Textkit Logo

Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Textkit is a learning community- introduce yourself here. Use the Open Board to introduce yourself, chat about off-topic issues and get to know each other.

Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby opoudjis » Tue Oct 03, 2017 3:21 am

Τοὺς τῆς ἑλληνικῆς γλώττης ἐνθάδε φίλους χαιρετῶ. Νικόλαος μὲν ἐμοὶ τὸ ὄνομα, γλωττολόγος δὲ ἐμοὶ ἡ παιδεία. Εἰς τὸν Θησαυρὸν τῆς Ἑλληνικῆς Γλώττης (TLG) ἐπὶ δεκαεπτὰ ἔτη ἠργασάμην, τὸν δὲ αὐτόματον ἐκείνου τῶν λέξεων ἀναλυτὴν ἀνέπτυσσον. Ἱστολόγιον περὶ τῶν ἑλληνικῶν καὶ περὶ τῆς γλωττολογίας γράφω, ἄλλ’ οὐκ ἔξεστί μοι ἔτι ἐνθάδε τὸν σύνδεσμον κοινοποιεῖν, καθότι καινός εἰμι. Ἐκεῖ πρότινος τὴν τοῦ Δαμοίτα ὑμῶν ἐσχολίακα μετάφρασιν τῆς εἰς Γεττισβοῦργον ὁμιλίας.
User avatar
opoudjis
Textkit Neophyte
 
Posts: 39
Joined: Tue Oct 03, 2017 2:54 am

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby jeidsath » Tue Oct 03, 2017 1:55 pm

χαίρειν δὲ τὸν Νικόλαον προὐννέπω. ἀλλ’ ἐμοὶ ἀπορίαι τίνες εἰσι τούτων.

Τεξτκὶτ θαμῶσι -- οἱ τὸν Τεξτκὶτ ἀναγιγνώσκοντες; οὐκ ἀκριβῶς οἶδα "θαμών"

ἀναλυτὴν ἀνέπτυσσον -- αὑτή δ’ ἐστ’ ἀπορία μεγάλη ἐμοί. οὐ μὲν σημαίνεις ἀναλύτης εἶναι λύομενός τινα, ἀλλὰ τί;

πρότινος -- ἄρ’ οὗτος ὅμοιος τῷ "πρῶτος";

Δαμοίτα -- αἴνιγμα ἐμοί.

Γεττισβοῦργον -- ἐνταῦθα;
Joel Eidsath -- jeidsath@gmail.com

μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
User avatar
jeidsath
Administrator
 
Posts: 1990
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby opoudjis » Tue Oct 03, 2017 11:01 pm

οἴμοι, Ἰειδσάθ λογιώτατε, ἤμαρτόν σοι νεοελληνικά τινα κεχρηκώς, ἃ οὐ συνέγνων. Ἐπεξηγῶ.

Τεξτκὶτ θαμῶσι -- οἱ τὸν Τεξτκὶτ ἀναγιγνώσκοντες; οὐκ ἀκριβῶς οἶδα "θαμών"


«θαμῶνα» μὲν καλοῦσι οἱ νεοέλληνες τὸν συχνάζοντα (θαμ-ίζοντα) καπηλεῖον ἢ ἄλλον τι κοινὸν χῶρον. οὐ κεῖται δὲ ὁ τύπος παρὰ τοῖς ἀρχαίοις· νεωστὶ πλασθείς ἐστι ἐκ τοῦ «θαμά», καὶ σφαλερῶς, ὡς τὸ τοῦ Τριανταφυλλίδου λεξικὸν σημειοῖ (http://www.greek-language.gr/greekLang/ ... h.html?lq=θαμωνας&dq=).

ἀναλυτὴν ἀνέπτυσσον -- αὑτή δ’ ἐστ’ ἀπορία μεγάλη ἐμοί. οὐ μὲν σημαίνεις ἀναλύτης εἶναι λύομενός τινα, ἀλλὰ τί;


ἀναλυτὴς παρὰ τοῖς γραμματικοῖς ἄνθρωπός τις, ἀλλὰ δὴ καὶ ἐργαλεῖόν τι ἐστι, ὃς τὴν γραμματικὴν (ἦ γὰρ;) ἀναλ­ύει λέξεως ἢ φράσεως. παρὰ τὸ δὲ TLG τὸ λογισμικὸν (software) ἐστι, ὃ λέξεις παντοίας ἑλληνικῆς ἀναλ­ύει γραμματικῶς, κατὰ τήν τε πτῶσιν καὶ χρόνον καὶ πρόσωπον καὶ οὕτω καθεξῆς.

