Textkit Logo

Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun Jul 31, 2016 4:33 pm

Αἴσωπος wrote:« Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεβλέποντο, »

ὑποβλέπω -- βλέπω ὑποκάτωθεν τῶν ὀφρύων, βλέπω πρός τινα πλαγίως, μετὰ λόξου βλέμματος, βλέπω ὑπόπτως ἢ ὁργίλως...(Λ.Σ.Κ.)

http://myria.math.aegean.gr/lds/data/vo ... g_0459.pdf

νομίζω δ' ὅτι οὖτοι οἱ λόγοι σημαίνουσι τὸ «οἱ βουκόλοι καὶ οἱ ποιμένες μου κατεφρονοῦσι., »
Αἴσωπος wrote:λαβὼν στρουθίον εἰς τὴν χεῖρα...

εἰς δὲ τὴν χεῖρα ἡμᾶς λαμβάνει Θεός. στρουθίων δὲ διαφέρετε ἡμεῖς.
bedwere wrote:ἐν ταῖς χερσίν σού ἐστιν.

Αἴσωπος wrote:ἐν σοὶ γάρ ἐστι τοῦτο...

Chambry 1925, Aliter wrote:παρὰ σοὶ γὰρ κεῖται τοῦτο...

καλῶς τοῦτο λέγεται. ἀλλὰ πάντα ἐν χερσὶν Θεοῦ.

http://letsreadgreek.com/songs/hesgotth ... eworld.mp3

μόνον δὲ τοῦτο ἐν χερσὶν ἡμῶν. τὸ πιστεῦσαι ἐν Χριστῷ.


νῦν δέ περὶ τῶν λεξικῶν δεῖ λέγειν τι.
Markos wrote:οὕτως γὰρ γράφει Καρύσο.
Μ.Ε.Λ. σ. 285 wrote:νομίζω = ἡγέομαι, λογίζομαι, οἴομαι, δοκέω.

ἔχει δὲ σύγε νῦν τοῦτο τὸ λεξικόν?

bedwere wrote:Πολλὴν χάριν, ὦ βέλτιστε Μᾶρκε. Τόδε δὲ τὸ λεξικόν, εἰ μὴ ἁμαρτάνω·

http://myria.math.aegean.gr/lds/web/view.php

δύο λεξικὰ μονογλωσσὰ μάλιστα φιλῶ ἔγωγε.

1. Λ.Σ.Κ. = Liddel, Scott & ΚΩΝΣΤΑΝΤΙΝΙΔΟΥ

http://myria.math.aegean.gr/lds/web/view.php

2. Μ.Ε.Λ. = vocabolario monolingue di greco antico ὑπὸ τοῦ Emiliano Caruso

http://www.monogreek.com/monolingual.htm

τοῦτο οὖν ἐρώτημα ἐθέλησα ἐρωτᾶν σε. ἆρα ἔχεις νῦν σύγε τὸ τοῦ Καρύσο?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Jul 31, 2016 6:31 pm

Markos wrote:τοῦτο οὖν ἐρώτημα ἐθέλησα ἐρωτᾶν σε. ἆρα ἔχεις νῦν σύγε τὸ τοῦ Καρύσο?

Πάνυ γε, ὦ λῷστε Μᾶρκε. Πέρυσι γὰρ ἐπριάμην τοῦτο τὸ λεξικόν. Πάλιν δὲ πολλὴν χάριν σοι.
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Aug 06, 2016 7:13 am

Μῦθοι Αἰσώπειοι· νβ', νγ', νδ'

Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι

Image

Ἡ μὲν πρεσβυτέρα ἐρωμένη ἀποσπᾷ τὰς μελαίνας τοῦ ἀνδρὸς τρίχας, ἡ δὲ νεωτέρα τὰς λευκάς. Τοιγαροῦν ἡ τοῦ ἀνδρὸς κεφαλὴ ψιλὴ γίγνεται.

Ἀνάγνωσις τοῦ νβ' μύθου

Ἀνὴρ ναυαγός

Image

Τῆς νέως ναυαγησάσης, ἀθηναῖος πλούσιός τις μόνον τὴν Ἀθηνᾶν παρακαλῶν οὐκ ἐκολύμβα.
Ναύτης οὖν τις εἶπε δεῖν καὶ αὐτὸν, τῆς θεοῦ βοηθούσης, νεῖν.

Ἀνάγνωσις τοῦ νγ' μύθου

Ἀνὴρ πηρός

Image

Τυφλός τις τοῖν χειροῖν αἰσθάνεται τῆς τοῦ λυκιδίου φυσέως. Χρὴ γὰρ τοῦτο τὸ ζῷον ἀπὸ προβάτων πολὺ ἀπέχειν.

Ἀνάγνωσις τοῦ νδ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Aug 13, 2016 6:26 pm

Μῦθοι Αἰσώπειοι· νε', νϛ', νζ'

Ἀνὴρ φέναξ

Image

Πένης τις νοσῶν ὑπεσχετο ἑκατομβὴν τοῖς θεοῖς ἵνα σώσαιεν αὐτόν. Σωθεὶς δ' ὑπὸ τῶν θεῶν καὶ ποιησάμενος ἑκατὸν ἐκ σταιτὸς βόας ἐθύσατο. Ἔπειτα οἱ δαίμονες καθ' ὅναρ εἶπον αὐτῷ ὅτι δράχμαι χίλιαι εἴησαν ἐν αἰγιαλῷ τινι. Ὁ δὲ προσελθὼν εἰς λῃστὰς ἑάλω. Οἱ δὲ λῃσταὶ ἐπώλησαν αὐτὸν χιλίων ἀττικῶν.

Ἀνάγνωσις τοῦ νε' μύθου

Ἀνθρακεὺς καὶ γναφεύς

Image

Ὁ μὲν ἀνθρακεὺς μέλαν ἄνθρακα πωλεῖ. Ὁ δὲ γναφεὺς τὰ ἱμάτια καθαρεύει. Ἀδύνατον οὖν ἐστι αὐτοῖς συμβιοῦν.

Ἀνάγνωσις τοῦ νϛ' μύθου

Ἄνθρωποι καὶ Ζεύς

Image

Μεταξὺ τῶν ζῴων τὸ μὲν πέτεται, τὸ δὲ ἰσχύει, τὸ δὲ ταχέως τρέχει. Ὅμως δ'ὁ ἄνθρωπος τὸν λόγον ἔχων κράτιστός ἐστιν.

Ἀνάγνωσις τοῦ νζ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sat Aug 13, 2016 9:39 pm

Μᾶρκος τῷ Ῥοβέρτῳ χαίρειν πλεῖστα.

ταύτῃ τῇ ἡμέρᾳ ἐν 1963 με ἐποίησε Θεός. ταύτῃ δὲ τῇ ἡμέρᾳ ἐν 2016 δέχομαι παρά σου ἄλλους μύθους Αἰσωπείους . ὑπὲρ οὖν ταῦτα τὰ δῶρα εὐχαριστῷ σοι καὶ Θεῷ.

ἔρρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Aug 14, 2016 8:15 am

Πολλὰ ἔτη, ὦ φίλε Μᾶρκε. Ἀσπάζομαι δέ σε ἐν τοῖς Σελιανιτίκοις τῆς Ἑλλάδος ὤν.

Ἔρρωσο
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Aug 19, 2016 10:18 am

Μῦθοι Αἰσώπειοι· νη', νθ', ξ'

Ἄνθρωπος καὶ ἀλώπηξ

Image

Γεωργός τις οὕτω μισεῖ ἀλώπεκά τινα ὥστε πῦρ τῇ οὔρᾳ ἅψαι. Τὸ δὲ ζῷον τρέχον τὸν τοῦ ἀνθρώπου ἀγρὸν ἐν πυρὶ ἅπτει.

Ἀνάγνωσις τοῦ νη' μύθου

Ἄνθρωπος καὶ λέων <συνοδεύοντες>

Image

Ἀνὴρ καὶ λέων συνεπορεύοντο. Ἦν δὲ παρὰ τὴν ὅδον ἄγαλμά τι ἀνρθώπου λέοντα πνίγοντος. Ὁ οὖν μὲν ἀνὴρ τὸ γένος ἡμῶν ἐπῄνεσεν. Ὁ δὲ λέων ἀποκρινάμενος ἔφη πολλὰ ἀγάλματα λεόντων ἀνθρώπους νικώντων ὑπάρχειν ἄν, εἰ οἱ λέοντες ἔμπειροι τῆς τέχνης ἦσαν.

Ἀνάγνωσις τοῦ νθ' μύθου

Ἄνθρωπος καὶ σάτυρος

Image

Ἦσάν ποτε ἄνθρωπος καὶ σάτυρος φίλοι γενόμενοι. Ψυχροῦ δὲ τοῦ ἀέρος ὄντος, ὁ ἄνθρωπος ἔπνευσε ἐπὶ τὰς χεῖρας ἵνα θερμῆναι αὐτάς. Ἔπειτα δὲ ὁ αὐτὸς ἔπνευσε ἐπὶ θερμὸν ἔδεσμα ἵνα καταψύξαι. Ὁ οὖν σάτυρος διὰ τὴν ἀντιλογίαν ἀπορῶν κατέλιπεν ἀυτόν.

Ἀνάγνωσις τοῦ ξ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Aug 26, 2016 9:15 am

Μῦθοι Αἰσώπειοι· ξα', ξβ', ξγ'

Ἄνθρωπος καταθραύσας ἄγαλμα

Image

Πένης τις ἄγαλμα δαίμονος ἔχων οὐδὲν ἐλάμβανε ὑπὲρ τῆς τιμῆς. Διὰ τοῦτο τὸ εἴδωλον κλάσας εὗρε χρυσὸν ἐν τῇ κεφαλῇ. Ἆρα οὐ θαυμαστόν;

Ἀνάγνωσις τοῦ ξα' μύθου

Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών

Image

Ἄνθρωπός τις εὑρὼν χρυσοῦν λέοντα ἐπεθύμει μὲν αὐτὸν ἐχειν διὰ τὴν πλεονεξίαν. Διὰ δὲ τὴν δειλίαν πολὺ ἐφοβεῖτο. Τέλος δὲ ἐκέλευσε τοὺς δούλους λαβεῖν τὸν λέοντα.

Ἀνάγνωσις τοῦ ξβ' μύθου

Ἄρκτος καὶ ἀλώπηξ

Image

Ὁ μὲν ἄρκος ἑαυτὸν δοξάζει ἐπὶ τὸ μὴ νεκροὺς ἀνθρώπους ἐσθίειν. Ἡ δὲ ἄλώπηξ ἀποκρινομένη λέγει ὅτι ἄμεινον ἦν μηδὲ τοὺς ζῶντας ἐσθίειν.

Ἀνάγνωσις τοῦ ξγ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Tue Aug 30, 2016 2:51 pm

ὦ χαῖρε, φίλε Ῥοβέρτο. ἥδεως δὲ δέχομαι τοὺς καινοὺς παρά σου μύθους.
Αἴσωπος wrote:« Στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων·»

τὰς παραφράσεις νῦν δίδωμι...
Chambry 1925, Aliter wrote:« Στρεβλὸς τυγχάνεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων·»

Chambry 1925, Aliter wrote:«Στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ κακογνώμων·»

Chambry 1925, Aliter wrote:«Στρεβλός τις εἶ καὶ κακογνώμων·»

καὶ τὰ συνώνυμα:

στρεβλός -- φαῦλος, διεστραμμένος, πανοῦργος... (Varino)
bedwere wrote:Πένης τις ἄγαλμα δαίμονος ἔχων οὐδὲν ἐλάμβανε ὑπὲρ τῆς τιμῆς. Διὰ τοῦτο τὸ εἴδωλον κλάσας εὗρε χρυσὸν ἐν τῇ κεφαλῇ. Ἆρα οὐ θαυμαστόν;

θαυμαστόν δή. ὁ δὲ μῦθος δηλοῖ ὄτι δεῖ ἡμᾶς, κλάσαντας πάντας ψευδεῖς θεούς, εὑρίσκειν τὸν τοῦ Ἰησοῦ χρυσόν.

ἐν Χριστῷ πολλὰ ἴθι χαίρων!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Tue Aug 30, 2016 5:34 pm

Εὖγε, ὦ Μᾶρκε. Καὶ γὰρ καὶ σὺ χρυσὸν ἐν τοῖς τοῦ Αἰσώπου μύθοις ἀεὶ εὑρίσκεις.
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Sep 04, 2016 7:10 pm

Μῦθοι Αἰσώπειοι· ξδ',ξε', ξϛ'

Ἀρότης καὶ λύκος

Image

Ἀπελθόντος τοῦ ἀρότου, λύκος τις πρὸς τὸ ἀρατρον ἥκων καὶ ταῖς ζεύγλαις κατειλημμένος, εἷλκε τὸ ἄρατρον. Ὁ δ' ἀρότης ἐπιστραφεὶς ὦ οὗτος, ἔφη, εἴθε ἀληθῶς τὴν φύσιν ἤλλαττεν.

Ἀνάγνωσις τοῦ ξδ' μύθου

Ἀστρολόγος

Image

Ἀστρολόγος τις τῆς νυκτὸς τὸν οὐρανὸν βλέπων κατἐπεσε εἰς φρέαρ. Ἄνθρωπος δέ τις ἐκεῖ παρὼν κατεγέλασε τὸν τὰ μὲν τῶν ἀστέρων σκοποῦντα τὰ δὲ τῆς γῆς μὴ δυνάμενον ὁρᾶν.

Ἀνάγνωσις τοῦ ξε' μύθου

Βάτραχοι <αἰτοῦντες βασιλέα>

Image

Οἱ βάτραχοι ᾔτησαν βασιλὲα παρὰ τοῦ Διός. Ὁ μὲν θέλων ἐκείνους ὑπὸ πρᾴου βασιλέως ἄρχεσθαι ἔδωκεν αὐτοῖς ξύλον. Οἱ δὲ καταφρονήσαντες τὸ ξύλον παρεκάλεσαν τὸν Δία ἰσχυρὸν βασιλέα δοῦναι αὐτοῖς. Ὁ οὖν ὀργισθεὶς ὕδρον ἔπεμψε πρὸς αὐτοὺς ἵνα καθεσθίοιεν πάντας.

