Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Image
Οἱ Καταστερισμοὶ ἢ αἱ Ἀστροθεσίαι ἐπιγραφή ἐστι βίβλῳ ἐχούσῃ τοὺς περὶ τῶν τε ἀστέρων καὶ τῶν ἀστερισμῶν μύθους, τοὺς τῶν παλαιῶν Ἑλλήνων. Αὕτη δὲ ἡ βίβλος λέγεται εἶναι ἐπιτομὴ ἐν τῷ πρώτῳ μετὰ Χριστὸν ἀιῶνι συλλεγμένη μείζους τεύχους τινὸς ὃ Ἐρατοσθένης ὁ ἔνδοξος ἀστρονόμος ἔγραψεν. Ἐν δὲ τοῖς μέλλουσιν μησὶν ἐπιθυμῶ φωνῇ μεγάλῃ ἀναγιγνώσκειν πᾶσαν τὴν βίβλον ἠχωγραφὰς ποιῶν. Καὶ δὴ καὶ εὑρήσομαι πίνακας ἵνα δεικνύω τοὺς περὶ τῶν ἀστέρων μύθους, γράφων ὑπομνήματά τινα.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ἄρκτου μεγάλης

Image

Ἡ τοῦ Λυκάονος θυγάτηρ μετὰ τῆς θεοῦ Ἀρτέμιδός τε καὶ τῶν νυμφῶν ἐθήρευεν. Ἐπεὶ ὁ Ζεὺς συνέμειξεν αὐτῇ, συνέλαβε τέκνον. Ἡ δὲ Ἄρτεμις, εὑροῦσα αὐτὴν ἐν γαστρὶ ἔχουσαν καὶ διόπερ πολὺ ὀργισθεῖσα, εἰς ἄρκτον ἤλλαξεν αὐτήν.

Image
Ἡ δὲ ταπεινὴ γυνὴ, ἄρκτος γεγονυῖα, ἔτεκεν υἱόν, ᾧ ὄνομα Ἀρκὰς ἦν. Ἡ δὲ μήτηρ καὶ ὁ υἱὸς διεχωρίσθησαν πολλὰ ἔτη. Τότε μὲν ἡ ἄρκτος παραβαίνει τὸ τοῦ Δίος ἱερόν, ὁ δὲ Ἀρκάς, φύλαξ αὐτοῦ ὤν, οὕτω διώκει αὐτήν ὥστε ἀποκτείνειν. Μὴ τοῦτο γένοιτο, ὁ Ζεὺς ἄμφω εἰς τὸν οὐρανόν μετέθηκε.

Image
Ὁ τῆς μεγάλης ἄρκτου ἀστερισμός

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

ὁ οὖν Ἀρκάς, μέλλων τὴν ἀρκτὸν ἀποκτενεῖν, οἶδε ὅτι τὴν μητέρα ἀποκτείνοι?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Markos wrote:ὁ οὖν Ἀρκάς, μέλλων τὴν ἀρκτὸν ἀποκτενεῖν, οἶδε ὅτι τὴν μητέρα ἀποκτείνοι?
Ὁ μὲν μῦθος οὐ λέγει τοῦτο, νομίζω δὲ ἔγωγε ὅτι ὁ Ἀρκὰς οὐ ᾔδειν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

bedwere wrote:
Markos wrote:ὁ οὖν Ἀρκάς, μέλλων τὴν ἀρκτὸν ἀποκτενεῖν, οἶδε ὅτι τὴν μητέρα ἀποκτείνοι?
Ὁ μὲν μῦθος οὐ λέγει τοῦτο, νομίζω δὲ ἔγωγε ὅτι ὁ Ἀρκὰς οὐ ᾔδειν.
ἴσως μὲν καλῶς ἐνόμισας, φίλε. ἴσως δ' οὐκ ᾔδειν ὁ Οἰδίπους ὅτι ἡ μήτηρ εἴη! :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ἂρκτου μικρᾶς

Image
Ὁ μὲν περὶ ἄρκτου τῆς μικρᾶς μῦθος δοκεῖ εἶναι ὁ αὐτὸς τῷ τῆς μεγάλης. Ἀναγιγνώσκομεν δὲ ὅτι κατὰ τοὺς πολλοὺς τῇ τῆς Ἀρτέμιδος νύμφῃ ὄνομα Φοινίκη ἦν. Ἔστι μέντοι καὶ ἄλλος μῦθος λέγων ὅτι οὖτος ὁ ἀστερισμός ἐστι ὁ τῆς Κυνοσούρας, τῆς τοῦ Διὸς τροφοῦ. Ἄλλοι δέ φασιν τὸ τῆς τροφοῦ ὄνομα εἶναι Ἡλίκη. Ἐπείδη ἐκείνη ἡ γυνὴ τὸν τῶν θεῶν βασιλέα παῖδα ὄντα ἔθρεψε, ὁ Ζεὺς ἐν τοῖς οὐρανοῖς ἔθηκεν αὐτήν.

