Page 6 of 6

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Dec 22, 2017 5:51 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σξϛ', σξζ', σξη'

Ὄνος βαστάζων ἄγαλμα


Image

Ὀνηλάτης θεὶς εἴδωλον ἐπὶ ὄνῳ ἤλαυνεν αὐτὸν εἰς τὴν πόλιν. Πάντων δὲ τῶν παρόντων προσκυνούντων τῷ δαίμονι, ὁ ὄνος νομίζων αὐτὸς τιμᾶσθαι ἑστὼς ἤρξατο ὀγκᾶσθαι. Ὁ δὲ ἄνθρωπος μεμψάμενος τῷ ὄνῳ τὴν ὑπερηφανίαν ἔπαισεν αὐτόν.

Ἀνάγνωσις τοῦ σξϛ' μύθου

Ὄνος <ἐνδυσάμενος λεοντῆν> καὶ ἀλώπηξ


Image

Ὄνος τις ἐνδυσάμενος λεοντῆν ἐφόβει τὰ θηρία. Ἀλωπὴξ δέ τις, ἀκούσασα αὐτοῦ φθεγγομένου οὐκ ἐδεδοίκει ἀλλά· τὴν φύσιν σου, ἐφη, μεμαθηκυῖα θαρσῶ.

Ἀνάγνωσις τοῦ σξζ' μύθου

Ὄνος ἵππον μακαρίζων

Image

Ὄνος ἰδὼν ἵππον εὖ τρεφόμενον ἐφθόνησεν αὐτῷ. Ἐπεῖτα δέ, πολέμου γινομένου, ὁ ἱππεὺς ἤλαυνε τὸν ἵππον εἰς μάχην. Ὁ δὲ ὄνος θεασάμενος τὸν ἵππον ἀποθνῄσκοντα οὐκέτι ᾠήθη αὐτὸν εὐδαιμονεῖν.

Ἀνάγνωσις τοῦ σξη' μύθου

Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Sat Dec 30, 2017 2:21 am
by bedwere
Μῦθοι Αἰσώπειοι· σξθ', σο', σοα'

Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων

Image

Ἀλέκτωρ καὶ ὄνος ἅμα ἐνέμοντο. Λέοντος δὲ προσελθόντος, ὁ ἀλέκτωρ φωνήσας ἐφόβησεν αὐτὸν ὥστε μακρὰν φυγεῖν. Ὁ δὲ ὄνος νομίζων τὸν λέοντα δεδοικέναι αὐτὸν ἐδίωκεν. Ὁ μὲν λέων οὐκέτι ἀκούων τοῦ ἀλέκτορος, ἐπιβαλὼν τῷ ὄνῳ, ἀπέκτεινεν αὐτόν. Καὶ τοῦτο ἐπρέψεν τῷ ὄνῳ ὡς υἱῷ ἀγαθῶν γονέων οὐκ ὄντι.

Ἀνάγνωσις τοῦ σξθ' μύθου

Ὄνος καὶ ἀλώπηξ καὶ λέων

Image

Ὄνος καὶ ἀλώπηξ ἑταῖροι γενόμενοι ἅμα ἐθήρευον. Ἡ δὲ ἄλωπηξ λέοντα ἰδοῦσα προύδωκε τὸν ὄνον τῷ λέοντι ἵνα σώσαι ἑαυτήν. Καὶ τοῦτο ἤρεσε τῷ λέοντι. Ἡ οὖν ἀλώπηξ ἤγαγεν τὸν ὄνον εἰς πάγην. Ὁ δὲ λέων πρῶτον μὲν ἔφαγε τὴν ἀλώπεκα, δεύτερον δὲ τὸν ὄνον.

