Textkit Logo

Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Apr 08, 2016 7:55 pm

Μῦθοι Αἰσώπειοι· α', β', γ'

Ἀγαθὰ καὶ κακά

Image

Ὁ Ζεῦς μὲν τὰς ψυχὰς ἵστησιν. Ἐν δὲ τούτῳ τῷ μύθῳ κωλύει τἀγαθὰ πληθύνεσθαι ἐν τοῖς ἀνθρώποις.

Ἀνάγνωσις τοῦ α' μύθου

Ἀγαλματοπώλης

Image
Τοῦτό ἐστιν ἄγαλμα ἢ ἑρμῆς. Οἱ μὲν πάλαι Ἕλληνες ἐνόμιζον εὖ τύχην διὰ τῶν ἀγαλμάτων τυγχάνειν. Ὁ δὲ ἐν τῷ μύθῳ πώλης παραπωλεῖ τοῦτο.

Ἀνάγνωσις τοῦ β' μύθου

Ἀετὸς καὶ ἀλώπηξ

Image
Οὗτός ὁ μῦθος δεινός ἐστιν. Ὁ γὰρ μὲν αἐτὸς τὰς σπονδὰς παραβὰς κατεσθίει τὰ τῆς ἀλώπεκος γεννήματα. Ἡ δὲ ἀλώπηξ μᾶλλον ἐπιθυμοῦσα τοῦ τιμωρεῖσθαι ἢ τὰ τεκνία πενθοῦσα τέλος τὴν δίκην ἔχει.

Ἀνάγνωσις τοῦ γ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Fri Apr 08, 2016 10:58 pm

Αἴσωπος wrote:τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα.

ἔνδικως εἶπεν οὗτος. ὅτε δ' ἔρχεται Ἰησοῦς, πάντα ἀγαθὰ ἡμῖν οἴσει!

τῆς δ' ἀναγνώσεώς σου τέρπομαι δή.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Apr 08, 2016 11:48 pm

Χάριν οἶδά σοι, ὦ φίλε Μᾶρκε. Χαριέντως γὰρ γέγραφας.
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Apr 15, 2016 5:58 pm

Μῦθοι Αἰσώπειοι· δ', ε', ϛ'

Ἀετὸς καὶ κάνθαρος
Image

Μικρὸς μὲν ὁ κάνθαρος, μεγάλη δ' ἡ ὀργὴ αὐτοῦ ἡ πρὸς τὸν αἐτόν, ὃς τὸν ἱκέτὴν αὐτοῦ τὸν λαγωὸν κατέφαγεν. Οὐδὲ γὰρ ὁ Ζεὺς οἷος τ' ἐστὶ σῶσαι τὰ τοῦ αἐτοῦ ᾠὰ ἐκ τοῦ κανθάρου.

Ἀνάγνωσις τοῦ δ' μύθου

Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν

Image
Ὡς ὑπερήφανος ὁ κολοιὸς βουλόμενος τῷ αἐτῷ ὅμοιος εἶναι. Ἐπὶ γὰρ κριόν τινα καταβὰς ὁ κολοιὸς ἁλίσκεται ἀπὸ τοῦ ποιμένος. Οὖτος δὲ καταγελᾷ αὐτῷ.

Ἀνάγνωσις τοῦ ε' μύθου

Ἀετὸς <τὰ πτερὰ τιλθείς> καὶ ἀλώπηξ

Image
Ὁ μὲν πρῶτος τοῦ ἀετοῦ κύριος σκληρός ἐστι πρὸς τὸν ὄρνιν. Ὁ δὲ δεύτορος μαλακός. Διόπερ ὁ αἐτὸς ἀσμένως θηρεύει ὑπὲρ τοῦ ἀγαθοῦ κυρίου ἑαυτοῦ. Ἀλλ' ἡ ἀλώπηξ φθονοῦσά φησιν ἄμεινον ἡμῖν εἶναι δῶρα τοῖς πονηροῖς ἢ τοῖς ἀγαθοῖς διδοῦναι.

Ἀνάγνωσις τοῦ ϛ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun Apr 17, 2016 4:10 pm

χαῖρε φίλε Βέδωερε.

τέρψις ἐστί μοι ἀκούειν τὰς καινὰς ἀναγνώσεις.
bedwere wrote:Μικρὸς μὲν ὁ κάνθαρος, μεγάλη δ' ἡ ὀργὴ αὐτοῦ ἡ πρὸς τὸν αἐτόν, ὃς τὸν ἱκέτὴν αὐτοῦ τὸν λαγωὸν κατέφαγεν. Οὐδὲ γὰρ ὁ Ζεὺς οἷος τ' ἐστὶ σῶσαι τὰ τοῦ αἐτοῦ ᾠὰ ἐκ τοῦ κανθάρου.

πάνυ γε. ὣς γὰρ μικρὸς ὁ κάνθαρος ὥστε λέγομεν τὴν παροιμίαν τὸ «κανθάρου σκιαί,» τούτ' ἐστι τὰ οὐκ ἄξια οὐδενός.

ἆρα οἶδας σύγε τὸ τοῦ Κάμβρει 1925 βιβλίον? ἐν γὰρ τούτῳ τῷ βιβλίῳ ἔχομεν οὐ μόνον μίαν ἀλλὰ δύο ἢ τρεῖς ἐκδοχὰς τῶν μύθων. παράδειγμα παρέχω.
Chambry 1927 wrote:Ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην.

Chambry 1925, Aliter wrote:Ὁ δὲ παραθαρσύνει αὐτόν. Ὁ δὲ κάνθαρος ἐγγὺς ἐλθὼν τὸν ἀετὸν ἐθεάσατο, παρεκάλεσε δὲ μὴ ἀπαγαγεῖν αὐτὸν τὸν ἱκετεύσαντα.