Image

Ὁ ἄρκτου τῆς μικρᾶς ἀστερισμός μετὰ τοῦ τοῦ δράκοντος . Ὁ δὲ ἐνδοξότατος ἀστὴρ καλεῖται Πόλος, περὶ ὃν ὁ οὐρανὸς στρέφεται.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Δράκοντος

Image

Ἐν τούτῳ τῷ πίνακι θεᾶσθε τὴν Ἥραν ὑπὸ τοῦ Διὸς γαμοῦσαν. Κατὰ δὲ Φερεκύδην τὸν φιλόσοφον, πάντων τῶν θεῶν δῶρα αὐτῇ διδόντων, ἡ Γῆ χρυσᾶ μῆλα τἦ Ἥρᾳ προσήνεγκεν.

Image

Ἡ οὖν θεὸς λίαν τῷ δώρῳ χαρεῖσά τε καὶ ἐν τῷ τῶν Ἑσπερίδων κήπῳ πῆξαι εἰποῦσα, ἐκέλευσε τὰς τρεῖς νύμφας φυλάττειν τὸ δένδρον. Ἐπείδη αἱ παρθένοι ἐνίοτε μῆλον ἓν ἤσθιον, ἡ Ἥρα ἔθηκε καὶ μέγαν ὄφιν ὥστε τοῦ κήπου φύλακα εἶναι.
Image

Τέλος μὲν ὁ Ἡρακλῆς, τὰ χρυσᾶ μῆλα ἐπιθυμῶν καὶ δεινῶς μαχεσάμενος, ἀπέκτεινε τὸν δράκοντα. Νῦν δὲ ἄμφω ἐν τοῖς οὐρανοῖς κεῖσθον.

Image

Ὁ μέγας τοῦ Δράκοντος ἀστερισμός.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος
Last edited by bedwere on Mon Feb 23, 2015 4:27 pm, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

ὁ μὲν δράκων ὑπερμεγέθης ἦν. ὁ δὲ τοῦ Δράκοντος ἀστερισμὸς λίαν ὑπερμεγέθης.

Reading your Greek summaries before hand makes the text easier to comprehend, and the audio then becomes quite comprehensible.

οὕτος μὲν ὁ ὄφις τὸν καρπὸν φυλάσσει. ὁ δὲ (Γένεσις Γ.) τοὺς ἀνθρώπους ἐσθίειν ποιεῖ.

But that snake will not wind up in the heavens. :wink:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Markos wrote:ὁ μὲν δράκων ὑπερμεγέθης ἦν. ὁ δὲ τοῦ Δράκοντος ἀστερισμὸς λίαν ὑπερμεγέθης.

Reading your Greek summaries before hand makes the text easier to comprehend, and the audio then becomes quite comprehensible.

οὕτος μὲν ὁ ὄφις τὸν καρπὸν φυλάσσει. ὁ δὲ (Γένεσις Γ.) τοὺς ἀνθρώπους ἐσθίειν ποιεῖ.

But that snake will not wind up in the heavens. :wink:
Συμφωνῶ. :D

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Τοῦ ἐν γόνασιν

Image

Ὁ ἐν γόνασίν ἐστιν Ἡρακλῆς, ὁ τὸν Δράκοντα ἀποκτείνας. Ὁ γὰρ ὄφις τῶν χρυσῶν μήλων φύλαξ ὑπὸ τῆς Ἥρας τεταγμένος ἦν. Ὁ δὲ Ζεύς, ὁ τοῦ Ἡρακλέους τε καὶ πολλῶν ἄλλων πατήρ, ἀνέθηκε τὸν ἀστερισμὸν αὐτοῦ ἵνα οἱ ἄνθρωποι μεμνημένοι τοῦ ἔργου εἴησαν. Ἡ μὲν τοῦ ὄφεως κεφαλὴ ἄνω ἦρται, ὁ δ' Ἡρακλῆς ἐπιβέβηκεν αὐτῷ. Τὸ μὲν ἕν τοῦ Ἡρακλέους γόνυ κεκαμμένον ἐστίν, ὁ δ' ἕτερος ποὺς πρὸς τὴν τοῦ Δράκοντος κεφαλὴν τέταται.

Image

Καὶ δὴ καὶ ὁ Ἡρακλῆς ἔχει ῥόπαλον ἐν τῇ δεξιᾷ χειρί.

Image

Ὁ μὲν Ψευδο-Ἐρατοσθένης λέγει ὅτι ὁ Ἡραλκῆς περιβέβληκε τῇ ἀριστερᾷ τὴν λεοντῆν. Ὁ δὲ πίναξ δείκνυσι τὸν Ἡρακλέα τὴν λεοντῆν ἐνδεδυμένον.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Στεφάνου
Image


Ὁρᾶτε μὲν ἐν τούτῳ τῷ πίνακι κάλλιστον χρυσοῦν στέφανον, ᾧ πλουσία νυμφή τις ἐστεφανώθη ἐν τοῖς γάμοις αὐτῆς.

