"inceptive μὲν" Guy Copper v4 2.69.44.1.D & E pp. 3026-3028
beginning of a drama
Aeschylus Trag., Agamemnon Line 1
{ΦΥΛΑΞ}
Θεοὺς μὲν αἰτῶ τῶνδ' ἀπαλλαγὴν πόνων,
Aeschylus Trag., Supplices Line 1
{ΧΟΡΟΣ ΔΑΝΑΙΔΩΝ}
Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
στόλον ἡμέτερον νάιον ἀρθέντ'
Sophocles Trag., Philoctetes Line 1
{ΟΔΥΣΣΕΥΣ}
Ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
Λήμνου, βροτοῖς ἄστιπτος οὐδ' οἰκουμένη,
Aeschylus Trag., Eumenides Line 1 (μὲν ... δὲ ??)
{ΠΡΟΦΗΤΙΣ}
Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν
τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,
ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ' ἕζετο
Sophocles Trag., Trachiniae Line 1
{ΔΗΙΑΝΕΙΡΑ}
Λόγος μέν ἐστ' ἀρχαῖος ἀνθρώπων φανεὶς
ὡς οὐκ ἂν αἰῶν' ἐκμάθοις βροτῶν, πρὶν ἂν
θάνῃ τις, οὔτ' εἰ χρηστὸς οὔτ' εἴ τῳ κακός·
beginning of a speech
Aeschylus Trag., Persae Line 353
{Αγ.} ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ
φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.
Aeschylus Trag., Persae Line 599
{Βα.} φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων
κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλον,
Aeschylus Trag., Agamemnon Line 40
{ΧΟΡΟΣ}
δέκατον μὲν ἔτος τόδ' ἐπεὶ Πριάμῳ
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδ' Ἀγαμέμνων,
Aeschylus Trag., Agamemnon Line 587
{Κλ.} ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
ὅτ' ἦλθ' ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
φράζων ἅλωσιν Ἰλίου τ' ἀνάστασιν.
Aeschylus Trag., Agamemnon Line 810
{ΑΓΑΜΕΜΝΩΝ}
πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
νόστου δικαίων θ' ὧν ἐπραξάμην πόλιν
Aeschylus Trag., Septem contra Thebas Line 501
{Ετ.} πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ' ἀγχίπτολις
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ' ὕβριν,
εἴρξει νεοσσῶν ὡς δράκοντα δύσχιμον
Sophocles Trag., Ajax Line 815
{ΑΙ.} Ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
γένοιτ' ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή,
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
Euripides Trag., Rhesus Line 342
{Χο.} Ἀδράστεια μὲν ἁ Διὸς
παῖς εἴργοι στομάτων φθόνον·
φράσω γὰρ δὴ ὅσον μοι
ψυχᾶι προσφιλές ἐστιν εἰπεῖν.