Chambry 1925, Aliter wrote:Ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην.

καλόν ἐστι.

παραθαρσύνω -- ἐμποιῶ θάρρος εἴς τινα. (Λ.Σ.Κ.)

μενῶ καινὰς ἠχωγραφάς. ἔρρωσο!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Apr 17, 2016 10:34 pm

Χαῖρε, ὦ Μᾶρκε. Ναί, ταῦτα οἶδα. Ἐκεῖνος γὰρ ὁ Γαλλικὸς φιλόλογος δυὸ τῶ μύθων ἐκδόσεις ἐποίησεν. Ἡ μὲν πρώτη ἔκδοσις κριτικὴ οὖσα πάσας τὰς τῶν μύθων ποικίλσεις ἔχει. Ἡ δὲ δευτέρα ἔχει μόνον τὴν βελτίστην καθ' ἕκαστον μῦθον. Ἔγωγε ἔχω τὴν Ἰταλικὴν μετάφρασιν ταύτης τῆς ἐκδόσεως. Ἔρρωσο, ὦ φίλτατε.

Image
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Apr 22, 2016 7:00 pm

Μῦθοι Αἰσώπειοι· ζ', η', θ'

Ἀετὸς τοξευθείς

Image

Ὁ ἀετὸς ὑπὸ τοξότου τινὸς τοξευθεὶς λυπεῖται ὁρῶν τὴν τοῦ βέλεος γλυφίδα ἐκ πτερῶν αἐτοῦ πεποιημένην.

Ἀνάγνωσις τοῦ ζ' μύθου

Ἀηδὼν καὶ ἱέραξ

Image

Ἡ μὲν ἀηδὼν μικρά ἐστι τῷ ἱέρακι. Πρόχειρος δέ. Διὰ τοῦτο ὁ ἵεραξ ἔδεται αὐτήν.

Ἀνάγνωσις τοῦ η' μύθου

Ἀηδὼν καὶ χελιδών

Image

Διὰ τί ἡ ἀηδὼν οὐ βούλεται συνοικεῖν τοῖς ἀνθρώποις ὡς ἡ χελιδών ποιεῖ; Ὅτι πολλὰ καὶ κακὰ μετ' αὐτῶν πέπονθεν. Ἔστι γὰρ ἄλλος δεινὸς μῦθος περὶ τούτων τῶν ὀρνίθων πάλαι ἀδελφῶν οὐσῶν.

Ἀνάγνωσις τοῦ θ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Fri Apr 22, 2016 11:14 pm

bedwere wrote:Ὁ ἀετὸς ὑπὸ τοξότου τινὸς τοξευθεὶς λυπεῖται ὁρῶν τὴν τοῦ βέλεος γλυφίδα ἐκ πτερῶν αἐτοῦ πεποιημένην.

ἐμοῖγε αὕτη ἡ μετάφρασις λίαν ὠφελίμη ἐστί. εὐχαριστῶ οὖν σοι.
Αἴσωπος wrote:ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει.

Chambry 1925, Aliter wrote:...ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν...

γλυφίς, γλυφίδος, ἡ -- 1. τὸ κεχαραγμένον ἄκρον τοῦ βέλους. 2. ποιητικῶς ἀντὶ αὐτοῦ τοῦ βέλους. (Λ.Σ.Κ.)
Αἴσωπος wrote:Ὁ δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. »

Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.

καὶ τῷ Ἰησοῦ τοιαύτη λύπη ἦν. πάντα γὰρ τὰ δένδρα ποιήσας, ἐν ἑνὶ τούτων (λέγω τὸν σταυρόν) ἀπέθανε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Apr 23, 2016 12:02 am

Τὰ ὑπομνήματά σου ἀεὶ χαρίεντά ἐστιν, ὦ φίλε Μᾶρκε.
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Apr 29, 2016 6:12 pm

Μῦθοι Αἰσώπειοι· ι', ια', ιβ'

Ἀθηναῖος χρεωφειλέτης

Image.

Χρὴ ὀφειλέτην τινὰ τὴν ὗν αὐτοῦ πωλεῖν ἱνα τὰ χρήματα τῷ δανειστῇ ἀποδιδῷ. Διόπερ ὑπισχνεῖται τὰ ἀδύνατα ὠνητῇ τινι.

Ἀνάγνωσις τοῦ ι' μύθου

Αἰθίοψ

Image

Οὐτε τὸ τοῦ δέρματος χρῶμα οὐτε τὴν φύσιν δυνατόν ἐστι μεταβάλλειν. Νῦν δὲ οἱ πολλοὶ νομίζουσι τοῦτο ἐξεῖναι.

Ἀνάγνωσις τοῦ ια' μύθου

Αἴλουρος καὶ ἀλεκτρυών

Image

Ὁ αἴλουρος ὑποκριτὴς ὢν βούλεται δίκαιος φαίνεσθαι πρὶν ἂν ἐσθίῃ τὸν ἀλεκτρυόνα. Ὁ μὲν κακῶς κατηγορεῖ, ὁ δὲ καλῶς ἀπολογεῖται. Τέλος δὲ ὁ αἴλουρος κατεσθίει τὸν ἀλεκτρυόνα.

Ἀνάγνωσις τοῦ ιβ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri May 06, 2016 6:12 pm

Μῦθοι Αἰσώπειοι· ιγ', ιδ', ιε'

Αἴλουρος καὶ μύες

Image

Ὁ μὲν αἴλουρος πολλοὺς μύας κατέφαγεν. Οἱ δὲ λοιποὶ μύες, φρόνιμοι γενόμενοι, οὐκέτι ἐπείσθησαν αὐτῷ.

