Περὶ προσευχῆς τινος
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Περὶ προσευχῆς τινος
Ἐν μὲν τῷ ἑλληνικῷ προσευχηταρίῳ μου προσευχή ἐστι ποιτικὴν μορφὴν ἔχουσα, τῆς δὲ ποιήσεως καλῆς οὔσης οὐ μέντοι καταλαμβάνω τὴν πάσων φράσεων δύναμιν· εἰ ὑμῖν δοκεῖ, φίλοι, ὠφελήσατέ με. Ἡ δὲ προσευχή ἐστιν αὕτη·
Παναγία Παρθένε, βοήθησον,
εἰς τὴν σὴν παρρησίαν γὰρ πάρεστιν.
Οὐ καιρὸς μετανοίας νῦν, ἄθλιε,
ἀλλὰ ανταποδόσεως ἔστηκεν.
Μετανοίας ἀργοῦσι τὰ δάκρυα,
τῶν κολάσεων δὲ περισσεύουσι.
Στεναγμοὶ ἐπιστροφῆς οὐκ ἀκούονται,
ὀδυρμός γὰρ καὶ θρῆνος αἰώνιος.
Ἡ παράκλησις ἄρτι ἠσθένισεν,
ἡ γὰρ κρίσις ἀνίλεως πράττεται.
Ἀλλὰ ἄπελθε, λάβε τῶν ἔργων σου
τὴν πικρὰν καὶ δεινὴν ἀνταπόδοσιν.
Κατακαίου ὡς ὕλη ἀκάθαρτος
ἀναφλέγων πυρὰν τῆς κολάσεως.
Καὶ πορεύου γενέσθαι κατάβρωμα
ἀκοιμήτου πυρὸς, πικροῦ σκώληκος.
Ὡς τοῦ σκότους υἱὸς κατατρύφησον
αἰωνίζοντα ζόφον, ὡς ἔπραξας.
Ἐπαπόλαυσον μέλανα πρόσωπα
ἐπειδὴ ἐβδελὐξω φῶς ἄδυτον.
Ἐκεῖ ἔσται κλαυθμὸς ἀκατάπαυστος
καὶ βρυγμὸς τῶν ὀδόντων ἐπόδυνος.
Ὁ Θεὸς ἐλεήμων μὴ δώσῃς μοι
τῶν τοιούτων κατάκρισιν δέομαι.
Ἀλλὰ πρὶν παραστῶ σου τῷ βήματι,
τῶν σφαλμάτων παράσχου μοι ἄφεσιν.
Ἱκεσίαις Μητρὸς τῆς τεκοὐσης σε,
τῶν ἁγίων σου πάντων, φιλάνθρωπε.
Ὁτι πρέπει σοι πᾶσα προσκύνησις,
δόξα δὲ καὶ τιμὴ εἰς αἰῶνας. Ἀμήν.
Τὸ πρῶτον μὲν οὖν ἐρώτημά μου τοῦτο ἐστιν· τίς ἢ τί πάρεστιν, ἡ Θεοτόκος ἢ οὔ; Τὸ δεῦτερον δέ· τί σημαίνει παρεῖναι εἰς παρρησίαν τινός; Ἔχω καὶ ἄλλοι ἐρωτήματα.

- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Περὶ προσευχῆς τινος
Χαῖρε, ὦ Βλαδίμηρε. Ἴσως τὸ "εἰς τὴν σὴν παρρησίαν γὰρ πάρεστιν" σημαίνει ὅτι ἔξεστι τῇ παναγίᾳ Θεοτόκῳ βοηθεῖν ἡμῖν.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Καὶ σὺ χαῖρε, ὦ ἀδελφέ.
Διὰ τί οὖν οὐ λὲγει ὁ ποιητὴς πάρει ἀλλὰ πάρεστιν; Προσαγορεύει μὲν γὰρ τὴν Θεοτόκον. Λέγει δὲ καὶ εἰς τὴν σὴν παρρησίαν, τοῦτ΄ἔστι προσαγορεύει τις τὸν ποιητήν;
Διὰ τί οὖν οὐ λὲγει ὁ ποιητὴς πάρει ἀλλὰ πάρεστιν; Προσαγορεύει μὲν γὰρ τὴν Θεοτόκον. Λέγει δὲ καὶ εἰς τὴν σὴν παρρησίαν, τοῦτ΄ἔστι προσαγορεύει τις τὸν ποιητήν;
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Περὶ προσευχῆς τινος
Νομίζω, ὦ βέλτιστε, ὅτι οὐκ ἀκριβῶς ἔγραψα. Ἐλπίζω δὲ τάδε δηλότερα ἔσεσθαι. Τὸ γὰρ "πάρεστιν" ῥῆμα ἀπρώσοπόν ἐστιν·
εἰς τὴν σὴν παρρησίαν γὰρ πάρεστιν.
