τὰ γέλοια ἢ ἄτοπα ῥήματα

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

ἐξενέγκατε δὲ ἐνθάδε τὰ γέλοια ἢ ἄτοπα ῥήματα. αὐτίκα·

ἡ καμηλοπάρδαλις

ὁ δὲ Ἀγαθαρχίδης ἐν τῷ Περὶ τῆς Ἐρυθρᾶς Θαλάσσης τὴν καμηλοπάρδαλιν συγγράφει·

Ὅτι παρὰ τοῖς Τρωγλοδύταις ἐστὶν καὶ ἡ λεγομένη παρ’ Ἕλλησι καμηλοπάρδαλις, σύνθετον τρόπον τινὰ κατὰ τὴν κλῆσιν καὶ τὴν φύσιν λαχοῦσα. Τὴν μὲν γὰρ ποικιλίαν ἔχει παρδάλεως, τὸ μέγεθος δὲ καμήλου, τὸ πάχος δὲ ὑπερφυὲς, τὸν δὲ αὐχένα τοιοῦτον ὥστε ἀπ’ ἄκρων ἀμέλγεσθαι τῶν δένδρων τὴν τροφήν. (Agatharch. 72)

Image
τὼ δὲ καμηλοπαρδάλα καταφιλεῖτον ἀλλήλα.

ἐν μὲν τῷ Δευτερονομίῳ κατὰ τὸ Ο´ ἡ καμηλοπάρδαλις κτῆνος, ὃ ἔξεστι φαγεῖν.

ταῦτα τὰ κτήνη, ἃ φάγεσθε· μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν, ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον, ὄρυγα καὶ καμηλοπάρδαλιν. (LXX Deut. 14:4-5)

Ἑβραϊστὶ δὲ τὸ ὄνομα זמר, ὃ ἴσως παρόμοιον δοκεῖ μοι τῷ τράγῳ.
Last edited by dikaiopolis on Thu Sep 05, 2013 1:10 am, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by Markos »

Image
τὴν τροφὴν ἐν τῇ οἰκίᾳ παρέχει ἡ γυνὴ τῷ ἔχοντι μακρὰν αὐχένα καμηλοπαρδάλει.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

ὡς θαυμαστόν!

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

σκῶμμα δὲ λεξικογράφου παρὰ γράμμα·

ὁ συκοφάντης

τὸ LSJ ϛ´·
"σῡκοφάντης, a common informer—sycophants began to multiply from the time of Pericles. Derived from ... one who informed against persons exporting figs from Attica....But this explanation is probably a mere figment."

τὸ LSJ θ´·
"From σῦκον φαίνειν, orig. used of denouncers of the attempted export of figs from Athens, acc. to Ister 35, Plu. Sol.24, 2.523b; orig. of citizens entrusted with the collection of figs as part of the public revenues of Athens and the denouncing of tax-evaders, acc. to Philomnest.1; of denouncers of figs which had been stolen from the sacred fig-trees during a famine and had become cheap, the famine having passed, Sch.Ar.Pl.31, cf. Fest. p.393 L.; these and modern explanations are mere guesses; the word first in Ar. but implied by συκοπέδιλος."

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

ὁ ταώς

οἱ μὲν Ἀθηναῖοι τάχ᾽ ἂν λέγοιεν ταὧς. κατὰ γὰρ τὸν Ἀθήναιον Ναυκρατίτης ὁ Τρύφων – κατὰ τὸ εἰκὸς δοκεῖ μοι ἐν τῷ Περὶ Πνευμάτων) – ἔγραψεν· "Ταὧς λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες." ὁ δ᾽ οὖν Ἀριστοφάνης ἐν τῷ Ὄρνιθες· "Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;"