Ἀνάγνωσις τοῦ ιγ' μύθου

Αἴλουρος καὶ ὄρνιθες

Image

Αἱ δ'ὄρνιθες καὶ σοφώτεραι τῶν μυῶν εἰσιν. Οὐδέποτε γὰρ πείθονται τῷ αἰλούρῳ σχηματίζοντι ἰατρὸν εἶναι.

Ἀνάγνωσις τοῦ ιδ' μύθου

Αἲξ καὶ αἰγοβοσκός

Image

Πῶς δύναται ἡ αἲξ τὸ ἑαυτῆς κέρας ὑπὸ τοῦ αἰγοβοσκοῦ κεκλασμένον κρύπτειν; Φαίνεται γάρ.

Ἀνάγνωσις τοῦ ιε' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun May 08, 2016 10:31 pm

Αἴσωπος wrote:Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν.

bedwere wrote:Image

εὐχαριστῶ σοι ἡμῖν δίδοντι ταύτην τὴν εἰκόνα. ἐν γὰρ αὐτῇ βλέπομεν ὅτι ὁ αἴλουρος ἀποκρεμάννυται.
Αἴσωπος wrote:Ἀλλ', ὦ οὗτος, σοί γε, κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι.

μεμάθηκα τὴν τοῦ λόγου δύναμιν.

θῦλαξ -- σάκκος...πήρα...ἀσκός. (Λ.Σ.Κ.)

Αἴσωπος wrote:Αἴλουρος...σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παραγένετο.

ὁ μῦθος δηλοῖ ὅτι ὁ διάβολος ἀλλάσσει τὸ σχῆμα αὐτοῦ.
2 Cor 11:14: αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.

σχηματίζω -- λαμβάνω μορφήν τινα ἢ σχῆμα. (Λ.Σ.Κ.)
μετασχηματίζω -- Παθ. μεταβάλλομαι κατὰ τὸ σχῆμα. (Λ.Σ.Κ.)
Αἴσωπος wrote:Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.

καλῶς δὲ ἕξομεν, ἐὰν ἀφ' ἡμῶν φύγῃ ὁ Σατανᾶς.
James 4:7: ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν.

τὸν οὖν ἀληθὴ ἰατρὸν ζητῶμεν, τὸν Ἰησοῦν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Mon May 09, 2016 1:01 am

Χάριν οἶδά σοι, ὦ βέλτιστε, πολλὰ καὶ καλὰ διδάσκοντι ἡμᾶς διὰ τῶν ὑπομνημάτων σου.
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri May 13, 2016 5:06 pm

Μῦθοι Αἰσώπειοι· ιϛ', ιζ', ιη'

Αἲξ καὶ ὄνος
Image

Ἡ αἲξ φθονοῦσα τῷ ὄνῳ παραινεῖ αὐτὸν καταπεσεῖν ἵνα μὴ μᾶλλον κάμνῃ. Ὁ δὲ ἰατρὸς κεκλημένος ἀποκτείνει τὴν αἶγα ὡς τὸν ὄνον σώσων.

Ἀνάγνωσις τοῦ ιϛ' μύθου

Αἰπόλος καὶ αἶγες ἄγριαι

Image

Δεῖ ἡμᾶς ἴσους εἶναι καὶ τοῖς νέοις καὶ τοῖς παλαιοῖς φίλοις. Ὁ μὲν αἰπόλος μᾶλλον τὰς ἀγρίας αἶγας ἔτρεφεν ἢ τὰς ἰδίας, βουλόμενος καὶ ἐκείνας ἔχειν. Αἱ δ' ἄγριαι κατέλιπον αὐτόν.

Ἀνάγνωσις τοῦ ιζ' μύθου

Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη

Image

Αἰσχρὰ δούλη τις ὑπὸ τῆς δεσπότου ἐρωμένη παραιτεῖται τῆς Ἀφροδίτης καλὴ γενέσθαι. Ἡ δὲ Ἀφροδίτη οὐ μόνον αὐτὴν ἀλλὰ καὶ τὸν δεσπότην μέμφεται.

Ἀνάγνωσις τοῦ ιη' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri May 20, 2016 5:10 pm

Μῦθοι Αἰσώπειοι· ιθ', κ', κα'

Αἴσωπος ἐν ναυπηγίῳ

Image

Οὐκ ἐπιπρέπει τοῖς χείροσι τοὺς κρείσσω σκώπτειν. Οὗτοι γὰρ οἷοι τ᾿ εἰσὶν ἀμύνεσθαι. Ὁ δ' Αἴσωπος ἀποκρινάμενος ἔφη τοῖς ναυπηγοῖς· τί ποιήσετε ὅταν ἡ γῆ πίῃ τὴν θάλασσαν;

Ἀνάγνωσις τοῦ ιθ' μύθου

Ἀλέκτορες δύο καὶ ἀετός

Image

Λέγει ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ κατὰ Ματθαῖον κγ' ιβ'· ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Ἐν δὲ τούτῳ τῷ μύθῳ ὁ μὲν ὑπερήφανος ἀλέκτωρ ὑπὸ τοῦ ἀετοῦ ἁλίσκεται, ὁ δὲ ταπεινὸς ἀπολαύει τῶν ὀρνίθων.

Ἀνάγνωσις τοῦ κ' μύθου

Ἀλεκτρυόνες καὶ πέρδιξ

Image

Ὁ ταλαίπωρος πέρδιξ ὑπὸ τοῖν ἀλεκτρυόνοιν τύπτεται. Τὼ δὲ καὶ ἀλλήλω τύπτετον. Διὰ τοῦτο ὁ πέρδιξ παρακαλεῖται.