Image
Ὁ δὲ Διόνυσος, ὁ τοῦ οἴνου θεός, ἀνέβαλεν εἰς τοὺς οὐρανοὺς τὸν τῆς Ἀριάδνης στέφανον. Ἔγημε γὰρ αὐτὴν πρὸ πασῶν τῶν θεῶν, τὸν στέφανον ἀπὸ τῆς Ἀφροδίτης τε καὶ τῶν Ὡρῶν δεξομένην. Φασὶν δὲ τὸν στέφανον ὑπὸ τοῦ Ἡφαίστου ποιηθῆναι. Ἒστι μέντοι ἄλλος μῦθος λέγων ὅτι ὁ Διόνυσος, τῆς Ἀριάδνης ἐρῶν, ἐλθὼν πρὸς τὸν Μίνω τὸν πατέρα αὐτῆς, ἔδωκε τὸν στέφανον δῶρον ὥστε συμμιγνύναι αὐτῇ. Ἔπειτα ὁ Θησεὺς τῷ φωτίζοντι στεφάνῳ χρώμενος ἐκ τοῦ λαβυρίνθου ἐξῆλθεν. Τέλος δὲ ἐν τῇ Νάξῳ νήσῳ μετὰ τῆς Ἀριάδνης ὤν, ἔθηκε τὸν στέφανον ὡς εἶδος ἐν τῷ οὐρανῷ.

Image
Ὁ τοῦ Στεφάνου ἀστερισμὸς καὶ ὁ τοῦ ἐν γόνασιν.


Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ὀφιούχου

Image
Ὡς τοὔνομα σημαίνει, ὁ Ὀφιοῦχος ἔχει ὄφιν ἐν ταῖς χειρσίν, Ἀσκληπιὸς ὁ ἔνδοξος ἰατρὸς ὤν.

Image
Ὁ μὲν Ἀσκληπιὸς οὕτως ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν Ἱππόλυτον ἐγεῖραι. Τοῦτο δὲ τοὔργον οὐκ ἤρεσε τοῖς θεοῖς, τοῖς ζηλοτύποις οὖσιν.


Image
Διόπερ ὁ Ζεὺς καταβαλὼν κεραυνὸν ἐπὶ τὸν τοῦ Ἀσκληπιοῦ οἶκον ἀπέκτεινεν αὐτόν.Ἔπειτα δ' ἀνέθηκε τὴν μορφὴν ἐν τῷ οὐρανῷ ἵνα τῷ Ἀπόλλωνι χαρίζοιτο.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος
Last edited by bedwere on Sun Mar 22, 2015 4:02 am, edited 1 time in total.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Σκορπίου

Image
Οὗτος ὁ μέγας σκορπίος ὑπὸ τῆς Ἀρτέμιδος ἐκ λόφου τινὸς τῆς Χίου νήσου ἀπεσταλμένος ἀπέκτεινε τὸν Ὠρίωνα, τὸν θηρευτήν, τὸν ὑβρίσαντα αὐτήν.

Image

Ὁ δὲ Ζεὺς εἰς μνήμην τοῦτου τοῦ ἔργου ἔθηκε τὸ εἶδος ἐν τῷ οὐρανῷ. Οὕτως μέγας ἐστὶν ὁ σκορπίος, ὥστε κεῖσθαι ἐπὶ τῷ ἕκτῳ μέρει τοῦ κύκλου.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος
Last edited by bedwere on Sun Mar 22, 2015 4:30 pm, edited 5 times in total.

mwh
Textkit Zealot
Posts: 4816
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by mwh »

ευγε ω φιλε!

παρα σοὶ μεντοι ορω κεισθαι ταδε, Ὁ μὲν Ἀσκληπιὸς ὅιος ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν Ἱππόλυτον ἐγεῖραι
αλλ’ ουκ ορθως το οιος αγαθος εγραψας· εδει γαρ γραφειν η ουτως αγαθος η τοσουτον αγαθος· ου γαρ;

αρα τον Ἱππόλυτον ητοι ισως τον Πενθεα βουλει λεγειν, ο εστι και ηδη διεσπαραγμενον τινα νεκρον;

ὁ μέγα σκόρπιος· εθελες μεν ουν μέγας.

ἐξ λόφου τινὸς ἐν τῇ Χίῳ νήσῳ ἀπεσταλμένος· βελτιον αν ην εκ λοφου τινος της χιου νησου.

φιλοπόνει.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

mwh wrote:ευγε ω φιλε!

παρα σοὶ μεντοι ορω κεισθαι ταδε, Ὁ μὲν Ἀσκληπιὸς ὅιος ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν Ἱππόλυτον ἐγεῖραι
αλλ’ ουκ ορθως το οιος αγαθος εγραψας· εδει γαρ γραφειν η ουτως αγαθος η τοσουτον αγαθος· ου γαρ;

αρα τον Ἱππόλυτον ητοι ισως τον Πενθεα βουλει λεγειν, ο εστι και ηδη διεσπαραγμενον τινα νεκρον;

ὁ μέγα σκόρπιος· εθελες μεν ουν μέγας.