ἢ μᾶλλον, «καθ’ ἑξῆς». συναίρουσι μὲν λέξεις θαμὰ οἱ βυζαντινοὶ καὶ νεοέλληνες, ἃς δὲ οἱ ν­ῦν τὰ ἀρχαῖα ἑλληνικὰ πρεσβεύοντες χωρὶς γράφουσι. ὡς τὸ...

πρότινος -- ἄρ’ οὗτος ὅμοιος τῷ "πρῶτος";


οὐδόλως, ὦ τᾶν, ἀλλὰ «πρό τινος», τουτέστιν (τοῦτ’ ἐστιν!) «νεωστί».

Δαμοίτα -- αἴνιγμα ἐμοί.


ὁ ἐνθάδε χρήστης Damoetas.

Γεττισβοῦργον -- ἐνταῦθα;


οὑτωσί.

τὸ «Ἱστολόγιον» o­ὐκ ἐπερώτηκας. νεοελληνικὴ δὴ καὶ αὕτη ἠ λέξις, καὶ τὸ ἐπὶ τοῦ Παγκοσμίου Ἱστοῦ ἡμερολόγιον (ἢ ἐπὶ τὸ ἀρχαιώτερον, ἐφημερίδα) δηλοῖ, ὃ ἀγγλιστὶ blog καλοῦσι.
User avatar
opoudjis
Textkit Neophyte
 
Posts: 39
Joined: Tue Oct 03, 2017 2:54 am

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby ariphron » Wed Oct 04, 2017 11:30 am

Welcome to Textkit. I have a tremendous amount of respect for you and the work you've done on (and against) Quora.
ariphron
Textkit Neophyte
 
Posts: 64
Joined: Tue Jun 10, 2014 8:48 pm

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby ariphron » Wed Oct 04, 2017 2:03 pm

For those who found the OP difficult to understand, a translation is available at http://hellenisteukontos.opoudjis.net/we-dont-speak-mediaeval-round-here/
ariphron
Textkit Neophyte
 
Posts: 64
Joined: Tue Jun 10, 2014 8:48 pm

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby Markos » Wed Oct 04, 2017 9:57 pm

opoudjis wrote:Τοὺς τῆς ἑλληνικῆς γλώττης ἐνθάδε φίλους χαιρετῶ.

κἁγώ σε χαιρετίζω φίλτατε, ἐλπίζων σε πολλάκις ἡμῖν Ἑλληνιστὶ γράψειν. ἔρρωσο.

χαιρετίζω -- λέγω τὸ χαίρειν, ἀσπάζομαι, δεξιοῦμαι, κοινῶς «χαιρετέω.» (Λ.Σ.Κ.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2714
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby opoudjis » Thu Oct 05, 2017 1:47 am

Ἀρίφρονα εὐχαριστῶ. Κυόραν φυγεῖν δύναμαι οὖν, ἀλλ’ οὔποτε, δοκεῖ μοι, μὲ Κυόρα φυγεῖ! εἰπέ μοι δή, Ἄριφρον, συνδιελεγόμεθα μῶν ποτε ἐν Κυόρᾳ;

Μᾶρκε, ταὐτὸ εὔχομαι κἀγώ. καὶ εἴθ’ ἐνταῦθα, μεθ’ ὑμῶν συνδιαλεγομένου μου, βελτοιωθείη ἡ ἐμὴ ἀρχαιοελληνική, ἵνα μὴ ἀεὶ καθαρεύουσαν νεοελληνικὴν χρῶμαι, ἀρχαιοπρεπὴν δοκῶν με ἑλληνικὴν κεχρῆσθαι!
User avatar
opoudjis
Textkit Neophyte
 
Posts: 39
Joined: Tue Oct 03, 2017 2:54 am

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby mwh » Thu Oct 05, 2017 3:40 am

ὡς ἡδέως ὦ Νικόλαε ἀσπάζομαί σε, ἄλλως τε καὶ ἐλπίζων τι προκόψειν περὶ τὴν νεοελληνικὴν διὰ τοῦ ἀναγινώσκειν ἅτιν’ ἂν γράφῃς· ταύτης γὰρ ἔγωγε σὺν τοῖς πολλοῖς οἶμαι τῶν τῷ textkit χρωμένων ἐμπειρίαν ἔχω μάλ’ ἐνδεῆ, τῆς ἀρχαίας ἐμπειρότερος ὤν. καὶ ἤδη χαίρω τὰς σὰς χρήσεις ἰδών.
ἔρρωσο.