τῇ σῇ, ὦ Θεοτόκε, ἐξουσίᾳ πρέπει.
Τί πάρεστιν; Τί πρέπει; Τὸ βοηθεῖν ἡμῖν. Ἆρα ὡμολογεῖς, ὦ φίλε;
εἰς τὴν σὴν παρρησίαν γὰρ πάρεστιν.
τῇ σῇ, ὦ Θεοτόκε, ἐξουσίᾳ πρέπει.
Τί πάρεστιν; Τί πρέπει; Τὸ βοηθεῖν ἡμῖν. Ἆρα ὡμολογεῖς, ὦ φίλε;
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Ναί, νῦν μὲν γὰρ συνίημι τοῦτο, εὐχαριστῶ σοι. Ἀμελὴς γάρ εἰμι καὶ οὐκ εἶδον τὴν δύναμιν ταύτην τοῦ πάρειμι ἐν τῷ λεξικῷ μου. Ἄλλη δὲ ἐρώτησίς μου αὔτη ἐστίν· τί σημαίνει τῶν κολάσεων δὲ περισσεύουσι; διὰ τί χρᾶται ὁ ποιητὴς τῇ γενικῇ ταύτῃ; Ἄρα σημαίνει τοῦτο ὅτι τἀ δάκρυα τῶν κολάσεων τοῦτ΄ἔστι διὰ τὰς κολἀσεις γινόμενοι περισσεύουσι;bedwere wrote: Ἆρα ὡμολογεῖς, ὦ φίλε;
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Περὶ προσευχῆς τινος
Δοκεῖ μοί γε, ὦ Βλαδίμηρε, ὅτι τάδε ὁ ποιητὴς σημαίνει.
Τὰ δὲ δάκρυά ἐστιν τοῖς ἀνθρώποις τοῖς μὲν τῆς μετανοίας ἀργοῦσιν, τοῖς δὲ κολάσεων περισσεύουσιν. Δεῖ γὰρ νῦν τούτους τοὺς ἀνθρώπους κλαίειν ὅτι ἀργοὶ ὄντες οὐκ μετενόησαν τῶν ἁμαρτιῶν καὶ διὰ τοῦτο κολάζονται εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἆρα καλῶς συνίημι;
Τὰ δὲ δάκρυά ἐστιν τοῖς ἀνθρώποις τοῖς μὲν τῆς μετανοίας ἀργοῦσιν, τοῖς δὲ κολάσεων περισσεύουσιν. Δεῖ γὰρ νῦν τούτους τοὺς ἀνθρώπους κλαίειν ὅτι ἀργοὶ ὄντες οὐκ μετενόησαν τῶν ἁμαρτιῶν καὶ διὰ τοῦτο κολάζονται εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἆρα καλῶς συνίημι;
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 4816
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Περὶ προσευχῆς τινος
χαίρετε ὧ φίλοι φιλολογοῦντες –
καὶ ἐγὼ βουλοίμην ἂν ἐρωτᾶν τι, εἴ μ’ ἐᾶτε, περὶ ἐκείνων τῶν στίχων οὕτω σκληρῶς καὶ ἀπαραιτήτως ἐχόντων "οὐ καιρὸς μετανοίας νῦν ἄθλιε" κτλ ἕως τοῦ "ἐπειδὴ ἐβδελύξω τὸ φῶς ἄδυτον", πῶς προσαρμόζουσι τῇ τῆς εὐχῆς ἀρχῇ. οὐκέτι γὰρ ἡ Θεοτόκος ἀλλ’ ἄθλιός τις προσαγορεύεται (δηλονότι ὁ οὐκ ἐπὶ ταῖς ἁμαρτιαῖς ἤδη μετανοήσας ἐπὶ τὴν κρίσιν εἰληλυθώς, ἢ οὔ;), κατ’ ἀποστροφὴν πανὺ αἰφνίδιον οὖσαν καὶ ἀπροσδόκητον. ἆρ’ οὖτοι ἐξ ἄλλου τινὸς τόπου παρειλημμένοι ὄντες τυγχάνουσιν; ἢ πῶς ἂν τοῦτο ἐξηγήσαισθε;