ἐξ λόφου τινὸς ἐν τῇ Χίῳ νήσῳ ἀπεσταλμένος· βελτιον αν ην εκ λοφου τινος της χιου νησου.

φιλοπόνει.
Χαῖρε, ὦ βέλτιστε διδάσκαλε. Χάριν μὲν μεγάλην ἔχω σοι ὑπὲρ τῶν διορθώσεών σου, τὸ δ' ἐρώτημα φανερὸν ἔμοιγε οὐκ ἔστιν. Ἴσως λέγεις ὅτι ἔδει τὸν Ἀσκληπίον ἐγεῖραι καὶ τὸν διεσπαραγμένον Πενθέα;

Ἔρρωσο.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

mwh wrote:ὁ μέγα σκόρπιος· εθελες μεν ουν μέγας.
ἀκριβῶς ἔγραψας σύγε. "σκορπίος" γὰρ ἀρσενικόν, "μέγα" δ' οὐδέτερον.
bedwere wrote: Οὗτος ὁ μέγας σκοπρίος...
ὦ τᾶν! πάλιν ἥμαρτες! δεῖ λέγειν ἢ "ὁ μέγας σκορπίος" ἢ "τὸ μέγα κόπριον." :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Markos wrote:
mwh wrote:ὁ μέγα σκόρπιος· εθελες μεν ουν μέγας.
ἀκριβῶς ἔγραψας σύγε. "σκορπίος" γὰρ ἀρσενικόν, "μέγα" δ' οὐδέτερον.
bedwere wrote: Οὗτος ὁ μέγας σκοπρίος...
ὦ τᾶν! πάλιν ἥμαρτες! δεῖ λέγειν ἢ "ὁ μέγας σκορπίος" ἢ "τὸ μέγα κόπριον." :lol:

Ναί, ἁμαρτωλὸς γάρ εἰμι. :D

mwh
Textkit Zealot
Posts: 4816
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by mwh »

bedwere wrote:Χάριν μὲν μεγάλην ἔχω σοι ὑπὲρ τῶν διορθώσεών σου, τὸ δ' ἐρώτημα φανερὸν ἔμοιγε οὐκ ἔστιν. Ἴσως λέγεις ὅτι ἔδει τὸν Ἀσκληπίον ἐγεῖραι καὶ τὸν διεσπαραγμένον Πενθέα;
χαιρειν.
ἵν’ αποκρίνωμαι το υπο σοῦ ερωτηθὲν περι ὧν έγραψ’ εγώ·
ουκ ευ συνεὶς δια τί τον Ιππόλυτον εξαιρέτως προήνεγκας, εκεῖνον δη προελόμενος εκ των αλλων τεθνηκότων (ἡ βύβλος γαρ ουχ ἕνα τιν’ εκ τουτων των μυριων εκλέγει, ουδ’ οιδα εκεινον γε κατα τους μυθογραφους εκ των νεκρῶν εξαναστάντα), τον Πενθέα εισήγαγον ως και άλλον τινα δυσδαίμονα ου μονον βιαίως αποθανόντα αλλα και τα μέλη διασπαραχθέντα ομοίως και τω ετερω (ει και προς γυναικων αλλ’ου προς ταυρου τινος). αλλὰ ταῦτ’ ω φίλτατε ου διαφέρει ουδέν.
ερρωσο

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by jeidsath »

ὅρα τὸν βιβλίον περὶ εὐσεβείας τοῦ Φιλόδημου, ἐν σελίδι δευτέρᾳ καὶ πεντηκοστῇ.

Ἀσκληπιὸν δὲ Ζεὺς ἐκεραύνωσεν, ὡς μὲν ὁ τὰ Ναυπακτικὰ συνγράψας κὰν Ἀσκληπιῷ Τελέστης καὶ Κεινησίας ὁ μελοποιός, ὅτι τὸν Ἱππόλυτον παρακληθεὶς ὑπ’ Ἀρτέμιδος ἀνέστησεν, ὡς δ’ ἐν Ἐριφύλῃ Στησίχορος, ὅτι Καπανέα καὶ Λυκοῦργον.

κινδυνεύει τὰ τοῦ Ἀρτέμιδος καὶ Ἱππολύτου θεῖα (ἤ τοὺς σεβομένους) πεποιηκέναι τὸν μῦθον.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

User avatar
jeidsath
Textkit Zealot
Posts: 5342
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by jeidsath »

ἐνταῦθα ἐστι Ψευδο-Ἀπολλόδωρος.