Image
ταὧς ἔγωγε.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

οἱ ἑταῖροι καὶ αἱ ἑταῖραι

ἔνιοι οὖν λέγουσι ὅτι οὐκ ἀναγκαῖόν ἐστι τοὺς τόνους καὶ τὸ τονῶσαι Ἑλληνιστὶ μαθεῖν. τοῦτο δὲ δοκεῖ μοι οὐκ ὀρθόν τε καὶ ἀπατηλόν. σκοπεῖτε γὰρ αὐτίκα δὴ μάλα τὸ ἙΤΑΙΡΩΝ. τοῦτο ἄρα περισπάσωμεν (τουτέστι ἑταιρῶν) ἢ παροξύνωμεν (τουτέστι ἑταίρων); οἶμαί γε εἶναί τινα ἡμῖν τὴν διαφοράν· οὕτως γὰρ σημαίνει ὁ τόνος τὸ τούτου γένος εἴτε ἀρρενικὸν (τουτέστι ἑταίρων) εἴτε θηλυκὸν (τουτέστι ἑταιρῶν). ὁ μὲν ἑταῖρός ἧλιξ, ἡ δὲ ἑταίρα παλλακὴ ἢ πορνή. κατὰ δ᾽ οὖν τὸν Ἀθήναιον Ναυκρατίτης ὁ Μένανδρος ἔγραψε·

καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δὴ καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπὸ τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί·
    πεποιήκατ’ ἔργον οὐχ ἑταίρων γὰρ
    <... ἀλλ’ ἑταιρῶν>· ταὐτὰ δ’ ὄντα γράμματα
    τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσχημον ποιεῖ. (Ath. 13.28)

ὡσαύτως δή που·

σὺ δέ, ὦ σοφιστά, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μετὰ ἑταίρων ἀλλὰ
μετὰ ἑταιρῶν
, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by Markos »

κυκεών, ῶνος, ὁ.

κυκάω σημαίνει μίγνυμι. ὁ δὲ λεξιγραφεὺς γράφει

Apollonius, Homeric Lexcion wrote: κυκεὼν δέ ἐστι τὀ ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτου καὶ ὕδατος ἀναμεμιγμένον πόμα.


Image
ὁ κυκεών.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

Markos wrote: ὁ κυκεών.
ναί· εὖ γ᾽ εἶπες. ὁ δὲ κυκεὼν καὶ τῷ φαρμάκῳ καὶ ταῖς φαρμάκοις σύνοικος μάλιστα τῇ Κίρκῃ. Ὅμηρος γὰρ ἔγραψεν (OΔ. κ.τιϲ´)·

τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπᾳ, ὄφρα πίοιμι,
ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ’ ἐνὶ θυμῷ.


τὸ δ᾽ ἀλεξιφάρμακον καλεῖται τὸ μῶλυ. ὁ μὲν Θεόφραστος εἶπεν ὅτι οὐδὲν ἄλλο πλὴν τοῦ σκορόδου τοῦ μέλανος τοῦτο, ὁ δὲ ποιητὴς ἐν Ὀδυσσείᾳ εἶπεν (ΟΔ. κ.τε´)·

ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργεϊφόντης
ἐκ γαίης ἐρύσας καί μοι φύσιν αὐτοῦ ἔδειξε.
ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·
μῶλυ δέ μιν καλέουσι θεοί, χαλεπὸν δέ τ’ ὀρύσσειν
ἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.


ἐν δὲ ᾽Οδυσσείᾳ ἄδηλον πῶς ὁ Ὀδυσσεὺς τούτῳ τῷ μώλει ἐχρήσατο. ὡς φάρμακον ἢ φυλακτήριον ἢ ἄλλο τι; ἐν δὲ τῇ τῆς Βιβλιοθήκης ἐπιτομῇ (ζ.ιϲ´) ὁ ψευδῶς καλούμενος Ἀπολλόδωρος ἔγραψεν·

Εὐρύλοχος δὲ ἰδὼν ταῦτα Ὀδυσσεῖ ἀπαγγέλλει. ὁ δὲ λαβὼν μῶλυ παρὰ Ἑρμοῦ πρὸς Κίρκην ἔρχεται, καὶ βαλὼν εἰς τὰ φάρμακα τὸ μῶλυ μόνος πιὼν οὐ φαρμάσσεται.
Last edited by dikaiopolis on Sun Sep 08, 2013 4:11 pm, edited 1 time in total.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

ΦΑΡΜΑΚΟΣ

τί δὲ σημαίνει τὸ ΦΑΡΜΑΚΟΣ; ἔξεστι γὰρ τοῦτο ὀξύνειν τε καὶ προπαροξύνειν. ὁ μὲν φαρμακὸς ὁ ἀποθνῄσκων πρὸς λύτρον ἢ ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν κατὰ τὸν Ἡρωδιανόν. ὁ δὲ φάρμακος φαρμακεὺς ἢ γόης. ὁ οὖν Ἡρωδιανὸς λέγει·