Ἀνάγνωσις τοῦ κα' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun May 22, 2016 3:23 pm

bedwere wrote:Λέγει ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ κατὰ Ματθαῖον κγ' ιβ'· ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Ἐν δὲ τούτῳ τῷ μύθῳ ὁ μὲν ὑπερήφανος ἀλέκτωρ ὑπὸ τοῦ ἀετοῦ ἁλίσκεται, ὁ δὲ ταπεινὸς ἀπολαύει τῶν ὀρνίθων.

τὸ τοῦ ταπεινοῦ ἀλέκτορος πέος ὑψοῦται. :lol: :mrgreen: :P
Αἴσωπος wrote:« Ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπ' αὐτῶν τυπτόμενος: ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. »

οὗτος ὁ λόγος λεχθείη ἂν ἐπὶ τὸ Ι.Σ.Ι.Σ. οὗτοι γὰρ καὶ τοὺς Χριστιανούς τε τοὺς Ἰουδαίους μισοῦσι καὶ ἄλλους Μουσουλμάνους. :(
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri May 27, 2016 10:04 pm

Μῦθοι Αἰσώπειοι· κβ', κγ', κδ'

Ἁλιεῖς καὶ θύννος

Image

Οἱ μὲν αἱλεῖς πολὺν χρόνον πεπονηκότες οὐκ ἔλαβον οὐδένα ἰχθύα. Τέλος δὲ τύννος
ἐνήλετο εἰς τὸ πλοῖον.

Ἀνάγνωσις τοῦ κβ' μύθου

Ἁλιεῖς <λίθον ἀγρεύσαντες>

Image

Οὗτοι μὲν οἱ αἱλεῖς ἔχαιρον ἕνεκα τοῦ βαρέος δικτύου. Ἐπειδὴ δὲ μόνον λίθους ἐν τῷ δικτύῳ εὗρον, ἐλυποῦντο. Γέρων δέ τις ἐξ αὐτῶν ἔδειξε καὶ ἀγαθὰ καὶ κακὰ τοῖς βροτοῖς συμβαίνειν.

Ἀνάγνωσις τοῦ κγ' μύθου

Ἁλιεὺς αὐλῶν

Image

Οἱ μὲν ἰχθύες οὐκ ὠρχοῦντο ὅτε ὁ ἁλιεὺς ᾖδε τὸν αὐλόν. Νῦν δὲ ἐν τῷ δικτύῳ ὄντες, σπαίρουσιν.

Ἀνάγνωσις τοῦ κδ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Mon May 30, 2016 1:07 am

Αἴσωπος wrote:Ἁλιεῖς ἐπ' ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον: καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.

πρὸς τοὺς πεποιθότας ἐπὶ τοῖς ἑαυτῶν ἔργοις ὁ λόγος οὖτος εὔκαιρος. ἡμᾶς γάρ ἡ χάρις τοῦ Θεοῦ σῴζει, οὐ τὰ ἔργα ἡμῶν.
Ἐφ. 2:8: τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον.

ἡ βίβλος wrote:Οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.

σωτηρίαν γὰρ οὐ φέρει τέχνη, οὐδὲ τύχη, ἀλλὰ τέκτων τις.
Μκ. 6:3: οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jun 04, 2016 6:43 pm

Μῦθοι Αἰσώπειοι· κε', κϛ', κζ'

Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς>

Image

Ὅταν ἁλιεύς τις ἀναλάβῃ τὸ δίκτυον, οἱ μὲν μικροὶ ἰχθύες οἷοι τ᾿εισὶν ἀποφυγεῖν. Οἱ δὲ μεγάλοι οὔ. Τὸ οὖν αὐτὸ γίγνεται, ὅταν στάσις τις μεταξὺ τῶν ἀνθρώπων τύχῃ.

Ἀνάγνωσις τοῦ κε' μύθου

Ἁλιεὺς καὶ σμαρίς

Image

Ἡ δεομένη σμαρὶς μικρά ἐστιν. Ὁ δὲ ἁλιεὺς οὐκ ἀφίησιν αὐτὴν ἐν τῇ χειρὶ αὐτοῦ οὖσαν.

Ἀνάγνωσις τοῦ κϛ' μύθου

Ἁλιεὺς <ὕδωρ τύπτων>

Image

Ὥσπερ ἁλιεὺς τὸ ὑδωρ τίπτων καὶ μιαίνων ἵνα τοὺς ἰχθύας λαμβάνῃ, οὕτως οἱ δημαγωγοὶ στάσεις ποιοῦνται πανταχοῦ ἐν τῇ οἰκουμένῃ.

Ἀνάγνωσις τοῦ κζ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun Jun 05, 2016 10:16 pm

bedwere wrote:Ὅταν ἁλιεύς τις ἀναλάβῃ τὸ δίκτυον, οἱ μὲν μικροὶ ἰχθύες οἷοι τ᾿εισὶν ἀποφυγεῖν. Οἱ δὲ μεγάλοι οὔ. Τὸ οὖν αὐτὸ γίγνεται, ὅταν στάσις τις μεταξὺ τῶν ἀνθρώπων τύχῃ.

ἆρα φεύξεται οὖν ἡ μεγάλη ἰχθύς? λέγω τὴν Κλίντονα. :lol:

ἰδοῦ τὰ συνώνυμα:
Αἴσωπος wrote:Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα.

Chambry 1925, Aliter wrote:Ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε σμαρίδα.

Αἴσωπος wrote:Ἀλλ' ἔγωγε ἄνους ἂν εἴην...