εὗρον δέ τινας λεγομένους ἀναστῆναι ὑπ’ αὐτοῦ, Καπανέα καὶ Λυκοῦργον, ὡς Στησίχορός φησιν ἐν Ἐριφύλῃ, Ἱππόλυτον, ὡς ὁ τὰ Ναυπακτικὰ συγγράψας λέγει, Τυνδάρεων, ὥς φησι Πανύασις, Ὑμέναιον, ὡς οἱ Ὀρφικοὶ λέγουσι, Γλαῦκον τὸν Μίνωος, ὡς Μελησαγόρας λέγει.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ναί, ὦ φίλτατε. Δοκεῖ γάρ μοι τὸν Ψευδο-Ἐρατοσθένην οὐ πάντας τοὺς μύθους διηγεῖσθαι. Εἰ οὖν ἄλλους εὕροις, γράψον ἐνταῦθα, παρακαλῶ.

mwh
Textkit Zealot
Posts: 4816
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by mwh »

δει με ζητειν προτερον η γραφειν. δηλονοτι η Αρτεμις επεισε τον Ασκληπιον εξαναστησαι τον Ιππολυτον δια την εις αυτην ευσεβειαν αυτου. οι δε τραγωδοποιοι ου φαινονται ακολουθειν· καιτοι ουκ ηγνοουν, ως εμοιγε δοκει. παρ’ Ευριπιδῃ γουν εν τω επιλογω του Ιππολυτου στεφανηφορου η θεα προαγορευει ως παρα τοις Τροιζηνιοις τιμηθησεται (1423-5), και Παυσανιας μνημονευει επιφανεστατον τι τεμενος υπο των Τροιζηνιων τω Ιππολυτω ανειμενον, εν ωπερ φησιν αγαλμα τι ιδρυσθαι του Ασκληπιου, “Τροιζήνιοι δὲ οὐκ Ἀσκληπιὸν ἀλλὰ εἰκόνα Ἱππολύτου φασὶν εἶναι” (2.32.4). και αυτο το του Ιππολυτου τεμενος ως δοκει ην εντος του Ασκληπιειου. τουτοις φαινεται υποκειμενος ο λογος της αναστασεως.

και ινα τω bedwere χαριν φερωμεν, ιδου καταστερισμος τις· “ἀποθανεῖν δὲ αὐτὸν οὐκ ἐθέλουσι [οι Τροιζηνιοι] συρέντα ὑπὸ τῶν ἵππων οὐδὲ τὸν τάφον ἀποφαίνουσιν εἰδότες: τὸν δὲ ἐν οὐρανῷ καλούμενον ἡνίοχον, τοῦτον εἶναι νομίζουσιν ἐκεῖνον Ἱππόλυτον τιμὴν παρὰ θεῶν ταύτην ἔχοντα.” (2.32.1). ωστε κατα γε Τροιζηνιους ο Ηνιοχος ουκ αλλος ην η ο Ιππολυτος.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

<Π>ερὶ τοῦ Βοώτου τοῦ καὶ Ἀρκτοφύλακος


Image
Οὗτός ἐστιν ὁ ἀστερισμὸς τοῦ Ἀρκάδος, ὅς ἦν τῆς Καλλιστοῦ καὶ τοῦ Διὸς υἱός. Ὁ δ' Ἀρκὰς ᾤκει περὶ τὸ Λύκαιον ὄρος, ὅπου ἦν τὸ Λύκαιον ἱερόν.

Image
Ὁ δὲ Λυκάων, ὁ πάππος τοῦ Ἀρκάδος, ἀποκτείνας τε τὸν παῖδα καὶ ὀπτήσας αὐτόν, προήνεγκε τὸ κρέας τῷ Διί, ξένῳ τοῦ Λυκάονος ὄντι. Ἐπειδὴ ὁ Ζεὺς τοῦτο συνῆκε, μάλα ὀργισθεὶς μετέβαλε μὲν τὸν Λυκάονα εἰς λύκον, κατέκαυσε δὲ κεραυνοῖς τὴν οἰκίαν αὐτοῦ. Μετὰ τοῦτο, ὁ τῶν θεῶν βασιλεὺς ἀνέπλασε τὸν ταλαίπωρον παῖδα.

Image

Ὁ δὲ Ἀρκάς, νεανίας γεγονώς, ἔγημεν ἄκων τὴν μητέρα. Ἔπειτα οἱ τὴν χώραν οἰκοῦντες ἤθελον κατὰ τοὺς νομούς θύειν αὐτούς ὡς ἱερὰ τοῖς θεοῖς, ὁ Ζεὺς εἰς τοὺς οὐρανοὺς ἀνέθηκεν αὐτούς.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Παρθένου


Image

Ἡ Δίκη θυγάτηρ τοῦ Διὸς καὶ τῆς Θέμιδος οὖσα πρῶτον ᾤκει μετὰ τῶν ἄνθρώπων. Ἔπειτα μὲν πόλεμοι καὶ ἀδικία ἐγένοντο, ἡ δὲ Δίκη ἀνεχώρησεν ἐπὶ τὰ ὄρη. Τελὸς δ' οὔ μᾶλλον τὴν ἀνθρωπίνην ὕβριν φέρουσα ἀνῆλθε εἰς τοὺς οὐρανούς. Ἐν δὲ ταύτῃ τῇ Ἀττικῇ κύλικι θεωροῦμεν τὸν Αἴαντα ὑβρίζοντα τὴν Κασσάνδραν.