Ἀνάγνωσις τοῦ σο' μύθου

Ὄνος καὶ βάτραχοι

Image


Ὄνος βαστάζων ξύλα καὶ διαβαίνων λίμνην σφαλεὶς ἔπεσεν. Καὶ πολὺ ὠγκᾶτο τὴν συμφορὰν ὀδυρόμενος. Οἱ δὲ βάτραχοι ἀκούσαντες αὐτοῦ ἐθαύμασον. Οἱ γὰρ ἐν τῇ λίμνῃ οἰκοῦντες οὐ συνίεσαν διατὶ ἐκεῖνος στενάζοι.

Ἀνάγνωσις τοῦ σοα' μύθου



Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Tue Jan 02, 2018 8:20 pm
by Markos
Αἴσωπος wrote:Ὄνος ἅλας βαστάζων.

Ὄνος ἅλας ἔχων ποταμὸν διέβαινεν. Ὀλισθήσας δέ, ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἅλατος, κουφότερος ἐξανέστη. Ἡσθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται, καὶ δὴ ἑκὼν ὤλισθε. Συνέϐη δὲ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυνάμενον ἐξαναστῆναι ἐνταῦθα ἀποπνιγῆναι.

δηλοῖ ὁ μῦθος ὅτι ἀεὶ τὴν προτέρην μάχην μαχόμεθα.

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Jan 05, 2018 5:51 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σοβ', σογ', σοδ'


Ὄνος καὶ ἡμίονος ⟨ἐξ ἴσου ἐμπεφορτισμένοι⟩


Image

Ὄνος καὶ ἡμίονος ἴσα φορτία βαστάζοντε ἠλαυνέσθην διὰ τῆς ὅδου. Ὁ δὲ ὄνος ὠδύρετο ὅτι τὴν ἡμίσειαν ἢ ἡ ἡμίονος τροφὴν δέχοιτο. Τῆς δὲ ὁδοῦ χαλεπωτέρης γιγνομένης, ὁ αὐτὲ ἐλαύνων διὰ ὀλίγον πᾶν ἐπέθηκε τὸ φορτίον ἐπὶ τὴν ἡμίονον. Ἡ δὲ ἀληθῶς ἀξία οὖσα τῆς περισσοτέρας τροφῆς ἤλεγξε τὸν ὄνον.

Ἀνάγνωσις τοῦ σοβ' μύθου


Ὄνος καὶ κηπουρός

Image

Ὄνος τις δουλεύων κηπουρῷ διὰ τὸν μέγαν πόνον καὶ τὴν ὀλίγην τροφὴν προσεύξατο τῷ Διὶ ἵνα νεὸν δεσπότην ἔχοι. Κατανεύσαντος οὖν τοῦ Διός, κεραμεὺς ἐπρίατο τὸν ὄνον. Ὁ δὲ πάλιν προσευξάμενος τῷ Διὶ ὅτι ὁ δεύτερος δεσπότης κακίων τοῦ πρώτου εἴη, ὑπὸ βυρσοδέψου ἠγοράσθη. Ὁ δὲ τὰ δέρμα τῶν ζῴων ἐργαζόμενος κάκιστος δεσπότης τῷ ὄνῳ ἐγένετο. Καὶ δὶα τοῦτο ὁ ὄνος ἐστέναζεν.

Ἀνάγνωσις τοῦ σογ' μύθου

Ὄνος καὶ κόραξ καὶ λύκος

Image

Ὄνος τις ἔχων ἕλκος ἐπὶ τῷ νώτῳ ἐν νομῇ ἐτρέφετο. Κόραξ δὲ καταπτόμενος ἤρξατο παίειν τὸ τραῦμα αὐτοῦ. Ὁ μὲν οὖν ὄνος ἀλγῶν ἐφθέγγετο καὶ ἐπήδα. Ὁ δὲ δεσπότης αὐτοῦ ὁρῶν ἐγέλα. Λύκος δέ τις παρατυχὼν ἐθαύμασεν. Οἱ γὰρ ἄνθρωποι ἰδόντες ἂν λύκους διώκουσιν, ἐὰν δ' ὄνοι ἐγγίσωσιν, γελῶσιν.

