Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

bedwere wrote:Οὗτός ἐστιν ὁ ὄρνις, ὃς τὸν Γανυμήδην εἰς τὸν Ὄλυμπον ἀνήνεγκεν, ὅπως ὁ νεανίας οἰνόχοος τῶν θεῶν γένοιτο.
ὁ μὲν ἀετὸς ἄνθρωπον τοῖς θεοῖς ἤνεγκε. τὸ δὲ Πνεῦμα, ὡς περιστερὰ
John 1:32: Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν:
ἤνεγκε θεὸν τοῖς ἀνθρώποις.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Πάνυ γε. Τοιγαροῦν μᾶλλον τοῦ ἀετοῦ ἀρέσκει μοι ἡ περιστερά.


Εὐχαριστῶ σοι, ὦ Μιχαήλ.
Last edited by bedwere on Sun Aug 16, 2015 4:14 am, edited 1 time in total.

mwh
Textkit Zealot
Posts: 4816
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by mwh »

αλλ’ ειπερ εις τον Ολυμπον αφικεσθαι πειρασαιμην, ελοιμην αν υπ’ αετου φερεσθαι μαλλον η υπο περιστερας!

“τοιγαρουν” την πρωτην χωραν λαμβανει.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Δελφῖνος

Image
Οὗτος ὁ Δελφὶς ὠφελήσας τὸν Ποσειδῶνα ἐν τοῖς ἄστροις κεῖται.

Image
Ὁ μὲν γὰρ Ποσειδὼν ἐρῶν τῆς Ἀμφιτρίτης ἤθελε γαμεῖν αὐτήν. Ἡ δὲ νυμφὴ φεγοῦσά τε καὶ τὴν παρθενίαν τηροῦσα παρὰ τῷ Ἄτλαντι κεκρυμμένη ἦν. Ὁ δὲ Δελφὶς ἀπεσταλμένος παρὰ τοῦ Ποσειδῶνος εὕρων ἔπεισε τὴν Ἀμφιτρίτην.
Image
Πολλοῖ οὖν τεχνῖται τὸν Ποσειδῶνα δεικνύασιν φέροντα τὸν Δελφῖνα ἐν τῇ δεξιᾷ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος
Last edited by bedwere on Mon Aug 24, 2015 12:59 pm, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

bedwere wrote:Ὁ δὲ Δελφὶς ἀπεσταλμένος παρὰ τοῦ Ποσειδῶνος εὕρων ἔπεισε τὴν Ἀμφιτρίτην.
ὁ μὲν Δελπὶς ἦν ἀπεσταλμένος παρὰ τοῦ Ποσειδῶνος τοῦ πείθειν τὴν Ἀμφιτρίτην. ὁ δὲ Γαβριὴλ ἀπεστάλη ὑπὸ Θεοῦ τοῦ πεῖσαι τὴν Μαριάμ. ἀμφότεραι δὲ ἐπείσθησαν. εἶπε γὰρ Μαριάμ
ΚΑΤΑ ΛΟΥΚΑΝ 1:38: γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