Τὰ εἰς κος ὑπερδισύλλαβα παραληγόμενα τῷ α προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, λιθιακός, μαλθακός, ψιττακός, ἀστακός, ἀνακός, φυλακός ὁ φύλαξ, Φύλακος δὲ τὸ κύριον, φαρμακός ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν, φάρμακος δὲ ὁ γόης. σεσημείωται τὸ θύλακος, ὕσσακος, αἴσακος προπαροξυνόμενα καὶ τὸ μαίμακος ἐπίθετον ἀπὸ γενικῆς. (Hdn.Gr: 1.150)

καίτοι οἱ διορθωταὶ ἀλλήλοις οὐχ ὁμολογοῦνται περὶ τοῦ τονῶσαι. αὐτίκα γὰρ ἐν τῇ Ἐξόδῳ κατὰ τὸ Ο´ (Rahlfs ͵αϡλεʹ) λέγεται·

εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων. συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως.  καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς ἐκείνων ῥάβδους.

ἀλλὰ κατὰ τὸ Rahlfs-Hanhart ͵βϲ´ ὁμολογούμενον τῷ τοῦ Ἡρωδιανοῦ λέγεται·

συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμάκους.



Image

ὁ φάρμακος
Last edited by dikaiopolis on Tue Nov 29, 2016 1:06 pm, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by Markos »

dikaiopolis wrote:ὁ μὲν φαρμακὸς... ὁ δὲ φάρμακος...
εὐχαριστῶ δή σοι, ἄριστε. περὶ γὰρ ταύτης τῆς διαφόρας οὐκ ἐγίγνωσκον. οἱ μέν φασι τὸν Ἰησοῦν φάρμακον εἶναι, ἐγὼ δὲ τὸν φαρμακόν.

πότερον φάρμακος...
Image

ἢ φαρμακός?
Image

ἄρα νομίζεις ὅτι τὸ "φαρμάσσω" ἐστιν ἐκ τοῦ "φύρω?"
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

Markos wrote:ἄρα νομίζεις ὅτι τὸ "φαρμάσσω" ἐστιν ἐκ τοῦ "φύρω?"
καλὸν ἐρώτημα!

οὐ δὲ εἰκός. κατὰ μὲν τὸ Etyma Graeca (͵αωϙʹ) τὸ φάρμακον ἐκ τοῦ φύρειν (ὅθεν καὶ Eng. "broth")· ἀλλὰ οὐκ ἀξιόχρεω τοῦτο. κατὰ δὲ τὸ Etymological Dictionary of Greek (͵βθʹ)·

The original meaning of φάρμακον cannot be established with certainty. The word is clearly Pre-Greek. Fur.: 220 compares φόρβαντα· ἰατρικὰ φάρμακα (H.), φόρβια· φάρμακα, οἱ δὲ φόρβα (H.). Note the variations α/ο and μ/β, well-known from Pre-Greek. Foreign origin is already pleaded for by Chantraine 1933: 384 and Schwyzer: 497.

καὶ περὶ τοῦ φύρειν·

Frisk still assumes a yod -present *φυρ-ω as a derivative of a noun φυ-ρ-, or a zero grade verbal stem φῠρ- beside a hypothetical full grade *φερ-. Yet, such ablaut is now generally abandoned for Greek. An IE etymology seems impossible, so it is more probably a Pre-Greek word (note the semantic sphere). Formally, φύρω might be connected with ποφύρω 'to well up, heave', which could be reduplicated, but the semantics would be unclear; semantically, it could be connected with φορύνομαι, which would also point to irregular ablaut.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

ποία ἡ λέξις τοῦτο;

νοσῶ· σύ, ὃς εἶ ἰάμα, Ἰησοῦ, σῶσον.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by Markos »

dikaiopolis wrote:ποία ἡ λέξις τοῦτο;

νοσῶ· σύ, ὃς εἶ ἰάμα, Ἰησοῦ, σῶσον.
προσευχή τις τούτ' ἐστιν. ἐπὶ δὲ τοῦ Votive Offering εὐρισκοίμεν ἂν δὴ τοῦτο? ἢ ἐπὶ δὲ ταφῆς?