καὶ ἐγὼ βουλοίμην ἂν ἐρωτᾶν τι, εἴ μ’ ἐᾶτε, περὶ ἐκείνων τῶν στίχων οὕτω σκληρῶς καὶ ἀπαραιτήτως ἐχόντων "οὐ καιρὸς μετανοίας νῦν ἄθλιε" κτλ ἕως τοῦ "ἐπειδὴ ἐβδελύξω τὸ φῶς ἄδυτον", πῶς προσαρμόζουσι τῇ τῆς εὐχῆς ἀρχῇ. οὐκέτι γὰρ ἡ Θεοτόκος ἀλλ’ ἄθλιός τις προσαγορεύεται (δηλονότι ὁ οὐκ ἐπὶ ταῖς ἁμαρτιαῖς ἤδη μετανοήσας ἐπὶ τὴν κρίσιν εἰληλυθώς, ἢ οὔ;), κατ’ ἀποστροφὴν πανὺ αἰφνίδιον οὖσαν καὶ ἀπροσδόκητον. ἆρ’ οὖτοι ἐξ ἄλλου τινὸς τόπου παρειλημμένοι ὄντες τυγχάνουσιν; ἢ πῶς ἂν τοῦτο ἐξηγήσαισθε;
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Οὐκ ἔστιν ὁ ἐγὼ εἶπον;bedwere wrote: Ἆρα καλῶς συνίημι;
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Νομίζω τοῦτο τοῦ Θεοῦ λόγους εἶναι.mwh wrote: ἢ πῶς ἂν τοῦτο ἐξηγήσαισθε;
-
- Textkit Zealot
- Posts: 4816
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Περὶ προσευχῆς τινος
πολλην σοι χαριν εχω ταυτην την αποκρισιν αποδοντι. ει μη ο Θεος αυτος, αρα δυναιτ’ αν ειναι ο λεγων ο Πετρος; η τουτο ουκ αν ειη κατα τα σα δογματα;
αλλ ω φιλοι ο εδοκει μοι ατοπον τι εστι μαλλον τουτο, οτι ου προδεδηλωται εν τη ευχη αυτη οτι ενταυθα αρχεται λεγων αλλος τις, ουδε τίς εστιν ο λεγων. εξαιφνης γαρ και απροσδοκητως φαινεται λεγων ουχ ο ευχομενος αυτος, ως εν τοις προτεροις στιχοις, αλλ ετερος τις, ειτε ο Θεος ειτ αλλος τις. αὑτη δη η αποστροφη πανυ ατοπος ουσα (ως εμοιγε δοκει) εστι μοι το ζητουμενον. αρ’ υπολαβωμεν τον ευχομενον εκεινους τους λογους ουτω δεινους ακουοντα προς εαυτον λεγομενους, ωσανει αυτος ειη ο προσαγορευομενος αθλιος; η τί αλλο; δραματικον γαρ εστι και μιμητικον θαυμαστον ως.
αλλ ω φιλοι ο εδοκει μοι ατοπον τι εστι μαλλον τουτο, οτι ου προδεδηλωται εν τη ευχη αυτη οτι ενταυθα αρχεται λεγων αλλος τις, ουδε τίς εστιν ο λεγων. εξαιφνης γαρ και απροσδοκητως φαινεται λεγων ουχ ο ευχομενος αυτος, ως εν τοις προτεροις στιχοις, αλλ ετερος τις, ειτε ο Θεος ειτ αλλος τις. αὑτη δη η αποστροφη πανυ ατοπος ουσα (ως εμοιγε δοκει) εστι μοι το ζητουμενον. αρ’ υπολαβωμεν τον ευχομενον εκεινους τους λογους ουτω δεινους ακουοντα προς εαυτον λεγομενους, ωσανει αυτος ειη ο προσαγορευομενος αθλιος; η τί αλλο; δραματικον γαρ εστι και μιμητικον θαυμαστον ως.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Περὶ προσευχῆς τινος
Χαῖρε, ὦ φίλτατε Βλαδίμηρε.
