The Boy Who Lost His Faith

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
Ἰορδάνης
Textkit Neophyte
Posts: 1
Joined: Thu Mar 07, 2013 12:06 pm

The Boy Who Lost His Faith

Post by Ἰορδάνης »

πάλαι ἦν τις παῖς πιστεύων ἐν ταῖς παραδόσεσιν ταῖς τῶν γονέων αὐτοῦ. αὐτὸς δὲ ἐκοινώνει τῇ πίστει τῇ πατρικῄ. ἐδιδάχθη μὲν ὁ παῖς τὴν τοῦ Ἰησοῦ Χριστοῦ διδασκαλίαν. χριστιανὸς ἦν ὁ παῖς. χρόνου πολλοῦ προβεβηκότος, ὁ παῖς αὐτὸς ἤρξατο ἀναγινώσκειν τὴν διδαχὴν τοῦ Ἰησοῦ. ἤθελεν συνεῖναι ἀκριβῶς τοὺς λόγους τοῦ Μᾶρκου καὶ τοὺς λόγους τοῦ Ἰωάννου. ἔδοξε δὲ τῷ παιδὶ ὅτι δυσνόητά ἐστιν τὰ ῥήματα αὐτῶν. καὶ διὰ τοῦτο ἤθελεν μαθεῖν τὴν Ἑλληνικὴν γλῶσσαν τὴν τοῦ Μᾶρκου καὶ τοῦ Ἰωάννου, ἵνα συνῇ καὶ καταλάβῃ τὸν λόγον. μαθὼν δὲ τὴν παλαιὰν γλῶσσαν ἐδύνατο ἀναγνῶναι καὶ καταλαβεῖν αὐτὸς τὰ ῥήματά τε καὶ τὸν λόγον αὐτῶν. ἔδοξε δὲ αὐτῷ ὅτι Μᾶρκος ἔλεγέν τι, ἀλλ᾿ Ἰωάννης ἔλεγεν ἄλλο. Μᾶρκος δὴ γὰρ εἶπεν ὅτι ὁ Ἰησοῦς ἦν ἄνθρωπος μόνον, ἀλλ᾿ Ἰωάννης εἶπεν ὅτι θεῖος ἦν τε καὶ τάχα ὁ θεὸς αὐτός. ἐταράχθη μὲν ἡ καρδία τοῦ παιδός. οἱ δὲ γονεῖς αὐτοῦ ἐπίστευσαν ἀμφότεροι Μᾶρκος καὶ Ἰωάννης ἔλεγον τὴν ἀλήθειαν. τοῦτο δὲ συνέχεεν τὸν τοῦ παιδὸς νοῦν. διαλογιζόμενος ἔκλαιεν ὁ παῖς καὶ τὸ πνεῦμα αὐτοῦ ὠδυνήθη. ὡμολόγησεν αὐτὸς ὅτι ἀδύνατόν ἐστιν ἐπιγνῶναι τὸ τίς εἴη ὁ Ἰησοῦς. οὐκέτι οὖν ἐπίστευσεν ἐπὶ τὴν τῶν γονέων πίστιν. πλὴν ἠγάπησεν ὁ παῖς τὴν διδασκαλίαν τοῦ Ἰησοῦ καὶ τὰ εὐαγγέλια.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: The Boy Who Lost His Faith

Post by Markos »

εὔγε, φίλε Ἰορδάνης! γράφεις καλῶς! τὸν μύθον σου κατέλαβον καὶ συνῆκα καὶ πεφίληκα.
ἔδοξε δὲ αὐτῷ ὅτι Μᾶρκος ἔλεγέν τι, ἀλλ᾿ Ἰωάννης ἔλεγεν ἄλλο.
κατά με, ὁ μὲν Μᾶρκος κατὰ σάρκα ἔγραψεν, ὁ δὲ Ἰωάννης κατὰ πνεῦμα. ἀμφότεροι οὖν τὴν ἀλήθεαν ἔγραψαν.

γράφε, παρακαλῶ, ἄλλους μύθους Ἑλληνιστί.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Post Reply