Chambry 1925, Aliter wrote:Ἀλλ' ἔγωγε μῶρος ἂν εἴην...

Chambry 1925, Aliter wrote:Ἀλλ' ἐγὼ εὐηθέστατος ἂν εἴην...

Αἴσωπος wrote:Ἀλλ' ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν.

οὐ τὸν ποταμὸν ταράσσουσιν ὁ Τρύμπ καὶ ὁ Σάνδηρς ἀλλὰ τὸν Ποτόμακ. :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Jun 05, 2016 11:09 pm

Οὐ μὲν πιστεύω, ὦ βέλτιστε, τὸ δίκτυον ἱκανὸν εἶναι ὥστε ἐκείνην τὴν πονηράν τε καὶ αἰσχρὰν ἰχθὺν ἅμα τῷ ἀνδρὶ ἐν τῷ δεσμωτηρίῳ καταθήσεσθαι. Εὔχομαι δέ. Χάριν δέ σοι, ὦ Μᾶρκε, ἔχω ὡς μάλιστα.
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 10, 2016 11:11 pm

Μῦθοι Αἰσώπειοι· κη', κθ', λ'

Ἁλκύων

Image

Ἀλκύων τις, τὴν γῆν φοβουμένη, παρὰ τὴν θάλασσαν ἔτεκεν. Ποτὲ δὲ τῆς ὄρνιθος ἀπελθοῦσης, ἡ θάλασσα διὰ τοῦ ἀνέμου ἠρμένη διέφθειρε τοὺς νεοττούς.

Ἀνάγνωσις τοῦ κη' μύθου

Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ>

Image

Τῶν ἀλωπέκων ἀπορουσῶν ὅπως ἐκ τοῦ Μαιάνδρου ποταμοῦ ἀσφαλῶς πιῶσιν, μία ὑπερήφανος οὖσα εἰς τὸ ὕδωρ πηδήσασα ἀφείλκετο. Ταῖς οὖν αὐτὴν ἐρωτώσαις ἀποκρινομένη ἔφη πρὸς Μίλητον ἔρχεσθαι.

Ἀνάγνωσις τοῦ κθ' μύθου


Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα

Image

Ἀλώπηξ τις εὗρε σῖτον ἔνδον δένδρου ὑπὸ ποιμένων κεκρυμμένον. Πάντα οὖν φαγοῦσα οὐχ οἵα τ' ἦν ἐξελθεῖν. Ἑτέρα δ' ἀλώπηξ αὐτὴν παρακαλοῦσα παραινεῖ ἐκεῖ μένειν ἕως ἂν ἡ γαστὴρ οὕτως μικρὰ γένηται ὡς ἔμπροσθεν ἦν.

Ἀνάγνωσις τοῦ λ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Sat Jun 11, 2016 6:50 pm

Ἄλλα δ' ἀλώπηξ: ἄλλη?, or better ἑτέρα
mwh
Textkit Zealot
 
Posts: 2609
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jun 11, 2016 9:07 pm

Χάριν ἔχω σοι, καθηγητά. :oops:
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Mon Jun 13, 2016 6:51 pm

καινοὺς μύθους, φίλτατε, ἀκούων τε ἀναγιγνώσκων πάλιν χαίρω.
Αἴσωπος wrote:«Ἀλλ᾿ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα.»

πρὸς τοὺς Φαρισαίους ὁ μῦθος εὔκαιρος. οὗτοι γάρ, φυλαττόμενοι ἁμαρτίαν, καταφεύγουσιν ἐπὶ τὴν ἐξ ἔργων δικαιοσύνην.
bedwere wrote:

Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα

Image

Ἀλώπηξ τις εὗρε σῖτον ἔνδον δένδρου ὑπὸ ποιμένων κεκρυμμένον. Πάντα οὖν φαγοῦσα οὐχ οἵα τ' ἦν ἐξελθεῖν. Ἑτέρα δ' ἀλώπηξ αὐτὴν παρακαλοῦσα παραινεῖ ἐκεῖ μένειν ἕως ἂν ἡ γαστὴρ οὕτως μικρὰ γένηται ὡς ἔμπροσθεν ἦν.

οὕτως οἱ πλούσιοι, ἐξογκωθέντοι ἐν ταῖς τοῦ πλούτου ἐπιθυμίαις, οὐ δύνανται, ἐξελθόντες ἐκ τούτου τοῦ κόσμου, εἰσελθεῖν εἰς τὴν τοῦ θεοῦ βασιλείαν ἕως γένηνται ὡς οἱ πτωχοί. λέγει γὰρ ὁ ἀπόστολος:
Τιμ Α. 6:7: οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα

χαρήσομαι δὲ δεξόμενος παρά σου, φίλε Ῥοβέρτο, τοὺς μέλλοντας μύθους.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Tue Jun 14, 2016 12:13 am

Ἔγωγε καὶ αὐτὸς χαίρω ἀναγιγνώσκων τὰ ὑπομνήματά σου, ὦ βέλτιστε Μᾶρκε.
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jun 18, 2016 4:02 am

Μῦθοι Αἰσώπειοι· λα', λβ', λγ'

Ἀλώπηξ καὶ βάτος

Image

Ἡ ἀλώπηξ βοηθείαν ἀπὸ τῆς βάτου ζητεῖ. Αὕτη δὲ ὀξεῖα τὴν φύσιν οὖσα τιτρώσκει αὐτήν.

Ἀνάγνωσις τοῦ λα' μύθου

Ἀλώπηξ καὶ βότρυς

Image

Πάντες ἴσμεν τοῦτον τὸν μῦθον. Ἡ γὰρ ἀλώπηξ μὴ δυναμένη τὸν βότρυν λαβεῖν καταφρονεῖ αὐτοῦ.