ἠ μὲν Ἀμφιτρίτη, πειθομένη, τὴν παρθενίαν ἀπώλεσε. ἡ δὲ Μαριάμ, πεισθεῖσα, τὴν παρθενίαν ἐτήρησε.
bedwere wrote:Ἡ δὲ νυμφὴ φεγοῦσά τε καὶ τὴν παρθηνίαν τηροῦσα παρὰ τῷ Ἄτλαντι κεκρυμμένη ἦν.
θέλεις συ λέγειν τὸ φεύγουσα? ἢ τὸ φυγοῦσα?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ἀσπάζομαι, ὦ φίλε Μᾶρκε, ἐν τῇ Ἰταλίᾳ ὤν. Καὶ εὐχαριστῶ σοι ἕνικεν τοῦ λόγου περὶ τῆς παναγίας Θεοτόκου. Ἀποκρινόμενος δὲ τῷ ἐρωτήματί σου, λέγω ὅτι ἡ μὲν νύμφη ἔφυγεν, οὐ δὲ ἤθελε τὴν παρθενίαν ἀπολλύναι. Διότι ἔγραψα καὶ τὸ φεγοῦσά καὶ τὸ τηροῦσα. Οὐ μέντοι οἶδα εἰ ὁ λόγος μου συμφωνεῖ τῇ Ἑλληνικῇ γλώττῃ.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ὠρίωνος
Image
Ἐπὶ τούτῳ τῷ ἀμφορεῖ οὐκ ἔστιν ὁ Ὠρίων ἀλλ' ὁ Οἰνοπίων, ὁ τοῦ Διονύσου υἱός, παρὰ τοῦ πατρὸς οἶνον δεδεγμένος. Ὁ δ' Ὠρίων, ἐπὶ τῆς θαλάττης βήσας, ἦλθον πρὸς Χίον, ὁποῦ ὁ Οἰνοπίων ἦρχε. Ἐπειδὴ ἡ Μερόπη, θυγάτηρ τοῦ Οἰνοπίωνος οὖσα, ὑπὸ τοῦ Ὠρίωνος μεθύοντος ἐβιάσθη, ὁ Οἰνοπίων ἐτύφλωσεν αὐτόν.
Image
Ἥκοντος εἰς Λῆμνον, ὁ Ἥφαιστος ἐλεήσας ἔδωκεν αὐτῷ τὸν Κηδαλίωνα ὡς ἡγεμόνα. Ὁ δὲ ἀναβεβηκὼς εἰς τοὺς τοῦ Ὠρίωνος ὤμους, ἡγήσατο εἰς τὴν ἀνατολήν, ὅπου διὰ τοῦ ἥλιου ὁ Ὠρίων τὴν ὄψιν ἀνέλαβεν. Ἔπειτα ὁ μὲν Ὠρίων ἐζήτησε τὸν Οἰνοπίωνα ὡς θέλων ἀποκτεῖναι αὐτόν. Ὁ δ'Οἰνοπίων κεκρυμμένος οὐχ εὑρέθη.

Image
Μετὰ τοῦτο ὁ Ὠρίων ἐγένετο θηρευτὴς ἐν τῇ Κρήτῃ, τοῦ Ἀρτέμιδός τε καὶ τῆς Λητοῦς παρουσῶν. Τελὸς δ'ὁ Σκορπίος ἀπέκτεινεν αὐτόν. Οἱ μέν φασιν τὴν Γῆν πέμψαι τὸ θηρίον, τοῦ Ὠρίωνος θέλοντος θηρεύειν πάντα τὰ ζῷα. Οἱ δὲ λέγουσιν τὴν Ἀρτέμιδα τοῦτο ποιῆσαι ἵνα τὴν παρθενίαν σώσαι.
Image
Ὁ δὲ Ζεὺς ἀνέθηκε τὸ τοῦ Ὠρίωνος εἴδωλον ἐπὶ τὸν οὐρανόν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

Ἡ βίβλος wrote:Ἡσίοδός φησιν...τὸν Οἰνοπίωνα...ἐκτυφλῶσαι αὐτὸν.
bedwere wrote: ὁ Οἰνοπίων ἐτύφλωσεν αὐτόν.
καλῶς τὸν ἀόριστον χρόνον ἔχομεν. ταχέως γὰρ ὁ Οἰνοπίων ἐποίησε τυφλὸν τὸν Ὠρίωνα, οὐ βραδέως.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ἀλλὰ χρῴμην ἂν τῷ παρακειμένῳ ὑπὲρ τοῦ Ὠρίωνος· ὁ γὰρ Ὠρίων τετυφλωμένος ἦν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Κυνός
Image
Οὗτος ὁ κύων ἦν τῆς Εὐρώπης. Ἔπειτα δ'ὁ Μίνως ἔλαβεν αὐτόν. Πετὰ τοῦτο ἡ Πρόκρις ἰασαμένη ἔσχε τὸν κύνα. Τελὸς δὲ Κέφαλος, ὁ τῆς Πρόκριδος ἀνήρ, ἐχρήσατο αὐτῷ, ταχίστῳ πάντων τῶν κυνῶν ὄντι, ἵνα κατάλαβοι ἀλώπεκά τινα, ἣν οὐδεὶς οἷός τ'ἦν καταλαβεῖν.