Ἀνάγνωσις τοῦ σοδ' μύθου

Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Wed Jan 10, 2018 10:59 pm
by Markos
τὸν Ῥοβέρτον Μᾶρκος ἀσπάζεται.
Αἴσωπος wrote:Ὄνος ὑπηρετούμενος κηπωρῷ...

κηπουρός -- 1. ὁ φυλάττων κῆπον. 2. ὁ περιποιούμενος καὶ καλλιεργῶν κῆπον. (Λ.Σ.Κ.)
Ἰωαν. 20:15: ...ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ...

Νόννος 20:15: Μαρίη δ'ἐφθέγξατο φωνὴν
ἐλπομένη κήποιο φυτηκόμον ἄνδρα νοῆσαι·

φυτηκόμος -- ὁ καλλιεργῶν φυτὰ ἢ δένδρα. (Λ.Σ.Κ.)
bedwere wrote:...κεραμεὺς ἐπρίατο τὸν ὄνον.

κεραμεύς -- ὁ ἐργαζόμενος τὸν πηλόν. (Λ.Σ.Κ.)
Αἴσωπος wrote:βυρσοδέψῃ ἀπεμπολεῖται.

Chambry 1925, Aliter wrote:ὠνεῖται τοῦτον ὁ τὰς βύρσας ἐργάζων.

βυρσοδέψης, ου, ὁ --ὁ κατεργαζόμενος δέρματα. (Λ.Σ.Κ.)
Αἴσωπος wrote:βέλτιον ἦν...

αἱ παραφράσεις:
Chambry 1925, Aliter wrote:αἱρετώτερον ἦν...

Chambry 1925, Aliter wrote:κρεῖττον ἦν...

bedwere wrote:Ὁ δὲ τὰ δέρμα τῶν ζῴων ἐργαζόμενος κάκιστος δεσπότης τῷ ὄνῳ ἐγένετο.

πρὸς τὸν Διάβολον ὁ μῦθος εὔκαιρος. ὢν γὰρ κάκιστος δεσπότης, τοὺς ἀπίστους βλάπτει ἐν τε τούτῳ τῷ κόσμῳ καὶ μετὰ θάνατον.

κελεύω σε ἐρρῶσθαι ἐν τῷ Κυρίῳ.

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Jan 12, 2018 5:05 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σοε', σοϛ', σοζ'


Ὄνος καὶ κυνίδιον ἢ Κύων καὶ δεσπότης


Image

Ὄνος τις ὁρῶν τὸν δεσπότην ἀεὶ παίζοντα κυνιδίῳ ἐκ Μελίτης καὶ δὴ καὶ μᾶλλον τρεφόντα αὐτὸ ἢ ἑαυτόν, διὰ φθόνον μιμησάμενος αὐτὸ ἐπήδησεν ἐπὶ τὸν δεσπότην. Ὁ δὲ ὀργισθεὶς ἐκέλευσε τὸν ὄνον πληχθῆναί τε καὶ ἐν τῷ σταθμῷ δεηθῆναι.

Ἀνάγνωσις τοῦ σοε' μύθου

Ὄνος καὶ κύων συνοδοιποροῦντες


Image

Ὄνος καὶ κύων συνοδεύοντες ηὗρον ἐπιστολήν. Ὁ δὲ ὄνος ἄνοιξας αὐτὴν ἔχαιρεν ἀναγιγνώσκων. Ἦν γὰρ ἡ ἐπιστολὴ περὶ τοιούτων σίτων ὧν οἱ ὄνοι φιλοῦσιν. Ὁ οὖν κύων πρῶτον μὲν ἐπιθυμῶν τι περὶ τῆς ἑαυτοῦ τροφῆς ἀκούειν παρῄνεσε τὸν ὄνον ἐπιτελεῖν. Τέλος δὲ οὐδὲν ἄρεσκον εὑρὼν ἐκέλευσε τὴν ἐπιστολὴν ὡς ἄχρηστον βληθῆναι.