Ἀνάγνωσις τοῦ λβ' μύθου

Ἀλώπηξ καὶ δράκων

Image

Αὕτη ἡ ἀλώπηξ δράκοντά τινα ἰδοῦσα ἐβούλετο ἐκτείνεσθαι. Διὰ δὴ τὸ τοῦτο ποιεῖν ἡ ἀλώπηξ ἀπέθανεν.

Ἀνάγνωσις τοῦ λγ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 24, 2016 10:30 pm

Μῦθοι Αἰσώπειοι· λδ', λε', λϛ'

Ἀλώπηξ καὶ δρυτόμος

Image

Ἀλώπηξ τις ὑπὸ τῶν κυνηγετῶν διωκομένη ἦλθε πρὸς δρυτόμον τινὰ ὡς βοήθειαν ζητήσουσα. Ὁ δὲ δεξάμενος αὐτὴν τοῖς κυνηγέταις ἐδείκνυε οὐ λόγῳ ἀλλὰ ἔργῳ τὴν ἀλώπεκα παροῦσαν. Οἱ μὲν κυνηγέται οὐ συνέντες ἀπῆλθον, ἡ δ' ἀλώπηξ ἔφυγεν. Καὶ οὐδεμίαν χάριν τῷ ψευδεῖ δρυτόμῳ ᾔδει.

Ἀνάγνωσις τοῦ λδ' μύθου

Ἀλώπηξ καὶ κροκόδειλος

Image

Κροκοδείλου καὶ ἀλώπεκος περὶ τῆς εὐγενείας ἐριζόντων, ὁ μὲν εἶπε τοὺς προγόνους παρέχειν πάντα τὰ γυμνάσια. Τοῦτο γὰρ πολλῆς τίμης ἦν. Ἡ δὲ ἀποκρινομένη εἶπε φανερὸν εἶναι ἀπὸ τοῦ δέρματος αὐτοῦ πολλὰ ἔτη αὐτὸν γεγυμνάσθαι.

Ἀνάγνωσις τοῦ λε' μύθου

Ἀλώπηξ καὶ κύων

Image

Ὁ κύων φυλάσσων τὰ πρόβατα εἶδε τὴν ἀλώπεκα ἀρνίον εἰληφυῖαν. Ἡ μὲν κατεφίλει τὸ ἄρνιον ἵνα ἀπατήσῃ τὸν κύνα. Ὁ δὲ οὐκ ἐπείσθη αὐτῇ.

Ἀνάγνωσις τοῦ λϛ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 01, 2016 8:26 pm

Μῦθοι Αἰσώπειοι· λζ', λη', λθ'

Ἀλώπηξ καὶ πάρδαλις

Image

Ἐπὶ μὲν τοῦ δέρματος τὸ κάλλος τῆς παρδάλεως, ἐν δὲ τῷ νῷ τὸ τῆς ἀλώπεκος.

Ἀνάγνωσις τοῦ λζ' μύθου

Ἀλώπηξ καὶ πίθηκος <βασιλεὺς αἱρεθείς>

Image

Ἡ ἀλώπηξ καταφρονοῦσα τὸν πίθηκον, τὸν βασιλέα τῶν ζῴων γενόμενον, ἤγαγεν αὐτὸν πρὸς πάγην τινά. Ὁ μὲν πίθηκος ἐσέπεσεν ἐς τὴν πάγην, ἡ δ' ἀλώπηξ κατεγέλασεν αὐτοῦ.

Ἀνάγνωσις τοῦ λη' μύθου

Ἀλώπηξ καὶ πίθηκος <περὶ εὐγενείας ἐρίζοντες>

Image

Ὁ πίθηκος, ψευδὴς ὤν, κλαίω, τῇ ἀλώπεκι ἔφη, ὁρῶν τὰ μνημεῖα τῶν τε δούλων καὶ τῶν ἐλευθέρων, οὓς οἱ πατέρες μου εἶχον. Ἡ δὲ ἀλώπηξ ἀποκρινομένη εἶπε τοὺς νεκροὺς μὴ δύνασθαι ἀρνεῖσθαι τὸ ψεῦδος.

Ἀνάγνωσις τοῦ λθ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 08, 2016 4:54 pm

Μῦθοι Αἰσώπειοι· μ', μα', μβ'

Ἀλώπηξ καὶ τράγος

Image

Ἀλώπηξ τις ἐισέπεσεν εἰς φρέαρ. Ἐπεὶ οὐκ ἐδύνατο ἐξελθεῖν, ἠπάτησε τράγον τινα ἵνα εἰς τὸ αὐτὸ φρέαρ καταβαίη. Ἡ δὲ ἀναβᾶσα διὰ τοῦ τράγου κατέλειψεν αὐτὸν ἐν τῷ φρέατι διαμένοντα. Καὶ δὴ καὶ, τοῦ τράγου ἀυτὴν μεμφομένου, κατεγέλασε αὐτόν.

Ἀνάγνωσις τοῦ μ' μύθου


Ἀλώπηξ κόλουρος

Image

Αὑτὴ ἡ ἀλώπηξ εἰς πάγην εἰσπεσοῦσα οὐκέτι εἶχε τὴν οὐράν. Πειρησαμένη πείθειν τὰς ἄλλας μὴ οὐρὰν ἔχειν, οὐχ οἵα τ' ἦν. Τοῦτο γὰρ μόνον τῇ κολούρῳ ἀλώπεκι συμφέρει.