Image

Ἡ δὲ παρθένος ἔχει στάχυν ἐν τῇ χειρί. Διόπερ ἄλλοι μὲν νομίζουσιν αὐτὴν εἶναι τὴν Δήμητρα, τὴν τῶν ἀγρῶν θεάν. Ἂλλοι δ' ἄλλην θεάν.

Image
Τί ἐστι στάχυς; Ἴδετε δὴ τρεῖς στάχυας· ἕνα τῆς κριθῆς καὶ ἕνα τοῦ πυροῦ καὶ ἕνα τῆς σικάλεως. Καὶ στάχυς ἐστὶν ὄνομα τῷ λαμπροτάτῳ ἀστέρι ἐν τῷ τῆς Παρθένου ἀστερισμῷ.


Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Διδύμων

Image

Οἱ Διόσκουροι ἢ Διόσκοροι, ὡς τοὔνομα αὐτὸ σημάνει, ἦσαν δύο υἱοὶ τοῦ Διός, ἐν τῇ Λακωνικῇ χώρᾳ γεννηθέντες. Τοιαύτη ἦν ἡ φιλία μεταξὺ τῶν ἀδελφῶν, ὥσπερ ἔφθανε τὴν φιλίαν ἁπάντων τῶν ἄλλων ἀνθρώπων. Διὰ τοῦτο ὁ Ζεὺς ἦρεν αὐτοὺς εἰς τοὺς οὐρανούς.

Image

Ἐν δὲ ταύτῃ τῇ εἰκόνι θεώμεθα Ἀττικὸν κρατῆρα ἢ κύλικα. Ὁ μὲν Κάστωρ εἷς τῶν Διοσκόρων ὢν ὁρᾶται πίλον ἐπὶ τῆς κεφαλῆς ἐνδεδυμένος. Τῷ δ' ἑτέρῳ ἀδελφῷ ὄνομά ἐστι Πολυδεύκης. Ὁ μέντοι Ψευδο-Ἐρατοσθένης οὐ λεγει τὰ ὄνοματα αὐτῶν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Καρκίνου

Image

Ἡ Ἥρα, ἡ ἀεὶ μισοῦσα τὸν Ἡρακλέα, τέθηκε τὸν καρκίνον ἐν τοῖς ἀστράσιν ὅτι οὗτος μὲν ἔδακε τὸν τοῦ τὴν ὕδραν μαχομένου Ἡρακλέους πόδα, ὁ δὲ υἱὸς τοῦ Διὸς ἄπέκτεινε τὴν ὕδραν τε καὶ τὸν καρκίνον.


Image

Ἐπὶ τούτῳ τῷ ληκύθῳ ὁρῶμεν τόν τε Ἡρακλέα τὴν ὕδραν μαχόμενον καὶ τὸν καρκίνον ἐπιτιθέμενον αὐτῷ καὶ τὴν Ἀθηνᾶν τῷ Ἡρακλεῖ ὠφελοῦσαν.

Image

Ἐν δὲ τῷ τοῦ Καρκίνου ἀστερισμῷ εἰσι καὶ οἱ ὄνοι, οἱ ὀχοῦντες Διόνυσον καὶ τὸν μεθυσθέντα Ἥφαιστον καὶ τοὺς Σατύρους. Ἐπείδη οἱ Γίγαντες, οἱ τῶν θεῶν ἔχθροι, ἔτυχον πάροντες, τὰ μὲν ζῷα ἐφθέγξατο, οἱ δὲ Γίγαντες φοβούμενοι ἔφυγον.

Image

Τέλος δ' ἔστι νεφέλιόν τι καλούμενον Φάτνη, ὅπου οἱ ὄνοι τρέφονται.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

χαῖρε, ἄριστε.
Ψευδο-Ἐρατοσθένης wrote:[ὁ καρκίνος] ἔδακεν αὐτοῦ τὸν πόδα...
Gen 3:15b wrote:αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
ἀλλὰ ἐν τῷ τῶν αἰώνων τέλει, λύσει Χριστὸς πάσας νόσους, καὶ τὸν καρκίνον, καὶ τὸν θάνατον!
A. Ag. 4 wrote:ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν...
σύγε, φίλε Ροβέρτο, κάτοιδας τὴν τῶν νυκτέρων ἄστρων ὁμήγυριν. διὰ δέ σε, ἡμεῖς νῦν πάντες κατοίδαμεν τὴν τῶν νυκτέρων ἄστρων ὁμήγυριν. χάριν οὖν σοι δίδομεν δή.

ἔρρωσο, φίλτατε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Χαῖρε, ὦ λῷστε Μᾶρκε. Χάριν δ' ἔχω σοι καλὸν παράδειγμα ἐκ τῆς ἁγίας γραφῆς προσσχόντι. Οἱ μὲν λόγοι σου τιμῶσίν με μᾶλλον ἢ ἄξιός εἰμι, φιλῶ δέ. :D

Ἔρρωσο

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Λέοντος

Image
Τοῦτ' ἔστι τὸ τῆς Νεμέας στάδιον. Ἐν δὲ τῇ Νεμέᾳ λέων τις μέγας τε καὶ δεινὸς ἦν.


