαυτῶν τῷ περὶ ἢ ὅτι χρώμενοι οἶον Περὶ τοῦ κόσμου ἢ Ὅτι πρέπει ἀεὶ μανθάνειν. Ὀφείλομεν οὖν καὶ ἡμεῖς τοὺς λόγους ἡμῶν οὕτως ὀνομάζειν.