Image
Ὁ οὖν Ζεὺς, ὡς τὸν κόσμον σώσων, τὴν μὲν ἀλώπεκα εἰς λίθον μετήλλαξε, τὸν δὲ κύνα εἰς τοὺς ἀστέρας ἀνέθηκεν.
Image
Ἄλλοι δέ φασιν τὸ ζῷον εἶναι τοῦ Ὠρίωνος καὶ σφόδρα χρησιμὸν αὐτῷ. Διὰ τούτου ἐπὶ τοῦ οὐρανοῦ κεῖσθαι. Καὶ δὴ καὶ οἱ θηρευταὶ τιμῶσιν τοὺς κύνας διὰ τὸ τὰ θηρία αὐτοῖς ἀμύνεσθαι.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Λαγωοῦ

Image

Ὥσπερ ὁ Ἀριστοτέλης φησίν, ἡ τοῦ λαγῶ θήλεια ἐπικυΐσκεταί τε καὶ πολλὰ τέκνα τίκτει. Ὁ δ'Ἑρμῆς ἀνέθηκε τὸ εἴδωλον ἐπὶ τὸν οὐρανόν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Ἀργοῦς

Image
Αὕτη ἡ ναῦς τῶν ἐνδόξων ἡρώων, διὰ τῆς Ἀθηνᾶς τεκτονηθεῖσά τε καὶ κατασκευσθεῖσα καὶ τέλος ἐν τῷ οὐρανῷ ταχθεῖσα.

Image
Ἐν δὲ ταύτῃ τῇ εἰκόνι ὁρῶμεν ναῦν τινα ἔχουσαν ἱστὸν σὺν μεγάλῳ ἱστίῳ τε καὶ ναύτην στρέφοντα τοῖς οἴαξιν τὰ πηδάλια.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

bedwere wrote:...ὁρῶμεν...ναύτην στρέφοντα τοῖς οἴαξιν τὰ πηδάλια.
κυβερνήτην οὖν βλέπομεν. κυβερνᾷ γὰρ οὗτος τὸ πλοῖον.

κυβερνήτης, ὁ -- πηδαλιοῦχος (Λ.Σ.Κ.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ακριβῶς δή. Εὐχαριστῶ σοι.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Κήτους

Image
Ἰδού, ὁ Περσεὺς ἀποκτείνει τὸ Κῆτος, τὸ ὑπὸ Ποσειδῶνος ἀπεσταλμένον διαφθεῖραι τὴν τῆς Κασσιεπείας χώραν. Ἡ γὰρ Κασσιέπεια ἔφη εἶναι καλλίων τῶν Νηρηΐδων, τῶν τοῦ Ποσειδῶνος θυγατέρων. Ἡ δὲ γυνή, Ἀνδρομέδη ὀνόματί τε καὶ θυγάτηρ τῆς Κασσιεπείας οὖσα, σῴζεται ὑπὸ τοῦ Περσέως.

Image
Ὑπόμνημα οὖν τούτου τοῦ καλοῦ ἔργου ἀνετέθη ἐπὶ τὸν οὐρανόν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Ποταμοῦ

Image
Οὐκ ἀκριβῶς ἴσμεν τίς ἐστιν οὗτος ὁ ποταμός . Οἱ μὲν λέγουσιν εἶναι τὸν Νεῖλον, τὸν τῆς Αἰγύπτου.

Image
Οἱ δὲ νομίζουσιν ὅτι ἐστὶν ὁ Ἠριδανός, ὁ τῆς Ιταλίας.