Image
Πόλλοι μὲν οἷοί τ'ἦσαν τοὺς ἂλλους λέοντας ἀποκτείνειν, μόνον δ' ὁ Ἡρακλῆς οὕτως ἰσχυρὸς ἦν ὥστε συμπαλαίσας ταῖς χερσὶν ἔπνιξε τὸν Νεμεαῖον λέοντα .Ἔπειτα ὁ Ἡρακλῆς ἔλαβε τὴν λεοντῆν αὐτοῦ.

Image
Ὁ δὲ Ζεὺς πολὺ ἐτίμησε τὸν λέοντα. Ὁ γὰρ τοῦ λέοντος ἀστερισμὸς ὁ πρῶτός ἐστι τῶν τέτταρας πόδας ἐχόντων.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος
Last edited by bedwere on Mon Apr 27, 2015 9:48 pm, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

δοκεῖ δ' ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τετραπόδων ἡγεῖσθαι.
πῶς γὰρ οὔ? τὸν γὰρ λέοντα "τὸν τῆς ὕλης βασιλέα" καλοῦμεν.
Last edited by Markos on Mon Apr 27, 2015 10:03 pm, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Markos wrote:
δοκεῖ δ' ὑπὸ Διὸς τιμηθῆναι τοῦτο τὸ ζῴδιον διὰ τὸ τῶν τετραπόδων ἡγεῖσθαι.
πῶς γὰρ οὖν? τὸν γὰρ λέοντα "τὸν τῆς ὕλης βασιλέα" καλοῦμεν.

Προσδοκῶ οὖν παρά σου, ὦ φίλε Μᾶρκε, τὴνδε τὴν ᾤδην ἐν τῇ Ἑλληνικῇ.
:D

https://www.youtube.com/watch?v=_LBmUwi6mEo

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ἡνιόχου

Image
Αὕτη μὲν ἡ εἰκὼν δείκνυσι τὸν τοῦ Ἡνιόχου ἀστερισμόν, τὸν ἔχοντα τήν τε Αἶγα καὶ τοὺς Ἐρίφους.

Image

Ὅδε δ' ὁ μῦθος οὐ προσήκει τοῖς παιδίοις. Φασὶν γὰρ ὅτι ὁ Ἥφαιστος ἐπεθύμει μὲν τῇ Ἀθηνᾷ συμμίγνυμαι, ἡ δὲ παρθένος ἔφευγεν αὐτόν . Τέλος δ'εὑρὼν τὴν Ἀθηνᾶν καὶ ὑπὸ αὐτῆς πληγείς, ὁ Ἥφαιστος ἀφῆκε τὸ σπέρμα ἐπὶ τὴν γῆν. Ἐκ δὲ τούτου ἐγεννήθη ὁ Ἐριχθόνιος. Ἔπειτα, ἄνηρ γεγονὼς, πρῶτος ἤλασεν ἅρμα διὰ ἵππων λευκῶν, ὅμοιον τῷ τοῦ Ἡλίου ὄν . Καὶ δὴ καὶ ἕστησε τὰ Παναθήναια ἱερά. Διὸ ὁ Ζεὺς ἔθηκεν αὐτὸν ὡς ἡνίοχον ἐν τῷ οὐρανῷ.

Image

Ἐν δὲ τῷ αὐτῷ ἀστερισμῷ ὁρῶμεν τὴν Αἶγά τε καὶ τοὺ Ἐρίφους. Φασὶν δὲ ὅτι ἡ τοῦ Διὸς μήτηρ ἡ Ῥέα ἔδωκε τὸ τεκνίον τῇ Θέμιδι. Ἡ δὲ Θεμὶς ἔδωκεν αὐτὸ τῇ Ἀμαλθείᾳ, ἥ εἶχε Αἶγά τινα τοῦ Ἡλίου θυγατέρα οὖσαν. Ἐτρέφθη οὖν ὁ Ζεὺς ὑπὸ τῆς Αἰγὸς τῷ γάλακτι αὐτῆς.

Image

Ἐπειδὴ ὁ Ζεὺς τηλίκος ἐγένετο ὥστε μάχεσθαι τοῖς τιτᾶσι, ἀποκτείνας τὴν Αἶγα ἔλαβεν ὡς ὅπλα τὴν δορὰν ἐξ αὐτῆς. Ἐποίησε γὰρ τὴν αἰγίδα τὴν τὸ τῆς Γοργόνος πρόσωπον ἔχουσαν, ἣν ὕστερον τῇ Ἀθηνᾷ τῇ φιλουμένῃ θυγατρὶ ἔδωκεν. Ὁ δὲ Ζεὺς κρύψας νέᾳ δορᾷ πάλιν ἔπλασε τὴν Αἶγα, ἵνα θείη αὐτὴν ἐν τῷ οὐρανῷ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ταύρου


Image

Οἱ μὲν λέγουσιν τοῦτον εἶναι τὸν ταῦρον, ὅς τὴν καλὴν Εὐρώπην παρὰ τὸν Δία ἐβάστασε.