Ἀνάγνωσις τοῦ ξϛ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Sep 09, 2016 4:51 pm

Μῦθοι Αἰσώπειοι· ξζ', ξη', ξθ'

Βάτραχοι <γείτονες>

Image

Βάτραχός τις ἐν λίμνῃ οἰκῶν παρεκάλεσεν ἕτερον βάτραχον ἐκ τῆς ὁδοῦ μετοικῆσαι ὅτι ἀσφαλεστέρα ἡ λίμνη. Ὁ δὲ οὐ θέλων ὑπὸ ἁμάξης ἀπέθανεν.

Ἀνάγνωσις τοῦ ξζ' μύθου

Βάτραχοι <ἐν λίμνῃ>

Image

Ὁ μὲν ἕτερος βάτραχος ἕτοιμος ἦν καταβῆναι εἰς τὸ φρέαρ. Ὁ δ' ἕτερος ἀποκρινάμενος πῶς ἀναβησόμεθα, ἔφη, ἐὰν τὸ ὕδωρ ἀπέλθῃ;

Ἀνάγνωσις τοῦ ξη' μύθου

Βάτραχος <ἰατρὸς> καὶ ἀλώπηξ

Image

Βάτραχός τις ἠπάτων τὰ ζῷα λέγων ἰατρὸς εἶναι. Ἡ δ' ἀλώπηξ εἶπε οὖτον ψευδῆ εἶναι ὅτι χωλὸς ὢν οὐ θεραπεύοι ἑαυτόν.

Ἀνάγνωσις τοῦ ξθ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun Sep 11, 2016 4:25 pm

Μᾶρκος τῷ Βεδωερε χαίρειν πλεῖστα.
bedwere wrote:Ἀστρολόγος τις τῆς νυκτὸς τὸν οὐρανὸν βλέπων κατἐπεσε εἰς φρέαρ.

τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ᾿ τοῦ Διαβόλου, ὃς τὰ τοῦ οὐρανοῦ ζητῶν, εἰς φρέαρ ἐβλήθη.
Ἀποκ. 20:3α: καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον...

βλέπωμεν οὖν μόνον εἰς τὸν Ἰησοῦν, ἵνα μὴ εἰς τὴν ἄβυσσον πέσωμεν καὶ ἡμεῖς.
Αἴσωπος wrote:...ξύλον εἰς τὴν λίμνην καθῆκε.

Chambry 1925, Aliter wrote:...ξύλον μέσον τῆς λίμνης ἔπηξε.

bedwere wrote:...ἔδωκεν αὐτοῖς ξύλον.

πάνυ γε. ἡμῖν γὰρ ξύλον δέδωκε Θεός. λέγω τὸν σταυρόν. λέγω δὲ τὸν Χριστόν. ἡμῶν γὰρ ὁ βασιλεὺς οὗτός ἐστι.
bedwere wrote:Οἱ δὲ καταφρονήσαντες τὸ ξύλον παρεκάλεσαν τὸν Δία ἰσχυρὸν βασιλέα δοῦναι αὐτοῖς. Ὁ οὖν ὀργισθεὶς ὕδρον ἔπεμψε πρὸς αὐτοὺς ἵνα καθεσθίοιεν πάντας.

καλῶς ταῦτα λέγεις σύγε. ἐὰν δ' ἡμεῖς καταφρονήσωμεν Ἰησοῦ τοῦ βασιλέως ἡμῶν, τὸν Διάβολον ἀφήσει Θεὸς τούτου τοῦ κόσμου ἄρχειν.

ἔρρωσο, φίλε Ῥοβέρτε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Mon Sep 12, 2016 1:16 am

Ναί, ὦ φίλτατε. Κατὰ γὰρ τὸν ἅγιον Ἰουστίνον (ογ') ἐγράφη·

Εἴπατε τοῖς ἔθνεσιν· Ὁ κύριος ἐβασίλευσεν ἀπὸ τοῦ ξύλου

Χάριν δ' ἀποδίδωμί σοι.
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Sep 16, 2016 6:09 pm

Μῦθοι Αἰσώπειοι· ο', οα', οβ'

Βόες καὶ ἄξων

Image

Ὁ μὲν τῆς ἁμάξης ἄξων οὐδὲν ποιῶν πολὺ κλάιε. Οἱ δὲ βόες σιγῶντες κάμνουσιν. Τὸ δὲ αὐτὸ ἐν τοῖς ἀνθρώποις.

Ἀνάγνωσις τοῦ ο' μύθου

Βόες <τρεῖς> καὶ λέων

Image

Οὐκ ἐδύνατο ὁ λέων τρεῖς βόας συνηγμένους φαγεῖν. Ὁ οὖν ἀπατήσας ἕνα ἀναχωρεῖν, ἀπέκτεινεν αὐτὸν. Καὶ τὸ αὐτὸ ἐποίησε τοῖς ἄλλοις βουσίν.

Ἀνάγνωσις τοῦ οα' μύθου

Βοηλάτης καὶ Ἡρακλῆς

Image

Βοηλάτης τις, τῆς ἁμάξης μὴ κινούσης, προσηύχετο τὸν Ἡρακλέα ἵνα βοηθοίη. Ὁ δὲ Ἡρακλῆς, ὦ οὗτος, ἔφη, πρῶτον κάμνων βοήθησον σαυτόν.

Ἀνάγνωσις τοῦ οβ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Sep 23, 2016 5:56 pm

Μῦθοι Αἰσώπειοι· ογ', οδ', οε'

Βορέας καὶ Ἥλιος

Image

Ὁ μὲν Βορέας βίᾳ πειραζόμενος ὁδοιποροῦντά τινα τὸ ἱμάτιον ἀποδύσαι οὐκ οἷος τ' ἦν.
Ὁ δ' Ἥλιος τῷ φλογὶ ἐδύνατο.

Ἀνάγνωσις τοῦ ογ' μύθου

Βουκόλος καὶ λέων

Image

Βουκόλος τις μόσχον ἀπολέσας ὑπέσχετο θύσειν τῷ Διὶ ἔριφον ὅταν τὸν κλέπτην εὕρῃ. Ἑορακὼς δὲ λέοντα κατεσθίοντα τὸν μόσχον, ὑπέσχετο ταῦρον ἵνα τὸν λέοντα ἐκφύγοι.

Ἀνάγνωσις τοῦ οδ' μύθου

Βωταλὶς καὶ νυκτερίς

Image

Ἄνρθωπός τις καταλαβὼν ἀηδόνα, τοῦτο γὰρ τὸ Βροταλὶς σημαίνει, ἡμέρας ᾄδουσαν ἐδεδήκει αὐτὴν θυρίδι. Ἡ δὲ μόνον νυκτὸς ᾖδεν. Ἀλλ' ὦ αὕτη, ἔφη ἡ νυκτερίς, ἔδει σε τοῦτο ποιεῖν πρὶν ἢ τὸν ἄνθροπον καταλαβεῖν σε.