Μιχαήλ
mwh
Textkit Zealot
 
Posts: 2367
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby Amplaos » Sun Oct 08, 2017 2:16 pm

Πολὺ χαίρω δεῦρο δεχόμενος τὸν γράφοντα ἐκεῖνο τὸ ἔνδοξον ἰστολόγιον τὸ περὶ πάντων τῶν τῆς ἑλληνικῆς αἰώνων διηγούμενον! Ἐπισκεπτόμενος δὲ αὐτὸ ὁρῶ σε ἐπιμένειν γράφων μελλόντα. Δόξα θεοῖς πᾶσιν!
Ῥήθεντα ὑπὸ τοῦ μεγάλου ῥήτορος Δονάλδου Τρᾶμπ·

"Ἡμᾶς μὲν δεῖ τεῖχος οἰκοδομῆσαι, αὐτὸ δὲ ταχέως οἰκοδομηθῆναι."
"Συνίημι τοὺς λόγους. Ἔχω δὴ τοὺς ἀρίστους λόγους."
"Ὀλίγόν μοι ἐδανείσεν ὁ πατήρ, ἑκατομύριον δολάρια."
"Μοι δὲ ἀρέσκουσι οἱ μὴ ζωγρηθέντες."
Amplaos
Textkit Neophyte
 
Posts: 79
Joined: Thu Aug 13, 2015 6:42 pm
Location: Israel

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby opoudjis » Sun Oct 08, 2017 11:57 pm

ἅπασιν ὑμῖν, φιλοξενοῦσί γε με, χάριν οἶδα. χαριέντως ἔχει ὧδε.
User avatar
opoudjis
Textkit Neophyte
 
Posts: 39
Joined: Tue Oct 03, 2017 2:54 am

Re: Νικόλαος Νικολαόυ, Τεξτκὶτ θαμῶσι εὐ πράττειν

Postby Nikolaos_Magistros » Mon Oct 30, 2017 1:19 pm

Κἀγὼ καίπερ πολλῶν ἤδη ἡμερῶν παρελθουσῶν ἐξ ἧς ἦλθες, βούλομαι ἀσπάσασθαί σε, ὦ βέλτιστε συνονώματε, καὶ ἅμα τὰς δεούσας εὐχαριστίας σοι ἀποδοῦναι ὅτι σὺν τοῖς σοῖς συναδέλφοις οὕτως καλὸν ἔργον ὑμῖν εἴργασται, τὸν θησαυρὸν λέγω τὸν τῆς ἑλληνικῆς γλώττης, ὃ μέγιστον ὡς ἀληθῶς ἐστὶν ὄφελος καὶ βοήθημα πᾶσιν ἡμῖν τοῖς περὶ τοὺς ἑλληνικοὺς λόγους σπουδάζουσιν. Πολλὰ γάρ ἐστι ἃ ἄνευ τούτου τοῦ θησαυροῦ οὔτ' ἄν ποθ' ηὗρον οὔτ' ἔμαθον οὔτε διὰ γραμμάτων καὶ μελετῶν ἐγνώρισα ἄλλοις. Χαιρετῶ οὖν σε καὶ ὑποκλίνομαι, μόνον ἐπειπὼν ὅτι κἀμοὶ τῆς τῶν νῦν Ἑλλήνων φωνῆς ὡς μάλιστα μέλει, καίπερ οὐ τὸ γένος Ἕλλην ἀλλ' ἀνὴρ Σκύθης εἰμι καὶ μέτοικός τε καὶ κηδεστὴς ἐν γῇ ἑλληνικῇ, καὶ ὥσπερ καὶ ὁ φίλος Μιχαὴλ εἶπεν, οἴμαι τινὰς κἀνθάδε ὄντας οἳ ἡδέως ἂν περὶ τῆς νέας γλώττης διαλέγοιντο.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.
User avatar
Nikolaos_Magistros
Textkit Neophyte
 
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...


Return to Open Board

Who is online

Users browsing this forum: Yahoo [Bot] and 43 guests