Ἀνάγνωσις τοῦ μα' μύθου

Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα>

Image

Τὸ πρῶτον ἡ ἀλώπηξ ἰδοῦσα τὸν λέοντα ἐφοβήθη. Τὸ δὲ δευτέρον ἀπαντήσασα αὐτῷ μεῖον ἐφοβήθη. Τὸ δὲ τρίτον συνελάλησε τῷ λέοντι.

Ἀνάγνωσις τοῦ μβ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Fri Jul 08, 2016 6:30 pm

ἀσπάζομαί σε, φίλε Ῥοβέρτο.
bedwere wrote:Ἀλώπηξ κόλουρος

Image

Αὑτὴ ἡ ἀλώπηξ εἰς πάγην εἰσπεσοῦσα οὐκέτι εἶχε τὴν οὐράν. Πειρησαμένη πείθειν τὰς ἄλλας μὴ οὐρὰν ἔχειν, οὐχ οἵα τ' ἦν. Τοῦτο γὰρ μόνον τῇ κολούρῳ ἀλώπεκι συμφέρει.

ὁ μῦθος τὸν Διάβολον ἐλέγχει. ἄθεος γὰρ ὢν, θέλει πάντας χωρὶς Χριστοῦ εἶναι.
Αἴσωπος wrote:δι᾿ αἰσχύνην ἀβίωτον ἡγεῖτο τὸν βίον ἔχειν...

κακῶς ἡγεῖτο ἡ ἀλώπηξ. μόνον γὰρ ὁ ἀντίχριστος βίος οὐ βιωτός.

ἔρρωσο φίλτατε!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 08, 2016 10:13 pm

Εὖ ἔγραψσς, ὦ φίλε Μᾶρκε, καλοὺς λόγους σοφίας.
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Jul 17, 2016 3:43 am

Μῦθοι Αἰσώπειοι· μγ', μδ', με'

Ἀλώπηξ πρὸς μορμολύκειον

Image

Εἰ καὶ τὸ κωμῳδικόν μορμολυκεῖον καλόν ἐστιν, οὐκ ἔχει νοῦν. Τοῦτο γὰρ λέγει ἡ ἀλώπηξ εὑροῦσα αὐτό.

Ἀνάγνωσις τοῦ μγ' μύθου

Ἄνδρες <δύο περὶ θεῶν ἐρίζοντες>

Image

Ἀνδροῖν μαχομένοιν πότερον Θησεὺς ἢ Ἡρακλῆς μείζων ἐστί, ἑκάτερος τῶν θεῶν τῇ τοῦ ἑτέρου τῶν ἀνδρῶν πόλει ἐτιμωρήσατο.

Ἀνάγνωσις τοῦ μδ' μύθου

Ἀνδροφόνος

Image

Οὐκ ἔστιν εἰρήνη τῷ φονεῖ. Λύκος μὲν γὰρ διώκει αὐτόν. Ὄφις δὲ φοβεῖ. Τέλος δὲ κροκόδειλος κατεσθίει.

Ἀνάγνωσις τοῦ με' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Mon Jul 18, 2016 10:24 pm

μδ
ω φιλτατε, ουκ εχαριζε τῃ πολει, ουδ’ εχαριζετο, ουδ’ εχαρισατο, αλλ’ αυτην ετιμωρησατο.

και ουκ εδει ετερου γραφειν, ει και ουτως εν τῃ εκδεδομενῃ βυβλῳ γραφεται, αλλα του ετερου συν τῃ του. επλανηθη δ’ ως οιμαι ἢ ὁ το αντιγραφον ποιησας ἤτοι ὁ εφ’ημων εκδούς.
mwh
Textkit Zealot
 
Posts: 2609
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Mon Jul 18, 2016 10:35 pm

χάριν σοι οἶδα ὑπὲρ τῶν καινῶν μύθων.
bedwere wrote:Οὐκ ἔστιν εἰρήνη τῷ φονεῖ. Λύκος μὲν γὰρ διώκει αὐτόν. Ὄφις δὲ φοβεῖ. Τέλος δὲ κροκόδειλος κατεσθίει.

Ἡ βίβλος wrote:Ὁ λόγος δηλοῖ ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς, οὔτε ἀέρος, οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστι.

πῶς γὰρ οὔ? ὁ γὰρ αὐτὸς ποιήσας τὴν δικὴν τόν τε ἀέρα τήν τε γῆν τό τε ὕδωρ ἐποίησε.
Ψαλμ 138:7-8: ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·

ἐὰν δ' εἰς θάλασσαν φύγω ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου, ἰχθὺν μέγαν τινὰ πέμψει ἐμοί . :)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Mon Jul 18, 2016 10:47 pm

Χάριν οἶδά σοι, ὦ αἰδέσιμε καθηγητά. Πρέπει γάρ μοι κάλλιον γράφειν.

Ἀνδροῖν μαχομένοιν πότερον Θησεὺς ἢ Ἡρακλῆς μείζων ἐστί, ἑκάτερος τῶν θεῶν τῇ τοῦ ἑτέρου τῶν ἀνδρῶν πόλει ἐτιμωρήσατο.


Καὶ χάριν καὶ σοί, ὦ φίλε Μᾶρκε, ὅς σοφὸς ὢν ὑπομνήματα δίδως ἡμῖν.
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 22, 2016 4:42 pm

Μῦθοι Αἰσώπειοι· μϛ', μζ', μη'

Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος

Image

Ἀνήρ τις νοσῶν ὑπισχνεῖται τοῖς θεοῖς θύσειν ἑκατὸν βόας ἵνα σώσωσιν αὐτόν. Ἡ δὲ γυνὴ ἀπορεῖ ὅτι τοῦτο ἀδύνατον αὐτοῖς πένησιν οὖσιν. Ὁ δ' ἀποκρινάμενος λέγει αὐτῇ· μὴ μερίμνα, γύναι. Οὐ γὰρ σωθήσομαι.

