by cb » Tue Jun 12, 2012 1:56 pm
hi, i agree with you pster, and even if you get the vocab into your head, it can go later.
i know that the vocab i've learnt will go (due to my job, i spend most of my reading time reading law and finance, not classics).
the only approach i can suggest is the one i currently use: as a time capsule for myself for the future (when i'll have forgotten lots of vocab) of the vocab I know now, i make notes in grk in my grk texts. i write each word in at least 2 different ways, and put in more notes rather than less, as i assume in the future i'll know less. my idea is to build up a store of simple vocab notes that then I will be able to supplement with the scholia later on to have several bodies of helpful notes (i never read the scholia while writing these notes, otherwise i'll be influenced by them and so will be cutting down the materials i'll have in the future to just the scholia and not my own separate notes).
here's an e.g. of my notes on the first few lines of soph ajax. cheers, chad
Ἀθήνα
1. Ἀεὶ {συνεχῶς, οὔποτε παυομένη. οὔ φησι ὁ Σ. τοῦτο τὸ ὄνομα σημαίνειν ἐνθάδε τὸ πάντα χρόνον, ἄνευ περάτων χρόνου} μέν, ὦ παῖ Λαρτίου, {Ὀδυσσεῦ, ἥρως Ἰθακήσιε} δέδορκά {ὁρῶ, ὀφθαλμοῖς αἰσθάνομαι} σε
2. πεῖράν {μηχανήν, δόλον} τιν᾽ ἐχθρῶν {ἐχθρόν τινα, ὅνπερ τις μάλιστα βλάπτειν βούλεται} ἁρπάσαι {λαβεῖν (τιν᾽ ἐχθρῶν), ἐπιφέρεσθαι (τινι ἐχθρῶν)} θηρώμενον· {διώκων τι ὥσπερ ἀνὴρ θήραν ποιούμενος διώκει ζῶιον, ζητοῦντα ἵνα εὕρηις. τὸ δὲ ἑξῆς ἐστι τοῦτο· ἀεὶ δέδορκά σε θηρώμενον πεῖραν ἁρπάσαι τιν' ἐχθρῶν}
3. καὶ νῦν ἐπὶ {παρὰ (ταῖς ναυτικαῖς σκηναῖς), οὐ πόρρω (τῶν ναυτικῶν σκηνῶν)} σκηναῖς {οἴκοις τοῖς ἐν στρατοπέδωι ὠικοδομημένοις, κλισίαις ξυλιναῖς} σε ναυτικαῖς {σημαίνει ἴσως εἴτε ταῖς τοῦ νεῶν Ἑλληνικοῦ στόλου, εἴτε ταῖς παρὰ τῶν νεῶν ὠικοδομημέναις} ὁρῶ
4. Αἴαντος, ἔνθα τάξιν ἐσχάτην {τὴν ἄκρην τάξιν τοῦ στρατοπέδου, ἔνθα δεινότατον ἦν σκηνὴν ἔχειν} ἔχει,
5. πάλαι {πολὺν χρόνον, οὐκ ἐν ὀλίγωι χρόνωι} κυνηγετοῦντα {ζητοῦντα (τὰ ἴχνη) ὥσπερ κύων ζητεῖ, διώκοντα} καὶ μετρούμενον {διασκοποῦντα τὰ διαστήματα μεταξὺ (τῶν ἴχνων), ἐξετάζοντα τὴν πρὸς ἄλληλα θέσιν (τῶν ἴχνων)}
6. ἴχνη {χαρακτῆρας ποδῶν, τύπους ἐπὶ γῆς ποσὶ τετριμμένους} τὰ κείνου {Αἴαντος, ἥρωος Σαλαμινίου} νεοχάραχθ᾽, {οὐ πάλαι πέπλασται, ὧν ὁ τύπος ἄρτι ἐποιήθη}, ὅπως ἴδῃς
7. εἴτ᾽ ἔνδον {ἐν τῆι σκηνῆι, οὐκ ἐκτός} εἴτ᾽ οὐκ ἔνδον. Εὖ δέ σ᾽ ἐκφέρει
8. κυνὸς Λακαίνης {ἀπὸ τῆς Σπάρτης, Λακωνικῆς} ὥς τις εὔρινος {τούτου ὃς ἀκριβῶς ὀσφραίνεται, τούτου ὃς ὀξὺ ῥῖνι αἰσθάνεται} βάσις {τὰ ποδῶν ἴχνη ἐξῆς ποιημένα, οἱ ποδῶν τύποι ἐπὶ στοίχου κείμενοι}
9. Ἔνδον γὰρ ἁνὴρ ἄρτι {νῦν δή, οὐ πάλαι} τυγχάνει, κάρα {τὴν κεφαλὴν αὐτοῦ, τοῦ σώματος τὸ ὑπὲρ τοῦ αὐχένος κείμενον}
10. στάζων {ῥέων, ὑγρός} ἱδρῶτι {ὕδατι ἐκ δέρματος ῥέοντι, τῶι ἐπὶ δέρματος τοῦ θερμαινομένου ὕδατι} καὶ χέρας ξιφοκτόνους {αἷς ὅπλα θανάσιμα φέρει, σιδηροφοροῦσας}.