Ἀνάγνωσις τοῦ οε' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Sep 30, 2016 8:44 pm

Μῦθοι Αἰσώπειοι· οϛ', οζ', οη'

Γαλῆ καὶ Ἀφροδίτη

Image

Γαλῆ τις ἠράσθη νεανίου. Διὰ τοῦτο προσευξαμένη τῇ Ἀφροδίτῃ εἰς καλὴν γυναῖκα ὑπὸ τῆς θεοῦ ἠλλάχθη. Ἔπειτα δὲ ἐν τῷ θαλάμῳ μετὰ τοῦ ἀνδρὸς οὖσα, μῦν ἰδοῦσα, ἐδίωκε αὐτόν. Ἡ οὖν Ἀφροδίτη ὀργισθεῖσα πάλιν εἰς γαλῆν μετεμόρφωσεν αὐτήν.

Ἀνάγνωσις τοῦ οϛ' μύθου

Γαλῆ καὶ ῥίνη

Image


Αὑτὴ ἡ μωρὰ γαλῆ ἀπώλεσε τὴν γλῶσσαν διὰ τὸ ῥίνην λείχειν.

Ἀνάγνωσις τοῦ οζ' μύθου

Γέρων καὶ θάνατος

Image

Γέρων τις φορτίον φέρων καὶ κεκοπιακὼς παρεκάλεσε τὸν θάνατον. Τῷ δὲ θανάτῷ ἐληλυθότι καὶ ἐρωτῶντι τί θέλεις, ὁ ἀνὴρ ἔφη· ἐπᾶρον τὸ φορτίον.

Ἀνάγνωσις τοῦ οη' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Tue Oct 04, 2016 6:28 pm

bedwere wrote:Βόες <τρεῖς> καὶ λέων

Image

Οὐκ ἐδύνατο ὁ λέων τρεῖς βόας συνηγμένους φαγεῖν.

ὁ μῦθος δηλοῖ ὅτι ὁ Διάβολος οὐδέποτε δυνήσεται τὸν Θεὸν νικᾶν. λέων γὰρ ὁ Πονηρός.
Πετ Α. 5:8: ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ·

ὁ δὲ Θεὸς ἀμνός.
Ἰωαν 1:29β: Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.

ὁ δὲ Πάτηρ καὶ Ἰησοῦς καὶ τὸ Ἅγιος Πνεῦμα οὐδέποτε χωρίς εἰσιν. μάτην οὖν ὠρύεται ὁ Σατᾶν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Tue Oct 04, 2016 11:03 pm

Χάριν σοι, ὦ Μᾶρκε. Καλὸς γὰρ ὁ λόγος σου. Ἐνταῦθα δὲ οὐ μόνον γράφεις ναὶ ναί, οὒ οὔ. :wink:
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Oct 07, 2016 3:28 pm

Μῦθοι Αἰσώπειοι· οθ', π', πα'

Γεωργὸς καὶ ἀετός

Image

Ὁ γεοργὸς αἐτόν τινα καταλαβὼν ἔλυσεν αὐτόν. Ἔπειτα ὁ αἐτὸς τὸν γεοργὸν ἐν κινδύνῳ καθεύδοντα βλέψας, τὸν τοῦ γεοργοῦ πέτασον ἥρπασεν. Ἐγείρας οὖν τὸν ἄνθρωπον, ἔσωσεν αὐτόν. Ἀλλ' ὁ Αἴσωπος εἶπε φακιόλιον, οὐ πέτασον. Ἐγὼ δ' οὐχ εὕρηκα ἐπιτηδείαν εἰκόνα.

Ἀνάγνωσις τοῦ οθ' μύθου'

Γεωργὸς καὶ κύνες

Image

Χειμῶνος ὄντος, ὁ γεωργὸς μὴ εὑρίσκων τροφὴν τὰ οἰκεῖα ζῷα ἔσφαζε. Οἱ οὖν κύνες αὐτοῦ ἤρξαντο μεριμνᾶν μὴ ὁ χειμὼν πλείονα χρόνον διαμένῃ.

Ἀνάγνωσις τοῦ π' μύθου

Γεωργὸς καὶ ὄφις <τὸν παῖδα αὐτοῦ ἀποκτείνας>

Image

Ὄφις τις δακὼν ἀπέκτεινε τὸν τοῦ γεωργοῦ υἱόν. Ὁ μὲν τὴν πέλεκυν λαβὼν ἐπειράσατο τὸν ὄφιν τύψαι. Διαμαρτὼν δὲ καὶ τὴν ἐγγὺς τοῦ ὄφεως πέτραν διακόψας, φοβούμενος ἐβούλετο φίλον τοῦ ὄφεως γένεσθαι. Ἀλλὰ τοῦτο ἀδύνατόν ἐστι.

Ἀνάγνωσις τοῦ πα' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Oct 14, 2016 4:09 pm

Μῦθοι Αἰσώπειοι· πβ', πγ', πδ'

Γεωργὸς καὶ ὄφις <ὑπὸ κρύους πεπηγώς>

Image


Γεωργός τις εὗρεν ὄφιν διὰ τὸ ψύχρος πεπηγμένον. Ὁ μὲν γεωργὸς λαβὼν καὶ θερμήνας ἔσωσε αὐτόν. Ὁ δὲ ὄφις πονηρὸς τὴν φύσιν ὢν δακὼν ἀπέκτεινε τὸν γεωργόν.

Ἀνάγνωσις τοῦ πβ' μύθου


Γεωργὸς καὶ παῖδες αὐτοῦ

Image

Οὗτος ὁ γεωργὸς ἀποθνῄσκων παρεκάλεσε τοὺς παῖδας σκάπτειν τὸν ἀμπελῶνα ἵνα θησαυρόν τι εὕροιεν. Κατὰ γὰρ τὸν γεωργὸν αὐτὴ ἡ γεωργία ἦν ἀληθὴς πλοῦτος. Οἱ δὲ παῖδες ἐν τῷ ἀμπελῶνι πονήσαντες συνῆκαν ὅτι πολὺν καρπὸν φέροι.

Ἀνάγνωσις τοῦ πγ' μύθου

Γεωργὸς καὶ τύχη

Image

Γεωργός τις ἔσκαπτε τὸν ἀγρόν. Εὑρὼν μὲν χρυσὸν χάριν ἐδίδου τῇ Γῇ ἥνεκα τοῦ δώρου. Ἡ δὲ Τύχη ἐμέμφθη αὐτὸν ὅτι αὐτὴ παρέσχε τὸ θησαυρόν, οὐδὲ ἡ Γῆ.

Ἀνάγνωσις τοῦ πδ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sat Oct 15, 2016 9:20 pm

χαίροις, φίλτατε.
bedwere wrote:Γεωργός τις ἔσκωπτε τὸν ἀγρόν. Εὑρὼν μὲν χρυσὸν χάριν ἐδίδου τῇ Γῇ ἥνεκα τοῦ δώρου. Ἡ δὲ Τύχη ἐμέμφθη αὐτὸν ὅτι αὐτὴ παρέσχε τὸ θησαυρόν, οὐδὲ ἡ Γῆ.