Ἀνάγνωσις τοῦ σοϛ' μύθου

Ὄνος καὶ ὀνηλάτης


Image

Ὄνος δύσκολός τις βουλόμενος αὐτὸς ἄρχειν ἤγαγε τὸν ὀνηλάτην διὰ τῆς σκολιᾶς καὶ πετρώδους ὁδοῦ. Ἔπειτα δέ, τοῦ ὄνου εἰς τὴν ἅβυσσον καταπίπτειν μέλλοντος, ὁ δεσπότης εἷλκε τὴν οὐρὰν αὐτοῦ. Τέλος δὲ ἡσσώμενος ἀφῆκεν αὐτὸν λέγων ὅτι κακὴ νίκη εἴη αὐτῷ.

Ἀνάγνωσις τοῦ σοζ' μύθου

Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Jan 19, 2018 1:55 pm
by Michael Champagne
Suntne textus harum fabularum Anglice vel Latine versi?

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Jan 19, 2018 3:48 pm
by bedwere

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Jan 19, 2018 4:58 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σοη', σοθ', σπ'

Ὄνος καὶ τέττιγες

Image

Ὄνος τις ἤρετο τοὺς τέττιγας τὶ ἐσθίοντες οὕτως ἡδὺ ᾄδοιεν. Οἱ μὲν ἀπεκρίναντο ὅτι τὸ δρόσον εἴη αὐτοῖς τροφή. Ὁ δ' ὄνος διὰ χρόνου μόνον δρόσον φαγὼν λιμῷ ἀπέθανεν.

Ἀνάγνωσις τοῦ σοη' μύθου

Ὄνος <νομιζόμενος λέων εἶναι>

Image

Ὄνος τις λεοντὴν ἐνδεδυμένος ἐφόβει ἀνθρώπους τε καὶ ζῷα. Τοῦ δὲ ἀνέμου τὴν δορὰν ἀποσπάσαντος, πάντες ἀγανακτήσαντες ἤρξαντο πλήσσειν τὸν ὄνον.

Ἀνάγνωσις τοῦ σοθ' μύθου

Ὄνος <παλιούρους ἐσθίων> καὶ ἀλώπηξ

Image

Ἀλώπηξ τις ἰδοῦσα ὄνον σκληρὸν καὶ ἀκάνθινον φυτὸν ἐσθίοντα σκώπτουσα ἤρετο ὅπως ἐκεῖνος μαλακῇ γλώσσῃ δρᾶν δύναιτο.

Ἀνάγνωσις τοῦ σπ' μύθου

Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Jan 26, 2018 5:39 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σπα', σπβ', σπγ'

Ὄνος <χωλαίνειν προσποιούμενος> καὶ λύκος


Image

Ὄνος τις ἐν νομῇ τρεφόμενος ἰδὼν λύκον προιόντα προσεποιεῖτο χωλὸς ὤν. Τῷ δὲ λύκῳ περὶ τούτου ἐρομένῳ ὁ ὄνος εἶπεν ὅτι ἄκανθα ἐν τῷ ποδὶ αὐτοῦ εἴη καὶ δέοι τὸν λύκον ἀποσπάσαι αὐτὴν πρὶν τοῦτον φαγεῖν τὸν ὄνον. Ὁ μὲν οὖν λύκος πειθεὶς ὀπίσω τοῦ ὄνου ἦλθε ζητήσων τὴν ἄκανθαν. Ὁ δ' ὄνος ἐλάκτισεν αὐτόν. Οὐ γὰρ ὁ λύκος ἰατρὸς πέφυκε ἀλλὰ μάγειρος.

Ἀνάγνωσις τοῦ σπα' μύθου

Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί

Image

Ὀρνίθων θηρευτής τις ἔθηκε τὰς ἑαυτοῦ περιστερὰς παρὰ τὰ δίκτυα. Αἱ δὲ ἄγριαι περιστεραὶ ἰδοῦσαι αὐτὰς ἀπατηθεῖσαι ἔπεσον εἰς τὴν πάγην. Τούτων δὲ μεμφομένων αὐτὰς διὰ τὴν ἀδικίαν, ἐκεῖναι εἶπον ὅτι μᾶλλον τὸν δεσπότην φοβοῖντο ἢ τὰς συγγενεῖς φιλοῖεν.