Διδόιης ἂν ἡμῖν τὸν ΙΣΒΝ ἀριθμὸν τὸν τοῦ πρεσευχηταρίου σου; Ἐπιθυμῶ γὰρ ἀγοράζειν αὐτό. Χάριν δὴ ἔχω σοι.
Ἔρρωσο,
Βεδεῦρος.
Διδόιης ἂν ἡμῖν τὸν ΙΣΒΝ ἀριθμὸν τὸν τοῦ πρεσευχηταρίου σου; Ἐπιθυμῶ γὰρ ἀγοράζειν αὐτό. Χάριν δὴ ἔχω σοι.
Ἔρρωσο,
Βεδεῦρος.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Ἁγίου Νεκταρίου Πενταπόλεως προσευχητάριον κατανυκτικόν, ΙΣΒΝ Ϡοη΄ Ϡξ΄ ˏζυζ΄ κδ΄ ε΄.bedwere wrote: Διδόιης ἂν ἡμῖν τὸν ΙΣΒΝ ἀριθμὸν τὸν τοῦ πρεσευχηταρίου σου; Ἐπιθυμῶ γὰρ ἀγοράζειν αὐτό.
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Oὐκ ἔστι τοῦτο κατ΄ἐμὲ ἀμφισβήτημα περὶ δογμάτων τινῶν, ἀλλ΄οἶμαι τοῦτο τὸ εἶδος σπάνιον ἐν τῇ Ἀνατολῇ εἶναι.mwh wrote:πολλην σοι χαριν εχω ταυτην την αποκρισιν αποδοντι. ει μη ο Θεος αυτος, αρα δυναιτ’ αν ειναι ο λεγων ο Πετρος; η τουτο ουκ αν ειη κατα τα σα δογματα;
Ἴσως οὗτός ποιητικός τις μέθοδος.αλλ ω φιλοι ο εδοκει μοι ατοπον τι εστι μαλλον τουτο, οτι ου προδεδηλωται εν τη ευχη αυτη οτι ενταυθα αρχεται λεγων αλλος τις, ουδε τίς εστιν ο λεγων. εξαιφνης γαρ και απροσδοκητως φαινεται λεγων ουχ ο ευχομενος αυτος, ως εν τοις προτεροις στιχοις, αλλ ετερος τις, ειτε ο Θεος ειτ αλλος τις.
-
- Textkit Zealot
- Posts: 4816
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Περὶ προσευχῆς τινος
ευχαριστω σοι.
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Ὥσπερ εὐθὺς ἐν τῷ ψαλμῷ Ϙ΄ ταὐτὰ ὁρῶμεν, οὐ γὰρ ῥᾳδιόν ἐστι καταλαβεῖν παραχρῆμα τίς ἐστιν ὁ λέγων.
-
- Textkit Zealot
- Posts: 4816
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Περὶ προσευχῆς τινος
τον ψαλμον εις ον αναφερεις ουκ οιδα οτι ηυρηκα. τις εστιν η αρχη?
-
- Textkit Member
- Posts: 141
- Joined: Sat Nov 02, 2013 6:44 pm
- Location: Kharkov, Ukraine
Re: Περὶ προσευχῆς τινος
Ὁ κατοικω̃ν ἐν βοηθεία̨ του̃ ὑψίστου ἐν σκέπη̨ του̃ θεου̃ του̃ οὐρανου̃ αὐλισθήσεται.mwh wrote:τον ψαλμον εις ον αναφερεις ουκ οιδα οτι ηυρηκα. τις εστιν η αρχη?
Ἄρα εὕρες νῦν;
-
- Textkit Zealot
- Posts: 4816
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Περὶ προσευχῆς τινος
νυν ηυρηκα, ω φιλε. αλλα ταυτα διαφορα εστιν, ου κατ’αναλογον. επι μεν γαρ του ψαλμου ο λεγων δηλος εστιν ο ψαλμιστης αυτος, ουδε μεταλλασσεται το προσωπον αλλ’ ο αυτος διατελει ων απο της αρχης εως του τελους. εν δε ταις ευχαις τον λεγοντα προσδεχομεθα εσεσθαι αυτον τον ευχομενον (ωσπερ εν τοις ψαλμοις αυτον τον ψαλμιστην), αλλα δη εν ταυτη εντυγχανομεν ετερω τινι μετα τους πρωτους δυο στιχους εμπιπτοντι, και ταυτα ουδ εισαγομενω.