ἡ δὲ Γῆ οὐκ ἔδωκε τὸν χρυσὸν, οὐδε ἡ Τύχη, ἀλλὰ Θεὸς μόνος.
Αἴσωπος wrote:Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

καλῶς εἶπε οὗτος. πάντων δ' ὁ εὐεργέτης ἡμῶν Θεός ἐστι. τοῦτο γὰρ γέγραπται.
Ἰακ 1:17α: πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων...

τῷ οὖν Θεῷ δεῖ πάσας χάριτας ἀπονέμειν.
bedwere wrote:Γεωργός τις ἔσκωπτε τὸν ἀγρόν.

σκάπτω -- ὀρύσσω, τὴν γῆν ἐργάζομαι.
σκώπτω -- γελωτοποιῶ, ποῖω σε γελᾶν.

ἐρρῶσαι δὲ λίαν σε βούλομαι ἔγωγε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Oct 16, 2016 7:26 pm

Χάριν ἔχω σοι, ἐν ὁδῷ ὤν. Τὸ δὲ λογιστήριόν μου οὐκέτι ἐργάζεται. :( Ἔρρωσο
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Oct 21, 2016 5:38 pm

Μῦθοι Αἰσώπειοι· πε', πϛ', πζ'

Γεωργὸς καὶ φυτόν

Image

Δένδρον τι πολλοὺς μὲν τέττιγάς τε καὶ στρουθοὺς ἐπὶ τοῖς κλάδοις εῖχεν, οὐδένα δὲ καρπόν. Διὸ ὁ μὲν αὐτουργὸς ἔκοπτε τὸ δένδρον, οἱ δ' ἐνταῦθα οἰκοῦντες ἐδέοντο αὐτοῦ φείσασθαι. Εὑρὼν δὲ σμῆνος μελισσῶν ὁ ἀνὴρ ἐπαύσατο κόπτειν ὡς φιλῶν τὸ μέλι.

Ἀνάγνωσις τοῦ πε' μύθου

Γεωργοῦ παῖδες <στασιάζοντες>

Image

Ἀεὶ ἦν στάσις μεταξὺ τῶν τοῦ γεωργοῦ υἱῶν. Ὁ οὖν πατὴρ παράδειγμα ἐδῶκε αὐτοῖς ὅτι δεῖ φιλίαν τε καὶ ἔνωσιν εἰς ἀλλήλους εἶναι. Οὐ μὲν γὰρ ἔξεστι κατακλάσαι πολλὰς ῥαβδοὺς ἠθροισμένας. Ῥαδίως δὲ κατὰ μίαν κατακλᾶται.

Ἀνάγνωσις τοῦ πϛ' μύθου

Γραῦς καὶ ἰατρός

Image

Γραῦς τις ἔδωκεν ἂν τὸν μισθὸν τῷ ἰατρῷ, εἰ οὗτος ἔσωσε τὰ ὄμματα αὐτῆς. Ἡ δὲ σεσῳσμένη μηδὲ θέλουσα ἀποδοῦναι τὰ χρήματα, ἔμπροσθεν τῶν κριτῶν οὐ γὰρ βλέπω, ἔφη, τὰ σκεύη μου. Ὁ γὰρ ἰατρὸς κλέπτης ἦν,

Ἀνάγνωσις τοῦ πζ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Tue Oct 25, 2016 10:51 pm

ἀσπάσομαί σε, φίλε Ῥοβέρτῳ, ἐγὼ Μᾶρκος, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ. χάριν δέ σοι οἶδα ὑπὲρ τῶν τῆς ἀναγνώσεως βοηθειῶν.
bedwere wrote:Οὐ μὲν γὰρ ἔξεστι κατακλάσαι πολλὰς ῥαβδοὺς ἠθροισμένας. Ῥαδίως δὲ κατὰ μίαν κατακλᾶται.

καλῶς ἐρρέθη τοῦτο. γέγραπται δὲ τοῦτο:
Εκκλη. 4:12: καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται.

ὁ δὲ λόγος δηλοῖ ἀνίκητός ἐστιν ἡ ἁγία Τριάς.
bedwere wrote:Image

τί δὲ βλέπομεν ἐν τῇ σου εἰκόνι? τὸν φάκελον βλέπομεν.

φάκελος -- φορτίον ξύλων. (Favorino Varino)

https://ia601206.us.archive.org/35/item ... 812%29.pdf

ὁ φάκελος σημαίνει πολλὰ ξύλα, τούτ ἐστι ξύλων δέσμη. Ῥωμαιιστὶ δὲ τὸ φάκελος λέγεται τὸ fascis. ἐκ τούτου τὸ Φασισμός. τὸν δὲ Φασισμὸν οὐ φιλῶ, ἀλλὰ τὴν Δημοκρατίαν.
Αἴσωπος wrote:Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ’ ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος.

ὁ λόγος δηλοῖ ὅτι ὁ ἀληθὴς ἰατρὸς Ἰησοῦς ἐστιν καὶ μόνος κλεπτής ἐστιν ὁ Διάβολος.

πορεύου πολλὰ χαίρων, φίλτατε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Wed Oct 26, 2016 12:32 am

Χαῖρε, ὦ βέλτιστε Μᾶρκε. Τὰ δὲ ὑπομνήματά σου ἀεὶ βελτίω γίγνεται. Χάριν οὖν δίδωμί σοι ἐπὶ τῷ πινακιδίῳ γράφων. Εὐψύχει.
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Oct 28, 2016 9:39 pm

Μῦθοι Αἰσώπειοι· πη', πθ', ϙ'

Γυνὴ καὶ ἀνὴρ <μέθυσος>

Image

Ἀνήρ τις πολλάκις ἐμεθύσκετο. Ἡ οὖν γυνὴ αὐτοῦ, θέλουσα διορθῶσαι αὐτόν, βαστάσασα τὸν διὰ τὸν οἶνον καθεύδοντα ἄνδρα, παρὰ τοῖς τάφοις κατέλιπεν αὐτόν. Ἐπεῖτα δὲ ἡ μὲν γύνη ἐπανελθοῦσα, κομίζω, ἔφη, τὴν τῶν νεκρῶν σῖτον. Ὁ δὲ ἀποκρινάμενος εἶπεν ὅτι αἱροῦμαι πιεῖν ἢ φαγεῖν. Ὦ, τῆς ταλαιπώρου γυναικός.

Ἀνάγνωσις τοῦ πη' μύθου

Γυνὴ καὶ θεράπαιναι

Image

Ὑπηρέτιδές τινες τὸν ἀλέκτορα μισοῦσαι ὅτι ἐδεῖν αὐτὰς τῆς ἀλεκτοροφωνίας ἐγερθῆναι, ἀπέκτειναν αὐτόν. Οὐκοῦν ἡ δέσποινα ἤρξατο καὶ πρότερον ἐπικαλεῖν αὐτάς.