Ἀνάγνωσις τοῦ σπβ' μύθου

Ὀρνιθοθήρας καὶ κορύδαλος

Image

Ὀρνιθευτὴς ἐποίει πάγην τοῦ τοὺς ὄρνιθας λαβεῖν. Κορυδὸς δὲ ἐπιτυχὼν ἤρετο αὐτὸν τί τοῦτο τὸ πρᾶγμα εἴη. Πόλιν, ἔφη, τοῖς ὄρνισιν οἰκοδομῶ. Ὁ δὲ ὄρνις ὑπο τοῦς θηρευτοῦ πειθεὶς καὶ πεσὼν εἰς τὸ δίκτυον ἀπεκρίνατο λέγων ὀλίγους τοὺς ἐν τοιαύτῃ πόλει οἰκοῦντας ἔσεσθαι.

Ἀνάγνωσις τοῦ σπγ' μύθου

Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Feb 02, 2018 5:26 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σπδ', σπε', σπϛ'

Ὀρνιθοθήρας καὶ πελαργός

Image

Ὀρνιθευτὴς παρασκευασάμενος παγίδα τοῖς γεράνοις ἀπῆλθεν ἵνα προσδοκῴη. Καὶ ἐπανελθὼν ηὗρε πελαργὸν ἐν τῇ ἄγρᾳ. Ὁ μὲν ἱκέτευσεν ἐλευθερωθῆναι ὅτι ἐσθίων ὄφεις καὶ ἕρπετα ὀφελὴς εἴη τοῖς ἀνθρώποις. ὁ δὲ οὐκ ἐπείσθη ὅτι ἐκεῖνος μετὰ τῶν κακῶν διατρίβοι.

Ἀνάγνωσις τοῦ σπδ' μύθου

Ὀρνιθοθήρας καὶ πέρδιξ

Image

Ὀρνιθευτὴς εἶχεν ἥμερον πέρδικα ἵνα αὐτῷ χρώμενος τοὺς ἀγρίους ἐπικαλοίη. Φίλου δὲ προσελθόντος εἰς δεῖπνον, οὐ φεισάμενος τοῦ ὄρνιθος τοῦ παραιτουμένου, ἀπέκτεινεν αὐτόν. Ἀεὶ γὰρ ἔσῃ, ἔφη, μετὰ τῶν συγγενῶν σου.

Ἀνάγνωσις τοῦ σπε' μύθου

Ὄρνις καὶ χελιδών

Image

Χελιδὼν τις εἶδεν ὄρνιν πρῶτον μὲν θερμαίνουσαν ᾠὰ ὄφεων ἔπειτα δὲ βοηθοῦσαν τοῖς ὀφιδίοις πρὸς τὸ ἐξελθεῖν ἐκ τῶν ᾠῶν. Διὰ τοῦτο κατεῖπεν αὐτῆς τὴν μωρίαν. Ἀνάγκη γὰρ τοὺς ὄφεις τοτὲ κατέδεσθαι αὐτήν.

Ἀνάγνωσις τοῦ σπϛ' μύθου

Σημείωσαι· οὔπω ἔξεστι τὰς νέας ἠχωγραφὰς λαβεῖν ἐκ τοῦ ἀρχείου τοῦ διαδικτύου. Ἔγραψα δὲ πρὸς τοὺς ἐπιμελητάς.

Δίς σημείωσαι· νῦν ἔξεστι ταύτας τὰς ἠχωγραφὰς λαβεῖν.


Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Sun Feb 04, 2018 1:57 pm
by Markos
bedwere wrote:Ὄρνις καὶ χελιδών
Χελιδὼν τις εἶδεν ὄρνιν πρῶτον μὲν θερμαίνουσαν ᾠὰ ὄφεων ἔπειτα δὲ βοηθοῦσαν τοῖς ὀφιδίοις πρὸς τὸ ἐξελθεῖν ἐκ τῶν ᾠῶν. Διὰ τοῦτο κατεῖπεν αὐτῆς τὴν μωρίαν. Ἀνάγκη γὰρ τοὺς ὄφεις τοτὲ κατέδεσθαι αὐτήν.

πρὸς τὸ C.I.A. εὔκαιρος ὁ μῦθος. οὗτοι γὰρ τὸν Bin Laden ἔτρεφον ἔτι ᾠὸν ὄντα. ὕστερον δὲ δράκων ἔγενετο.
bedwere wrote:Δίς σημείωσαι· νῦν ἔξεστι ταύτας τὰς ἠχωγραφὰς λαβεῖν.

χαίρω τοῦτο μαθών.

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Feb 09, 2018 5:47 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σπξ', σπη', σπθ'

Ὄρνις χρυσοτόκος

Image

Πλεονέκτης τις εἶχεν ὄρνιν ἣ ᾠὰ χρυσῆ ἔτικτεν. Ὁ δ' ἐλπίσας πολὺν χρυσὸν ἔνδον εὑρήσεσθαι ἀπέκτεινεν αὐτήν. Εὕρεν μέντοι μόνον τὰ σπλάγχνα.

Ἀνάγνωσις τοῦ σπξ' μύθου

Οὐρὰ καὶ μέλη ὄφεως

Image

Ἡ οὐρὰ τῆς ὄφεως καίπερ τυφλὴ οὖσα ἐβούλετο ἡγεῖσθαι πᾶν τὸ σῶμα. Ἔπειτα δέ, πάντων τῶν μέλων εἰς τὴν ἄβυσσον καταπεσόντων, παρῃτήσατο τὴν κεφαλὴν σῶσαι τὸν ὄφιν.

Ἀνάγνωσις τοῦ σπη' μύθου

Ὄφις καὶ γαλῆ καὶ μύες

Image

Γαλῆς καὶ ὄφεως πρὸς ἀλλήλους μαχομένων, οἱ μῦες ἐθεῶντο. Ἐξαίφνης δὲ ἡ γαλῆ καὶ ὁ ὄφις ἰδόντες τοὺς μῦας ἐπίβαλον ἐπ' αὐτούς.

Ἀνάγνωσις τοῦ σπθ' μύθου

Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Feb 16, 2018 12:24 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σϙ', σϙα', σϙβ'

Ὄφις καὶ καρκῖνος

Image

Κοινωνία ἦν μετὰ καρκίνου καὶ ὄφεως. Ὁ μὲν ἀγαθὸς ἦν, ὁ δὲ πονηρός. Καὶ ὁ καρκῖνος ἀεὶ παρᾔνει τῷ ὄφει ὀρθωθῆναι. Ἐκεῖνος δὲ οὐκ ἤθελεν. Τέλος δέ, τοῦ ὄφεως καθεύδοντος, ὁ καρκῖνος ἐπὶ τιμωρίᾳ ἀπέκτειν αὐτόν. Ἐπειδὴ ὁ νεκρὸς τοῦ ὄφεως ὠρθωμένος ἦν, ὁ καρκῖνος εἶπεν ὅτι ἔδει τὸν ὄφιν ἐκτείνεσθαι πρὸ τοῦ ἀποθανεῖν.

Ἀνάγνωσις τοῦ σϙ' μύθου

Ὄφις πατούμενος καὶ Ζεύς

Image

Ὄφις τις ὑπὸ τῶν ἀνθρώπων πατούμενος ἱκέτευσε τὸν Δία ἵνα ὠφελοίη. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι ἔδει τὸν ὄφιν δακεῖν τὸν πρῶτον πατήσαντα τοῦ τοὺς ἄλλους διδάσκειν.