Image
Οἱ δέ φασιν εἶναι τὴν τῆς Ἰοῦς μίμησιν. Ἡ γὰρ Ιὼ ὑπὸ τοῦ Διὸς εἰς βοῦν διηλλάχθη.

Image

Μεταξὺ μὲν τῶν τοῦ ταύρου ὀφθαλμῶν πάρεισιν αἱ Ὑάδες. Ἐπὶ δὲ τῆς ῥάχεως θεώμεθα τὰς Πλειάδας, τὰς ἑπτὰ ἀδελφάς.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Κηφέως


Image
Ὁ τοῦ Κεφέως ἀστερισμὸς κεῖται περὶ τὸν ἀρκτικὸν κύκλον. Ἡ γὰρ Ἀθηνᾶ ᾔτησε τὸν τῶν θεῶν πατέρα θεῖναι τὸν Κεφέα ἐν τῷ οὐρανῷ.

Image

Ὁ μὲν Κεφεὺς ἦν βασιλεὺς τῶν Αἰθιόπων. Ἔδωκε δ' Ανδρομέδαν τὴν θυγατέρα τῷ κήτει ὡς βρῶσιν. Ὁ μέντοι Περσεὺς, ὑιὸς τοῦ Διὸς ὤν, ἔσωσεν αὐτήν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Κασσιεπείας

Image
Ἐν τούτῳ τῷ πίνακι θεώμεθα τὴν Κασσιέπειαν ὑπὸ τῆς Κρίσεως στεφανουμένην. Ἡ γὰρ Κασσιέπεια, τῶν Αἰθιόπων βασίλισσα τε καὶ τοῦ Κεφέως γυνὴ καὶ τῆς Ἀνδρομέδης μήτηρ οὖσα, ἔφη αὐτήν τε καὶ τὴν Ἀνδρόμεδαν εἶναι καλλίω τῶν Νηρηΐδων, τῶν τοῦ Ποσειδῶνος θυγατρῶν. Τοῦτο μὲν ἀληθὲς ἦν. Ὁ δὲ Ποσειδὼν ὀργισθεὶς ἐπέμψε τὸ κῆτος διαφθεῖραι τὴν τῶν Αἰθιόπων χώραν.

Image
Ἡ δὲ Κασσιέπεια γράφεται ἐπὶ δίφρου καθημένη.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

Ἡ βίβλος wrote:Ταύτην ἱστορεῖ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιητῆς.
καλῶς δ' ἱστορεῖ οὖτος!
bedwere wrote:Ὁ δὲ Ποσειδὼν ὀργισθεὶς ἐπέμψε τὸ κῆτος διαφθεῖραι τὴν τῶν Αἰθιόπων χώραν.
ἄλλος δέ τις θεὸς ἄλλον κῆτος ἐπέμψεν εἰς ἄλλην χώραν.
Ιω. 2:1: Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν...
Ιω. 3:3 ...καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύθη εἰς Νινευη...
Ιω 3:10: ...καὶ εἶδεν ὁ θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.
ὁ μὲν ἐν ὀργῇ, ὁ δ' ἐν χάριτι.
:D :D :D
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Καλὸν ὑπόμνημα γέγραφας, ὦ Μᾶρκε. Εὐχαριστῶ οὖν σοι.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ἀνδρομέδας

Image
Ἡ Ἀνδρομέδα, ἐν τοῖς ἄστροις ὑπὸ τῆς Ἀθηνᾶς ἀναθεῖσα, δοκεῖ ἐν δεσμοῖς εἶναι.

Image
Ὁ γὰρ πατὴρ προσήνεγκεν αὐτὴν τῷ κήτει ἵνα ἵλεων ποιήσαι τὸν Ποσειδῶνα. Ὁ δὲ Περσεὺς ἔσωσεν αὐτὴν ἀπο τοῦ θηρίου. Διὰ τοῦτο ἡ Ἀνδρομέδα ἐγήματο αὐτῷ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος
Last edited by bedwere on Sat May 30, 2015 3:42 am, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

bedwere wrote:Ὁ δὲ Περσεὺς ἔσωσεν αὐτὴν ἀπὸ τοῦ θηρίου.
καλῶς ἔγραψας τὸ «ἀπό» ἀντὶ τοῦ «ἐκ.» ἡ γὰρ Ἀνδρομέδα ἐν τῷ κήτει οὐκ ἦν. ὁ δὲ Ιωνας ἐν τῇ κολίᾳ τοῦ μεγάλλου ἰχθύος ἦν. ὁ οὖν Θεὸς τοῦτον ἐκ τοῦ θηρίου ἔσωσε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Τὴν γραμματικὴν γιγνώσκεις, ὦ βέλτιστε Μᾶρκε.

Post Reply