Ἀνάγνωσις τοῦ πθ' μύθου


Γυνὴ καὶ ὄρνις

Image

Ὄρνις ἦν χήρᾳ τινὶ ἅπαξ τῆς ἡμέρας ἓν ᾦον τίκτουσα. Ἡ μὲν γύνη τὴν τῆς ὄρνιθος τροφὴν ηὔξησεν ἵνα πλεῖονα ᾦα διὰ τῆς ἡμέρας τίκτοι. Ἡ δὲ ὄρνις λιπαρὰ γενομένη οὐδὲ ἓν ᾦον καθ' ἡμέραν ἔτικτεν.

Ἀνάγνωσις τοῦ ϙ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Nov 04, 2016 3:30 pm

Μῦθοι Αἰσώπειοι· ϙα', ϙβ', ϙγ'

Γυνὴ μάγος

Image

Γυνή τις διὰ τῆς μαγικῆς τέχνης τὸν μισθὸν ἐλάμβανεν. Εἰς δὲ τὸ δικαστήριον κληθεῖσα καὶ καταγνωσθεῖσα καινότητος περὶ τὰ τῶν θεῶν, κατεδικάσθη ἐπὶ θανάτῳ. Βλέψας δέ τις πρὸς αὐτήν, ὦ αὕτη, ἔφη, οὐκέτι ὠφελεῖ σοι ἡ τέχνη σου;

Ἀνάγνωσις τοῦ ϙα' μύθου

Δάμαλις καὶ βοῦς

Image

Πρῶτον μὲν ἡ δάμαλις ἀργὸς οὖσα καταφρονεῖ τοῦ βοὸς ἐν τῷ ἀγρῷ πονοῦντος. Ἔπειτα δέ, τῆς ἑορτῆς ἀρξαμένης καὶ τῆς δαμάλεως μελλούσης θύεσθαι, ὁ βοῦς καταγελᾷ αὐτῆς.

Ἀνάγνωσις τοῦ ϙβ' μύθου


Δειλὸς κυνηγὸς καὶ δρυτόμος

Image

θηρευτής τις δειλὸς ὢν καὶ ἴχνη λεόντος ἑπόμενος ἔρετο δρυτόμον εἰ ἴδοι αὐτά. Ὁ δὲ ἀποκρινάμενος εἶπε δείξειν οὐ μόνον τὰ ἴχνη ἀλλὰ καὶ τὸν λεόντα. Ὁ δὲ θηρατὴς φοβηθείς· τὰ μὲν ἴχνη, ἔφη, ζητῶ, τὸν δὲ αὐτὰ ποιήσαντα οὔ.

Ἀνάγνωσις τοῦ ϙγ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Nov 11, 2016 5:32 pm

Μῦθοι Αἰσώπειοι· ϙδ', ϙε', ϙϛ'

Δέλφαξ καὶ πρόβατα

Image

Ὗς τις ὐπὸ τοῦ ποιμένος ἀρθεὶς πολὺ ἔκραζεν. Ὁ δέ, τῶν προβάτων τὴν αἰτίαν ἐρομένων, ἀποκρινάμενος, ὁ ἄνθρωπος, ἔφη, λαμβάνει τὸ μὲν γάλα ἢ τὸ ἔριον ἀπὸ τῶν προβάτων , τὸ δὲ κρέας ἀπὸ τῶν ὑῶν.

Ἀνάγνωσις τοῦ ϙδ' μύθου

Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός

Image

Πολεμὸς ἦν μετὰ τῶν φαλλαινῶν καὶ τῶν δελφίνων. Κωβιὸς μέν τις, μικρὸς ἰχθὺς ὤν, ἤθελε τὰς σπονδὰς ποιεῖσθαι. Οἱ δὲ μεγάλοι ἰχθῦς κατεφρόνησαν αὐτοῦ.

Ἀνάγνωσις τοῦ ϙε' μύθου

Δημάδης ὁ ῥήτωρ

Image

Δημάδης ὁ ἀθηναῖος οὐχ οἷος τ' ἦν τοὺς πολίτας ἐπὶ τὰ πολιτικὰ ἐπιστρέφειν. Διὰ τοῦτο ἔλεγεν μῦθον περὶ χελιδόνα καὶ ἔγχελυν καὶ Δημήτρα θελούσας ποταμὸν διαβῆναι. Ἡ μὲν χελιδὼν πέτεται, ἡ δὲ ἔγχυλυς νεῖ. Οἱ οὖν πολῖται ἤροντο τὸν ῥήτορα ὅτι ἡ Δημήτηρ πράττοι. Μέμφεται, ἔφη ὁ Δημάδης, ὑμᾶς τὰ δημόσια ἀμελούντας.

Ἀνάγνωσις τοῦ ϙϛ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Nov 18, 2016 6:02 pm

Μῦθοι Αἰσώπειοι· ϙζ', ϙη', ϙθ'

Διογένης καὶ φαλακρός

Image

Ἄνθρωπός τις ψιλὸς τὴν κεφαλὴν ὢν ἐλοιδόρει τὸν Διογήνην. Ὁ δὲ ἐπήνασε τὰς τρίχας αὐτοῦ τὰς καταλελοιπυίας τὸ τοῦ πονηροῦ κρανίον.

Ἀνάγνωσις τοῦ ϙζ' μύθου

Διογένης ὁδοιπορῶν

Image

Ὁ Διογήνης διαβὰς μὲν διὰ τοῦ πορθμέως τὸν ποταμὸν ἰδὼν δὲ καὶ ἄλλον ἄνθρωπον ὑπ' αὐτοῦ διενεχθέντα οὐκ ἔδωκε χάριν αὐτῷ ὅτι οὐκ ἐκ φιλανθρωπίας ἀλλ' ἐκ κενοδοξίας τοῦτο ποιοίη.

Ἀνάγνωσις τοῦ ϙη' μύθου

Δρύες καὶ Ζεύς

Image

Αἱ μὲν δρύες χαλεπῶς ἔφερον ὅτι οἱ ἄνθρωποι ταῖς πέλυξιν κατατέμνουσιν αὐτάς. Ὁ δὲ Ζεύς· ἔνοχοί ἐστε, ἐφή, αὐταί, αἱ χρησιμώταται οὖσαι πρὸς τὸ τὰς πέλυκας ποιεῖν.

Ἀνάγνωσις τοῦ ϙθ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Nov 25, 2016 6:19 pm

Μῦθοι Αἰσώπειοι· ρ', ρα', ρβ'

Δρυτόμοι καὶ πεύκη

Image

Λυπεῖται ἡ πεύκη ὅτι οἱ ἐργᾶται ἐκ τοῦ ξύλου αὐτῆς σφῆνας ἐποίησαν τοῦ εὐκόπως αὐτὴν κόπτεσθαι.

Ἀνάγνωσις τοῦ ρ' μύθου

Ἐλάτη καὶ βάτος


Image

Ἡ μὲν ἐλάτη καλὸν δένδρον οὖσα ἐπῄνει ἑαυτήν. Ἡ δὲ βάτος ἀποκρινομένη εἶπεν αὐτὴν μᾶλλον βάτον εἶναι βούλεσθαι ἄν, ὅτε ὁ δρυτόμος ἔλθοι.