τὸ δὲ "σῶσον" ἡ προστακτική ἐστιν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

Markos wrote:προσευχή τις τούτ' ἐστιν.
ναί· προσευχή. ἀλλὰ καὶ "παλίνδρομος" (ὡς τὸ Νόμον, ὁ κοινός, ἔχε σὸν οἰκονόμον).

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

περὶ τῆς σεληνογόνου τὸ "αἱκύ"·

σεληνόγονος
ἄνθος ὡς τῆς νυκτὸς φῶς
θάλλουσ᾽ ἀφθόνως.



Image
ἡ σεληνόγονος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by Markos »

κἀγὼ ποιῶ τὸ αἱκύ.
5-7-5.

λαγὼς φαίνεται.
βλέπω αὐτὸν βλέποντα.
ἀποτρέχει δή.


Image
ἀποτρέχει ὁ λαγώς.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

Markos wrote: λαγὼς φαίνεται.
βλέπω αὐτὸν βλέποντα.
ἀποτρέχει δή.
εὖ γ᾽ ἐποίησας.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

σκῶμμα·

Σχολαστικὸς νυκτὸς ἐπανέστη τῇ μάμμῃ αὐτοῦ. πληγὰς δὲ διὰ τοῦτο ὑπὸ τοῦ πατρὸς λαβών· Σύ, εἶπεν, τοσοῦτος χρόνος ἐστὶν ἐξ οὗ τὴν μητέρα μου ὀχεύεις, μηδὲν ὑπ’ ἐμοῦ παθών, καὶ νῦν ὀργίζῃ ἐπὶ τῇ μητρί σου ἅπαξ με εὑρών;

ΦΙΛΟΓΕΛΩΣ με´

User avatar
bedwere
Global Moderator
Posts: 5102
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by bedwere »

Ἐλπίζω δὴ τὰ παίδια μὴ ἀναγνώσεσθαι τούτο τὸ σκῶμμα. :D :oops:
Last edited by bedwere on Sun Sep 22, 2013 6:16 pm, edited 1 time in total.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

bedwere wrote:Ἐλπίζω δὴ τὰ παίδια μὴ ἀναγιγνώσεσθαι τούτο τὸ σκῶμμα. :D :oops:
νὴ τοὺς θεούς. ἀγοραῖα οὖν τὰ τῶν Ἑλληνικῶν σκώμματα ὡς ἡμῶν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by Markos »

γελοῖόν ἐστιν τοῦτο τὸ σκῶμμα.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

Markos wrote:γελοῖόν ἐστι τοῦτο τὸ σκῶμμα.
ἄλλο σκῶμμα·

Λιμόξηρος λιμοξήρῳ θυγατέρα ἐκδιδοὺς καὶ ἐρωτώμενος, τί αὐτῇ δίδωσιν εἰς προῖκα· Οἰκίαν, ἔφη, δίδωμι, ἧς αἱ θυρίδες εἰς τὸ ἀρτοκοπεῖον βλέπουσιν.

ΦΙΛΟΓΕΛΩΣ σιθ´

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by Markos »

dikaiopolis wrote:ἄλλο σκῶμμα·

Λιμόξηρος λιμοξήρῳ θυγατέρα ἐκδιδοὺς καὶ ἐρωτώμενος, τί αὐτῇ δίδωσιν εἰς προῖκα· Οἰκίαν, ἔφη, δίδωμι, ἧς αἱ θυρίδες εἰς τὸ ἀρτοκοπεῖον βλέπουσιν.
πάνυ γε, φίλε. τὸν γὰρ ἔχοντα θυγατερας, δεῖ ἔχειν καὶ ἄρτον! :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: τὰ γέλοια ἢ ἄτοπα ῥήματα

Post by dikaiopolis »

Markos wrote:
dikaiopolis wrote:ἄλλο σκῶμμα·

Λιμόξηρος λιμοξήρῳ θυγατέρα ἐκδιδοὺς καὶ ἐρωτώμενος, τί αὐτῇ δίδωσιν εἰς προῖκα· Οἰκίαν, ἔφη, δίδωμι, ἧς αἱ θυρίδες εἰς τὸ ἀρτοκοπεῖον βλέπουσιν.
πάνυ γε, φίλε. τὸν γὰρ ἔχοντα θυγατερας, δεῖ ἔχειν καὶ ἄρτον! :lol:
ἐπίστασαί τι σκῶμμα;

Post Reply