Ἀνάγνωσις τοῦ μϛ' μύθου

Ἀνὴρ δειλὸς καὶ κόρακες

Image

Ἄνθρωπός τις εἰς πόλεμον περευόμενος λίαν ἐφοβεῖτο τοὺς κόρακας φθεγγομένους. Τέλος δὲ ἐθάρσησέ τι ὅτι οἱ ὄρνιθες οὐ δύνανται φαγεῖν αὐτόν.

Ἀνάγνωσις τοῦ μζ' μύθου


Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς

Image

Οἱ μὲν θεοὶ οὐ φείδονται τῶν ἐν νηῒ καταβαινούσῃ,καὶ τῶν δικαίων τῶν ἀδίκων. Ὁ δὲ ἀνὴρ ὁ μεμφθεὶς αὐτούς, ἑνὸς μύρμηκος δακόντος, ἀποκτείνει πάντας τοὺς μύρμηκας. Διὰ τοῦτο ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.

Ἀνάγνωσις τοῦ μη' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Wed Jul 27, 2016 8:30 pm

χαῖρε φίλε Βεδωερε. καινὰ δ' ὑπομνήματα δίδωμι.
bedwere wrote:Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος

Ἀνήρ τις νοσῶν ὑπισχνεῖται τοῖς θεοῖς θύσειν ἑκατὸν βόας ἵνα σώσωσιν αὐτόν. Ἡ δὲ γυνὴ ἀπορεῖ ὅτι τοῦτο ἀδύνατον αὐτοῖς πένησιν οὖσιν. Ὁ δ' ἀποκρινάμενος λέγει αὐτῇ· μὴ μερίμνα, γύναι. Οὐ γὰρ σωθήσομαι.

πολὺ εὐχαριστῶ σοι, ἄριστε, ὑπὲρ τῆς παραφράσεως. βοήθειά μοι γάρ ἐστι τῷ ἀναγιγνώσκειν πολλή.
Αἴσωπος wrote:Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν;

ἰδοῦ τὰ συνώνυμα:
Chambry 1925, Aliter wrote:Καὶ δοκεῖς ἂν ἀναστῆναί με, ἵνα ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν;

Chambry 1925, Aliter wrote:οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵνα οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν;

οὕτως γὰρ γράφει Καρύσο.
Μ.Ε.Λ. σ. 285 wrote:νομίζω = ἡγέομαι, λογίζομαι, οἴομαι, δοκέω.

ἔχει δὲ σύγε νῦν τοῦτο τὸ λεξικόν?
Αἴσωπος wrote:ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο...

ὅταν δ' ἀπὸ τοῦ κόσμου ἀπελπισθῆμεν, τῷ θεῷ προσευχώμεθα. πάντοτε γὰρ ἡμᾶς ὁ κόσμος ἀπελπίσει.
bedwere wrote:Διὰ τοῦτο ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.

χάριν σοι οἶδα διδάσκοντί με καινὸν λόγον, τὸν ἀντὶ τοῦ «ῥάβδος» ἢ «βακτηρία.»
bedwere wrote:Image

εὐχαριστῶ δέ σοι γράφοντι τὴν εἰκόνα ἐν ᾗ βλέπομεν τὸν Ἑρμῆν φοροῦτνα τὸ κηρύκειον. κήρυξ τις γάρ οὗτός ἐστι. ὁ δὲ Παῦλος μείζων κήρυξ.
Πράξ 14:12: ἐκάλουν τε τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.

μέγαν δὲ λόγον ἔχει Παῦλος, τὸ τοῦ εὐαγγελίου κήρυγμα.
bedwere wrote:ὁ Ἑρμῆς τῷ κηρυκείῳ πλήσσει αὐτόν.

ὁ δὲ Παῦλος τῷ κηρύγματι πλήσσει τὴν συνείδησίν μου.

ἔρρωσο, φίλτατε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2912
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Wed Jul 27, 2016 10:06 pm

Πολλὴν χάριν, ὦ βέλτιστε Μᾶρκε. Τόδε δὲ τὸ λεξικόν, εἰ μὴ ἁμαρτάνω·

http://myria.math.aegean.gr/lds/web/view.php
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 29, 2016 3:12 pm

Μῦθοι Αἰσώπειοι· μθ', ν', να'

Ἀνὴρ καὶ γυνὴ <ἀργαλέα>

Image

Αὑτὴ ἡ γύνη οὕτως δύσκολός ἐστιν ὥστε καὶ οἱ ἐλάχιστον χρόνον διατρίβοντες μισοῦσιν αὐτήν. Ταλαίπωρος ἄρα ὁ ἀνήρ.

Ἀνάγνωσις τοῦ μθ' μύθου

Ἀνὴρ κακοπράγμων

Image

Ὁ μὲν ἀνὴρ ἤρετο τὸν ἐν Δελφοῖς θεὸν πότερον τὸ ἐν τοῖν χεροῖν αὐτοῦ στρουθίον ζῴην ἢ οὔ. Ἡ δὲ ἀπόκρισις, ἔφη ὁ μάντις,  ἐν ταῖς χερσίν σού ἐστιν.

Ἀνάγνωσις τοῦ ν' μύθου

Ἀνὴρ κομπαστής

Image

Δεῖξον νῦν ἡμῖν, ὦ τᾶν, πότερον ἀληθῶς δύνασαι ἐνταῦθα πηδᾶν ὡς ἐν τῇ Ῥόδῳ καὶ πιστεύσομέν σοι.

Ἀνάγνωσις τοῦ να' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
 
Posts: 3094
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Next

Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 20 guests