Ἀνάγνωσις τοῦ ρα' μύθου

Ἔλαφος <ἐπὶ νάματος> καὶ λέων

Image

Ἔλαφός τις κατανοῶν ἑαυτὸν ἐν τῷ ὕδατι τὰ μὲν κέρατα ἐπῄνει τὰ δὲ σκέλη οὔ. Λεόντος δὲ τυχόντος καὶ διώκοντος αὐτόν, τὰ σκέλη εἰς σωτηρίαν ἤνεγκεν ἂν τὸν ἔλαφον, εἰ μὴ τὰ κέρατα ἐνεπλάκη τοῖς ἐν τῇ ὕλῃ κλάδοις.

Ἀνάγνωσις τοῦ ρβ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Dec 02, 2016 5:01 pm

Μῦθοι Αἰσώπειοι· ργ', ρδ', ρε'

Ἔλαφος καὶ ἄμπελος

Image

Ἔλαφός τις τοὺς θηρευτῶν κύνας φυγοῦσα ἐν ἀμπελῶνι ἐκρύφθη. Τὰ δὲ φύλλα καταφαγοῦσα ἐφάνη τοῖς κυσίν. Οἱ οὖν κυνηγέται ἀπέκτειναν αὐτὴν πολὺ λυπουμένην διὰ τὴν ἄνοιαν αὐτῆς.

Ἀνάγνωσις τοῦ ργ' μύθου

Ἔλαφος καὶ λέων <ἐν σπηλαίῳ>

Image

Ἄλλη δ' ἔλαφος ὑπὸ τῶν θηρατῶν διωκομένη εἰς σπήλαιον λέοντος εἰσῆλθεν. Ὁ δὲ κατέφαγεν αὐτήν. Ταλαίπωρος ἄρα ἡ ἔλαφος.

Ἀνάγνωσις τοῦ ρδ' μύθου

Ἔλαφος πηρωθεῖσα

Image

Καὶ ἄλλη ἔλαφος μόνον ἓν ὀφθολμὸν ἔχουσα ἐν νέμῳ παρὰ τὴν θάλασσαν ἔμενεν. Βλέπουσα μὲν μόνον πρὸς τὴν γῆν οὐκ εἶδε κυνηγέτας ἐν πλοίῳ πλέοντας. Οἱ δὲ βέλεσιν ἀπέκτειναν αὐτήν.

Ἀνάγνωσις τοῦ ρε' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Dec 09, 2016 5:48 pm

Μῦθοι Αἰσώπειοι· ρϛ', ρζ', ρη'

Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος

Image

Εἶπεν ὁ λύκος τῷ ἐρίφῳ ἐκ τῆς ὀροφῆς αὐτὸν λοιδοροῦντι· μᾶλλον ὁ ἀσφαλὴς τόπος λοιδορεῖ με ἢ σύ.

Ἀνάγνωσις τοῦ ρϛ' μύθου

Ἔριφος καὶ λύκος <αὐλῶν>

Image

Ἔριφός τις ὑπὸ λύκου διωκόμενος ᾔτησε τὸν ἐχθρὸν αὐλεῖν ἵνα αὐτὸς ὀρχοῖτο πρὶν ἀποθανεῖν. Ὁ μὲν λύκος ηὔλει, οἱ δὲ κύνες ἀκούσαντες καὶ ἐλθόντες ἔσωσαν τὸν ἔριφον.

Ἀνάγνωσις τοῦ ρζ' μύθου

Ἑρμῆς καὶ ἀγαλματοποιός

Image

Ὁ Ἑρμὴς ἐν μορφῇ ἀνθρώπου μεταβαλλόμενος ἤρετο ἀγαλματογλύφον τινὰ ὁπόσου τὰ τῶν θεῶν ἀγάλματα εἴη. Τὸ μὲν τοῦ Διός, δραχμῆς, ἔφη ὁ ἀνήρ, τὸ δὲ τῆς Ἥρας, μείζονος, τὸ δὲ τοῦ Ἑρμοῦ, ἐὰν πάντα ἀγοράσῃς, οὐδενός.

Ἀνάγνωσις τοῦ ρη' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Dec 17, 2016 10:55 pm

Μῦθοι Αἰσώπειοι· ρθ', ρι', ρια'

Ἑρμῆς καὶ Γῆ

Image

Ἄγαγε τὼ ἀνθρώπω νῦν πεπλασμένω ἐπὶ τὴν Γήν, ἔφη ὁ Ζεῦς τῷ Ἑρμῷ, ἵνα ποιήσωνται σπήλαιον. Ἡ μὲν Γὴ ἐκώλυεν αὐτούς, ὁ δ' Ἑρμῆς εἶπεν ὅτι θέλημα τοῦ Διὸς εἴη. Ἔστω οὖν, ἔφη ἡ Γῆ, ἀλλὰ πολὺ κάμνοντες ὀρύξουσί με.

Ἀνάγνωσις τοῦ ρθ' μύθου

Ἑρμῆς καὶ Τειρεσίας

Image

Ὁ Ἑρμῆς, κλέψας τοὺς τοῦ Τειρεσίου τοὺ μάντεως βοῦς ὡς πειρασόμενος τὴν τέχνην τούτου, παρεγένετο ἐν ἀνθρωπίνῃ μορφῇ παρὰ αὐτῷ. Ὁ δὲ Τειρεσίας, ἀκούσας τῆς κλοπῆς, παρεκάλεσε τὸν Ἑρμὴν εἰπεῖν ὅποιον ὄρνιν ὁρῴη. Ὁ μὲν πρῶτον λέγει αἐτὸν ἐξ εὐωνύμων εἰς δεξιὰ πέτεσθαι. Ἀλλὰ τοῦτο οὐδέν ἐστι κατὰ τὸν Τειρεσίαν. Ἐπεῖτα δὲ ὁ Ἑρμῆς ὁρᾷ κορώνην βλέπουσαν ἄνω καὶ κάτω. Ὁ οὖν Τειρεσίας ἔγνω τὸν ὄρνιν ὀμνύντα τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ὁ Ἑρμῆς τὴν ἀλήθειαν οἶδεν.

Ἀνάγνωσις τοῦ ρι' μύθου

Ἑρμῆς καὶ τεχνῖται

Image

Διατί πάντες μὲν οἱ τεχνῖται ψευδεῖς εἰσι, μάλιστα δ' ὁ σκυτεύς; Ὅτι, τοῦ Διὸς ἐπιτάξαντος, ὁ Ἑρμῆς, φάρμακον ψεύδους ποιήσας, ἐκείνοις μὲν τὸ ἴσον μέρος ἔδωκεν. Τέλος δὲ οὗτος ἐδέξατο τὸ λοιπὸν τοῦ φαρμάκου.

Ἀνάγνωσις τοῦ ρια' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Dec 23, 2016 7:57 pm

Μῦθοι Αἰσώπειοι· ριβ', ριγ', ριδ'


Ἑρμοῦ ἅμαξα καὶ Ἄραβες

Image

Κατὰ τοὺς Ἕλληνας οἱ Ἄραβες ψευδεῖς εἰσιν ὅτι ἡ τοῦ Ἑρμοῦ ἅμαξα πλήρης κακουργίας οὖσα ἐν τῇ χώρᾳ αὐτῶν συνετρίβη. Οἱ οὖν Ἄραβες πᾶν τὸ φορτίον ἐλάβοντο.