Ἀνάγνωσις τοῦ σϙα' μύθου

Παιδίον ἐσθίον σπλάγχνα

Image

Ποιμένες τινὲς αἶγα θύσαντες ἐκάλεσαν τοὺς παρόντας εἰς δεῖπνον. Καὶ μετ' ἐκείνων ἦσαν γύνη τις πενομένη καὶ τὸ παιδίον αὐτῆς. Οὕτω δὲ τὸ παιδίον κατέφαγεν ὥστε ἀλγοῦν τὴν γαστέρα ἐκβάλλειν τὸ κρέας διὰ τοῦ στόματος. Μεριμνῶντος δὲ τοῦ παίδος μὴ τὰ ἑαυτοῦ σπλάγχνα ἐμῇ, ἡ μήτηρ παρέκαλεσὲν αὐτὸν λεγοῦσα ὅτι ταῦτα εἴη τῆς αἰγός, οὐδὲ τοῦ υἱοῦ.

Ἀνάγνωσις τοῦ σϙβ' μύθου

Ἡ βίβλος

Re: Μῦθοι Αἰσώπειοι

PostPosted: Fri Feb 23, 2018 5:09 pm
by bedwere
Μῦθοι Αἰσώπειοι· σϙγ', σϙδ', σϙε'

Παῖς <ἀκρίδας θηρεύων> καὶ σκορπίος

Image

Παῖς τις ἐθήρευεν ἀκρίδας. Ἰδὼν δὲ σκορπίον, ἐπάρας τὴν χεῖρα, ἔμελλε συλλαμβάνειν αὐτόν. Ὁ δὲ σκορπίος δείξας τὸ κέντρον· ὦ οὗτος ἔφη, εἰ συνέλαβές με, ὥσπερ αἱ ἀκρίδες ἀπέθανες ἄν.

Ἀνάγνωσις τοῦ σϙγ' μύθου

Παῖς καὶ κόραξ

Image

Γύνη τις ἤκουσε ἀπο τῶν μάντεων ὅτι ὁ ἑαυτῆς υἱὸς ὑπὸ κόρακος ἀποθανεῖται. Διὸ εἰσθεῖσα τὸ τέκνον εἰς κιβωτὸν ἔτρεφετο αὐτὸ ἐκεῖ ἐγκεκλῃμένον. Τέλος δέ, τῆς μητρὸς τὸν σῖτον παρεχούσης, τὸ παιδίον ἐξετείνε τὴν κεφαλήν. Καὶ τῆς βαρείας τοῦ κιβωτοῦ λαβῆς ὑπ' αὐτὸ πεσούσης, τὸ παιδίον ἀπέκτεινεν κατὰ τὴν μοῖραν. Ὀνομάζεται γὰρ διὰ τὴν μορφὴν ἡ λαβὴ κόραξ.

Ἀνάγνωσις τοῦ σϙδ' μύθου

Παῖς καὶ λέων <γεγραμμένος>

Image

Πρέσβυς τις διὰ ὀνείρου εἶδε τὸν μονογενῆ υἱὸν ὑπὸ λέοντα ἀποθανεῖν. Μάλα οὖν φοβούμενος μὴ τοῦτο ἀληθῶς συμβῇ, τὸ ὄναρ τῷ υἱῷ ἐξηγησάμενος, ἔκλεισεν αὐτὸν ἐν καλλίστῃ οἰκίᾳ. Αὐτὴ δ' ἦν ζῴων εἰκόσι ποικίλων κεκοσμημένη. Ὁ δὲ νεανίας τὴν ἐλευθερίαν ἐπιθυμῶν, θεασάμενος λέοντα γεγραμμένον, ἔπαισε τῆ χειρὶ τὸν τοῖχον. Καὶ διὰ τοῦτο τραυματισθεὶς ἐπύρεξε. Καὶ οὐκ ἐσώθη ἀλλ' ἐτελεύτησεν κατὰ τὴν μοῖραν.

Ἀνάγνωσις τοῦ σϙε' μύθου

Ἡ βίβλος