11. Καί σ᾽ οὐδὲν εἴσω {εἴσω (τινός), ἔν (τινι)} τῆσδε παπταίνειν {ὀξὺ σκοπεῖν, βλέπειν εἰς} πύλης {εἰσόδου τῆς σκηνῆς, ταύτης δι' ἧς τις εἰς οἶκον εἰσέρχεται}
12. ἔτ᾽ ἔργον ἐστίν, {δεῖ, χρή} ἐννέπειν {εἰπέ μοι, φαθί} δ᾽ ὅτου χάριν {διότι, οὗ ἕνεκα}
13. σπουδὴν ἔθου {πόνον ἐποιήσω, ἐσπούδασας περὶ τούτου τοῦ ἔργου} τήνδ᾽, ὡς παρ᾽ εἰδυίας {τῆς σοφῆς, τῆς δυναμένης λέγειν ὅ τι εἰδέναι θέλεις} μάθῃς.
Ὀδυσσεύς
14. Ὦ φθέγμ᾽ {φωνή, αὐδή} Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
15. ὡς εὐμαθές {εὔγνωστον, οὐ χαλεπὸν γιγνώσκειν} σου, κἂν ἄποπτος {ἐκτὸς τῆς ἐμῆς ἐπόψεως, πορρωτέρω ἢ ὥστε ἰδεῖν δύνασθαι} ᾖς ὅμως, {τοῦτο τὸ ὄνομα ἐν τῆι ἀποδόσει λεγέσθω, καίπερ ἐν τῆι προτάσει κείμενον}
16. φώνημ᾽ {φωνή, αὐδή} ἀκούω καὶ ξυναρπάζω φρενὶ {συννοῶ, μανθάνω}
17. χαλκοστόμου κώδωνος {ὀργάνου μουσικοῦ χαλκοῦ τῶι αὐλῶι ὁμοίου, σῦριγξ ἣ πνεύματος πληρουμένη φθέγγεται} ὡς Τυρσηνικῆς {τῆς ἐν Ἰταλίαι χώρας κειμένης ὑπὲρ Ῥώμης καὶ πρὸς τῆς Κύρνου καλουμένης νήσου, παρὰ Στράβωνι δὲ εἴρηται “οἱ Τυρρηνοὶ τοίνυν παρὰ τοῖς Ῥωμαίοις Ἑτροῦσκοι καὶ Τοῦσκοι προσαγορεύονται.”}
18. Καὶ νῦν ἐπέγνως {(ἀόριστον δεύτερον ἀπὸ τοῦ ῥήματος ΓΙΓΝΩΣΚΩ) ἤισθου, ἔμαθες} εὖ μ᾽ ἐπ᾽ ἀνδρὶ δυσμενεῖ {ἐχθρῶι, οὐ φίλωι}
19. βάσιν {τὰ ποδῶν ἴχνη ἐξῆς ποιημένα, τοὺς ποδῶν τύπους ἐπὶ στοίχου κειμένους} κυκλοῦντ᾽, Αἴαντι τῷ σακεσφόρῳ {ἀσπιδούχωι, ὧι ἀσπίδα φέρει}·
20. κεῖνον γάρ, οὐδέν᾽ ἄλλον, ἰχνεύω {θηρῶ, ἐρευνῶ} πάλαι {πολὺν χρόνον, οὐκ ἐν ὀλίγωι χρόνωι}.
21. Νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος {πρᾶγμα, ἔργον} ἄσκοπον {μάταιον, ἄπρακτον}
22. ἔχει περάνας, {πεποίηκεν, δέδρακεν, τὸ δὲ ΠΕΡΑΝΑΣ ἀπὸ τοῦ ῥήματος ΠΕΡΑΙΝΩ} εἴπερ εἴργασται τάδε· {ταῦτα τὰ ἔργα πεποίηται}
23. ἴσμεν γὰρ οὐδὲν τρανές, {καταφανῶς, σαφῶς} ἀλλ᾽ ἀλώμεθα· {ἀποροῦμεν, κυρίως· παρὰ τὴν ὁδὸν βαίνομεν}
24. κἀγὼ ᾽θελοντὴς {ἑκών, οὐδὲν πρὸς βίαν} τῷδ᾽ ὑπεζύγην {ἐπεχείρησα, κυρίως· ἡψάμην} πόνῳ. {ἔργωι, τῆι ἰχνεύσει}
25. Ἐφθαρμένας {ἀπολομένας, καταλελυμένας} γὰρ ἀρτίως {νῦν δή, οὐ πάλαι} εὑρίσκομεν
26. λείας {βοῦς ἑαλωκότας, βοσκήματα εἰλημμένα} ἁπάσας καὶ κατηναρισμένας {ἀποθανόντας, ἀπολομένας}
27. ἐκ χειρὸς {(ἀπολομένας) ὑπ' ἀνδρός τινος, ἐκ χειρὸς ἀνθρωπείας (σὺν)} αὐτοῖς ποιμνίων {βοσκημάτων, λειῶν} ἐπιστάταις. {τοῖς βοῶν ἐπισκόποις, τούτοις οἳ τὰ βοσκήματα νέμουσιν}
28. Τήνδ᾽ οὖν ἐκείνῳ πᾶς τις {ἕκαστος, οὐδεὶς ὅστις οὐ} αἰτίαν {τὸ ὅτωι πεποίηται, τὴν μέμψιν} νέμει.
29. Καί μοί τις ὀπτὴρ {σκοπός τις, ἀνὴρ οὗ ἔργον ἐστι σκέπτεσθαι} αὐτὸν {Αἴαντα, ὅνπερ ἰχνεύω} εἰσιδὼν μόνον
30. πηδῶντα {ἁλλόμενον ἐπί, τρέχοντα βάσεσι μακραῖς} πεδία σὺν νεορράντῳ {τούτωι ὃ νυνδὴ οὐ πάντως ἀλλὰ σποράδην ὑγρανθὲν, ἄρτι αἱματουμένωι ἔνθα καὶ ἔνθα} ξίφει
31. φράζει τε κἀδήλωσεν· {καὶ δείκνυσι, καὶ φαίνεται} εὐθέως δ᾽ ἐγὼ
32. κατ᾽ ἴχνος {χαρακτῆρας ποδῶν, τύπους ἐπὶ γῆς ποσὶ τετριμμένους} ᾄσσω {κινοῦμαι ταχέως, τρέχω}, καὶ τὰ μὲν σημαίνομαι, {συλλογίζομαι Αἴαντος εἶναι, τεκμαίρομαι Αἴαντος εἶναι}
33. τὰ δ᾽ ἐκπέπληγμαι, {ἀπορῶ, κυρίως· θαυμάζω} κοὐκ ἔχω {οἷός τ' εἰμί, δύναμαι} μαθεῖν ὅτου {οὗπερ ἀνδρός ἐστιν ταῦτα τὰ ἴχνη}.
34. Καιρὸν {οὔτε ὕστερον οὔτε πρωί, χρόνον πρέπον} δ᾽ ἐφήκεις· {ἀφῖξαι, δεῦρο ἦλθες} πάντα γὰρ τά τ᾽ οὖν πάρος {τὰ γεγενημένα, ἃ πρότερον γέγονεν}
35. τά τ᾽ εἰσέπειτα {τὰ μέλλοντα, τὸν λοιπὸν χρόνον} σῇ κυβερνῶμαι χερί.
Ἀθήνα
36. ἔγνων, {ἀόριστον δεύτερον ἀπὸ τοῦ ῥήματος ΓΙΓΝΩΣΚΩ) ᾐσθόμην, ἔμαθον} Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
37. τῇ σῇ {λεγέσθω μετὰ τοῦ ὀνόματος ΚΥΝΑΓΙΑΙ} πρόθυμος {ὅτι μάλιστα ἤθελον οὕτως ποιεῖν, ἑκοῦσα} εἰς ὁδὸν {λεγέσθω μετὰ τοῦ ῥήματος ΕΒΗΝ) ἐπί σε, ὅποι σὺ ἤιεις} κυναγίᾳ {θήραι, τῶι διώκειν}.
Ὀδυσσεύς
38. ἦ καί, {σπουδαίως δὲ ἐρωτῶ, μάλα δὲ βούλομαι παρὰ σοῦ μαθεῖν τοῦτο·} φίλη δέσποινα, πρὸς καιρὸν {οὐ μάτην, ὥστε σκοποῦ τυχεῖν} πονῶ;
Ἀθήνα
39. {λείπει· οἶσθ', βεβαιῶ σοι τοῦτο·} ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
Ὀδυσσεύς
40. καὶ πρὸς τί {τίνος ἕνεκα; διὰ τί;} δυσλόγιστον {ἀνοήτως, οὐδὲν προϊδὼν ἃ συμβήσεται ὕστερον} ὧδ᾽ ᾖξεν {ἀΐσσειν ἐποίησεν, ἐκίνησεν} χέρα;