Ὁ μὲν Ποταμὸς κεῖται σήμερον ὅλως ἐν τῷ νότῳ, πάλαι δὲ μέρος τι αὐτοῦ ἐν τῷ βορέᾳ ἦν.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

bedwere wrote:...Ἀνδρομέδη...σῴζεται ὑπὸ τοῦ Περσέως.
τῆς Ἑλληνικὴς γλώσσης δυσκόλου οὔσης, ἔγωγε ὑπὸ τοῦ ἄλλου Περσέως σῴζομαι.

http://www.perseus.tufts.edu/hopper/morph

:lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Πάνυ γε. Φιλῶ δὲ ταύτην τὴν πρὸς τὸν Περσέα σύνδεσιν.
http://www.katabiblon.com/tools/perseus-hopperizer/

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ἰχθύος

Image
Ἡ Δερκέτω, τῆς Συρίας θεά τε καὶ θυγάτηρ τῆς Ἀφροδίτης οὖσα, ἔπεσε νυκτὸς ἐν λίμνῃ τινὶ ἐγγὺς τῆς Βαμβύκης.

Image
Ἐπείδη ὁ Ἰχθύς ἔσωσεν αὐτήν, οἱ Σῦροι πολὺ ἐτίμων αὐτόν τε καὶ τὴν τῆς θεᾶς πτῶσιν. Ἰδού, ἡ λίμνη τῶν ἱερῶν ἰχθύων ἐν Ἐδέσσῃ.

Image
Ἡ δὲ θεὰ χάριν εἰδυῖα ἀνέθη εἰς τοὺς ἀστέρας τὸν Ἰχθὺνμετὰ τῶν τέκνων αὐτοῦ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

Θυτηρίου

Image
Πρῶτον μὲν ὁ Ζεύς τε καὶ οἱ ἄλλοι θεοὶ ἐχρήσαντο τῷ θυτηρίῳ, ἐπιθησόμενοι τῷ Κρόνῳ. Ἐπείτα δὲ οἱ θνητοί, ὅτε ἐθέλοιεν κοινωνίαν τινὰ ἔχειν, ἥπτοντο εἰς μαρτύριον. Καὶ δὴ καὶ οἱ μάντεις θυσίας ἐκαίοντο ἐπὶ αὐτῷ, ἵνα τὸ μέλλον ὁρῴησαν.

Image
Διόπερ ἐπιπρέπει αὐτῷ ἐν τῷ ἄστροις εἶναι.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων
Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Κενταύρου

Image
Οὗτός ἐστιν ὁ Χείρων, ὁ σοφώτατος ἐν τοῖς κενταύροις. Ἐγένετο γὰρ πρῶτον διδάσκαλος τοῦ Ἀσκληπιοῦ.

Image
Ἐπείτα δ'ἐπαίδευσε τὸν Ἀχιλλέα.

Image
Τέλος δὲ ἀπέθανεν, τοῦ Ἡρακλέους ἐλθόντος πρὸς αὐτόν. Ἕν γὰρ τῶν τοῦ Ἡρακλέους τοξικῶν βελῶν πεσὸν ἐπὶ τὸν τοῦ Χείρωνος πόδα ἀπέκτεινεν αὐτόν.

Image
Ὁ δὲ Ζεὺς ἀνέθηκε τὸ εἶδος ἐπὶ τὸν οὐρανὸν διὰ τὴν εὐσέβειαν αὐτοῦ.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

Ἡ βίβλος wrote:...δικαιοσύνῃ δὲ ὑπερενέγκας πάντας ἀνθρώπους καὶ παιδεύσας Ἀσκληπιόν τε καὶ Ἀχιλλέα...
ὁ δὲ Ἰησοῦς, τοῦτον καὶ πάντας ἀνθρώπους ὑπερενέγκας δικαιοσύνῃ, τοὺς ἀποστόλους ἐπαίδευσε.

ὑπερφέρω -- ὑπερτερέω, ἐξέχω, ὑπερέχω. (Λ.Σ.Κ.)
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ὀρθῶς γέγραφας, ὠ φίλε. Ὑπερφέροι οὖν ὁ Σωτὴρ ἡμῶν πάντας ἡμᾶς δικαιοσύνῃ τε καὶ ζοῇ τῇ αἰωνίῳ.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Ὕδρου ἐν' ᾧ Κρατὴρ καὶ Κόραξ

Image
Ἔστιν ἑκάστῳ τῶν θεῶν ὄρνις τις ἱερός. Ὁ δὲ τοῦ Ἀπόλλωνος ὄρνις ἐστὶ ὁ κόραξ. Τότε οὖν ὁ Ἀπόλλων, βουλόμενος σπονδὴν ποιῆσαι, ἔπεμψε τὸν κόρακα ἵνα ἐνέγκοι ὕδωρ πρὸς αὐτόν.