Ἀνάγνωσις τοῦ ριβ' μύθου

Εὐνοῦχος καὶ ἱερεύς

Image

Ἰερεύς τις, θυσὶαν πεποιηκὼς ὑπὲρ εὐνούχου θέλοντος πατέρα γένεσθαι, τὴν ὄψιν αὐτοῦ κατανοῶν, λέγει τοῦτο ἀδύνατον τοῖς μὴ ἀνδράσι οὖσιν.

Ἀνάγνωσις τοῦ ριγ' μύθου

Ἐχθροὶ δύο

Image

Ἐχθρὼ ἐπὶ τοῦ αὐτοῦ πλοίου ἤστην, ὁ μὲν ὀπίσω ἐπὶ τῆς πρύμνης μένων, ὁ δὲ ἔμπροσθεν ἐπὶ τῆς πρῴρας. Ἐπειδὴ δὲ χειμὼν ἐγένετο, ὁ ὀπίσω, ἀκούσας τοῦ κυβερνήτου λέγοντος ὅτι τὸ τῆς νέως μέρος ὅπου ὁ ἐχρὸς αὐτοῦ κάθηται μέλλει πρότερον καταβαπτίζεσθαι, ἐχάρη.

Ἀνάγνωσις τοῦ ριδ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby jeidsath » Sat Dec 24, 2016 9:25 pm

"Ἔστω οὖν, ἔφη ἡ Γῆ, ἀλλὰ πολὺ κάμνοντες ὀρύξουσί με."

--Ἀλλ' ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι.

στένοντες καὶ κλαίοντες ἀποδώσομεν τὴν σποδὸν ἡμῶν αὐτῶν οὓς δανειζόμενοι τῆς Γῆς. ὅτι γῆ ἐσμεν καὶ εἰς γῆν ἀπελευσόμεθα.
Joel Eidsath -- jeidsath@gmail.com

μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
User avatar
jeidsath
Administrator
 
Posts: 2142
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Dec 31, 2016 11:56 pm

Μῦθοι Αἰσώπειοι· ριε', ριϛ', ριζ'

Ἔχις καὶ ἀλώπηξ

Image

Ἀλώπηξ τις ἰδοῦσα ἔχιν ἐπὶ κλάδοις ἀκανθῶν ὑπὲρ ποταμὸν φερἈνάγνωσις τοῦ ριε' μύθου
όμενον, οὕτω κακός, ἔφη, ὁ τῆς νεὼς δεσπότης ὥσπερ ἡ ναῦς.

Ἀνάγνωσις τοῦ ριε' μύθου


Ἔχις καὶ ῥίνη

Image

Ἔχις τις εἰς ἐργαστήριον χαλκουργοῦ εἰσελθὼν παρὰ μὲν τῶν σκευῶν σῖτον ἔλαβεν, παρὰ δὲ τῆς ῥίνης τῆς οὐδενὶ διδομένης οὔ.

Ἀνάγνωσις τοῦ ριϛ' μύθου


Ἔχις καὶ ὕδρος

Image

Ἔχις τις βουλόμενος ἐκ λιμνῆς πιεῖν ὑπο τοῦ ἐκεῖ ὕδρου ἐκωλύετο. Οἱ οὖν βάτραχοι παρεκάλεσαν αὐτὸν σύμμαχον γενέσθαι ἐπὶ τὸν ὕδρον. Ἔπειτα ὁ μὲν ἔχις καὶ ὁ ὕδρος πρὸς ἀλλήλους ἔμαχοντο, οἱ δὲ βάτραχοι μόνον ᾖδον. Τέλος δ' ὁ ἔχις νενικηκὼς ἤρετο τοὺς βατράχους διατί οὐ βοηθήσαιεν. Οἱ δὲ ἀποκρινάμενοι εἶπεν αὐτοὺς φωνῇ εἰωθέναι μάχεσθαι.

Ἀνάγνωσις τοῦ ριζ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jan 06, 2017 6:21 pm

Μῦθοι Αἰσώπειοι· ριη', ριθ', ρκ'

Ζεὺς καὶ αἰσχύνη

Image

Ὁ Ζεὺς ἐπιλαθόμενος ἐνθεῖναι τὴν Αἰσχύνην ἐν τοὺς ἀνθρώπους, ἐκέλευσεν αὐτὴν διὰ τοῦ πρωκτοῦ εἰσελθεῖν. Ἡ μὲν καίπερ λυπουμένη ὑπήκουσεν, νῦν δὲ φεύγει ὅταν μὴ κατὰ νόμον Ἔρως μεταξὺ ἀνθρώπων παραγένηται. Φεῦ τῶν Σοδομιτῶν.

Ἀνάγνωσις τοῦ ριη' μύθου

Ζεὺς καὶ ἀλώπηξ

Image

Οὗτος ὁ μῦθος ὅμοιός ἐστι τῷ τῆς Γαλῆς καὶ Ἀφροδίτης. Νῦν δὲ ὁ Ζεὺς τὴν ἀλώπεκα βασιλίσσαν τῶν ζῴων ἐποιήσεν. Καὶ κάνθαρον ἔμπροσθεν αὐτῆς ἐπιθεὶς εἶδε τὴν ἄλωπεκα διώκουσαν τὸν κάνθαρον. Ἡ γὰρ φύσις οὐ μετηλλάγη. Ὁ οὐν Ζεὺς ὀργισθεὶς ἐστέρησε αὐτῆν τῆς βασιλείας.

Ἀνάγνωσις τοῦ ριθ' μύθου

Ζεὺς καὶ ἄνθρωποι

Image

Ὁ Ζεὺς ἐκέλευσε τὸν Ἑρμῆν τὸν ἴσον νοῦν τοὶς ἀνθρώποις δοῦναι. Οἱ οὖν μικροὶ μᾶλλον πεπληρωμένοι τῶν μακρῶν καὶ διὰ τοῦτο φρονιμώτεροί εἰσιν. Ὁ μῦθος δηλοῖ ὅτι ὁ Αἴσωπος μικρὸς ἦν.

Ἀνάγνωσις τοῦ ρκ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sat Jan 07, 2017 12:30 am

bedwere wrote:Ἐχθρὼ ἐπὶ τοῦ αὐτοῦ πλοίου ἤστην...

χαίρετε. τί σημαίνει τὸ« ἐχθρώ?» μένετε. ὑμῖν γὰρ ἐρῶ. τὸ «ἐχθρὼ» σημαίνει τὸ «δύο ἐχθροί.» ἔρρωσθε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2779
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jan 07, 2017 2:15 am

Ναί, ὦ φίλτατε. Ἥδομαι γὰρ ἀσκῶν τὸν δυϊκόν. :D
User avatar
bedwere
Global Moderator
 
Posts: 2860
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

PreviousNext

Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 9 guests