Image
Ἦν δὲ συκῆ παρὰ τὴν πηγήν, τῶν σύκων μήπου πεπόνων. Ὁ δὲ κόραξ, ἐπιθυμῶν φαγεῖν τὰ σῦκα, ἔμεινεν ἐπὶ τοῦ δένδρου ἕως οἱ καρποὶ ἑτοῖμοι γένοιντο.

Image
Τέλος δὲ, φαγὼν τὰ σῦκα, ἐπανῆλθεν ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι, φέρων ὕδωρ ἐν τῷ κρατῆρί τε καὶ ὕδρον τινά. Εἶπε γὰρ ὅτι οὗτος ὁ ὕδρος ἐκώλυσέ με. Ὁ δὲ θεός, εἰδὼς τἀληθῆ, ὀργισθεὶς ἔβαλε τὸν κόρακα καὶ τὸν κρατῆρα καὶ τὸν ὕδρον εἰς τὸν οὐρανόν.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Προκυνός

Image
Οὗτός ἐστιν ὁ Προκύων, πρὸ τοῦ κυνὸς ὤν. Καὶ ὁ Προκύων καὶ ὁ Λαγὼς καὶ ἄλλα θηρία παράκεινται παρὰ Ὠρίωνα τὸν μέγαν κυνηγέτην.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Πλανῆται

Image
Ἐισὶν πέντε πλανῆται ὑπὲρ πέντε θεῶν. Ὁ δὲ τοῦ Κρόνου Φαίνων, ὁ δὲ τοῦ Διὸς Φαέθων, ὁ δὲ τοῦ Ἄρεως Πυρόεις, ὁ δὲ τῆς Ἀφροδίτης Ἑωσφόρος ἢ Ἕσπερος, ὁ δὲ τοῦ Ἑρμοῦ Στίλβων.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

Γαλαξίας

Image
Ἀνάγκη ἦν τῷ Ἡρακλεῖ, βρέφει ὄντι, θηλάσαι τὴν τῆς Ἥρας θηλὴν ὡς ἀξιωθείη τῆς τοῦ Ὀλύμπου τιμῆς. Ὁ οῦν Ζεὺς ἐκέλευσε τὸν ῾Έρμὴν κομίσαι τὸν Ἡρακλέα πρὸς τὸν τῆς Ἥρας καθευδούσης μαστόν. Ὁ μὲν βρέφος ἐθήλαζε, ἡ δὲ Ἥρα ἀπεσείσατο αὐτό. Τὸ δὲ τῆς θεᾶς γάλα περισσεῦον ἔποιησε τὴν Γαλαξίαν.

Image
Ὁ τῆς Γαλαξίας κύκλος.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Ἡ βίβλος

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Image
Ὁ Ἄτλας φέρει ἐπὶ τοῖς ὤμοις τὴν τῶν ἀπλανῶν σφαῖραν.

Πᾶσαι αἱ τῶν Καταστερισμῶν ἠχωγραφαὶ ἐνταῦθα εὑρίσκονται

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by Markos »

bedwere wrote: Ὁ Ἄτλας φέρει ἐπὶ τοῖς ὤμοις τὴν τῶν ἀπλανῶν σφαῖραν.
ὁ δ' Ἰησοῦς φέρει και αἴρει τὴν τῶν πλανωμένων ἀνθρώπων ἁμαρτίαν. πάντες γὰρ ἡμεῖς ὡς πρόβατα ἐπλανήθημεν.
μακάριοι οὖν ἠμεῖς ὥστε δεῖ σοι πάλιν χάριν διδόναι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Καταστερισμοὶ ἢ Ἀστροθεσίαι

Post by bedwere »

Καὶ ἔγωγε χάριν ἔχω σοι ὑπὲρ τῶν ὑπομνημάτων σου, ὦ λῷστε Μᾶρκε.

Post Reply