Textkit Logo

10 Greek Paraphrases of John 3:16

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Moderator: annis

10 Greek Paraphrases of John 3:16

Postby Markos » Tue Jan 28, 2014 8:25 pm

John 3:16: οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.

Nonnus of Panopolis' paraphrase of John 3:16: οὕτω γὰρ πολύμορφον ἐφίλατο κόμον ἀλήτην ὑψιμέδων σκηπτοῦχος, ὅτι χραισμήτορα φωτῶν μουνογενῆ λόγον υἷα πόρεν τετράζυγι κόσμῳ, ὄφρα μιν ὃς δέξοιτο μετάτροπον ἦθος ἀμείψας, πίστιν ἐς ἀστυφέλικτον ἑκούσιον αὐχένα κάμπτων, ζωῆς οὐρανίης αἰώνιον εἰς χορὸν ἔλθῃ, ναίων ἄφθιτον οἶκον ἐν εὐδένδρῳ παραδείῳ.


1. ὁ Θεὸς ἠγάπησε τὸν κόσμον. ἔδωκεν γὰρ τὸν υἱὸν τὸν αὐτοῦ μονογενῆ. πᾶς οὖν ὁ πιστεύων εἰς αὐτὸν οὐκ ἀπολέσει, ἀλλ' ἕξει ζωὴν αἰώνιον.

2. μάλιστα ἡμᾶς ἐφίλησεν ὁ πατήρ, τὸν παῖδα τὸν ἀγαπητὸν πέμψας, ὅπως πιστεύοντες ἐν αὐτῷ, εἰς τοὺς αἰώνας ζῶμεν.

3. τοὺς ἀνθρώπους γὰρ ἀγαπήσας, προσήνεγκεν ὁ Κύριος τὸν Ἰησοῦν, χαριζάμενος ζωὴν τοῖς πιστεύουσι.

4. ἡ γὰρ τοῦ Θεοῦ ἀγάπη σῴζει ἡμᾶς ἐκ θανάτου διὰ τοῦ δώρου τοῦ Ἰησοῦ, εἴπερ αὐτῷ πιστεύωμεν.

5. τεθανάτωται δὴ ὁ θάνατος διὰ τοῦ θανάτου Ἰησοῦ τοῦ δοθέντος ὑπὸ θεοῦ τοῦ ἀγαπῶντος τοὺς ἁμαρτώλους.

6. ἐδόθη δὴ ὁ τοῦ θεοῦ υἰὸς ἐν ἀγάπῃ τῷ κόσμῳ. ἐὰν οὖν πιστεύῃ τις ἐπὶ αὐτῳ, σωθήσεται οὗτος.

7. δῶρον ἐκ θεοῦ ἐστιν ὁ Ἰησοῦς. τὸν γὰρ κόσμον ἀγαπᾷ ὁ θεός. πίστις οὖν νῦν θάνατον λύει.

8. οὐράνιος ζωή ἔστιν τοῖς ἔχουσι πίστιν ἐν τὸν υἱὸν ὃν ὁ φιλανθρωπεύων πατὴρ παρέδωκε.

9. ἴδε ποταπὴν ἀγάπην ὁ πατὴρ ἔδωκε τῷ κόσμῳ, ἵνα σύ, πιστεύσας εἰς τὸν υἱὸν, σωτηρίαν ἔχῃς.
Last edited by Markos on Fri Jan 31, 2014 6:33 pm, edited 3 times in total.
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1419
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: 10 Greek Paraphrases of John 3:16

Postby Σαῦλος » Thu Jan 30, 2014 12:16 pm

μεταβολή τοῦ Nonnus χαλεπή ἐστιν μοι.

χάριν ἔχομεν διά μεταβολάς σου. οὐ μέμφομαι σοι ἐν τούτῳ τοῖς λόγοις μου, ουχί ! ἐγώ δὲ μόνον πειρῶμαι καταλαμβάνειν. ἐγώ οὖν ἔχω ολίγα ἐρωτήματα·

περι του πέπτου (5) ρῆμα·
πεφίληκα λίαν ταύτην τὴν μεταβολήν. οὐκ συνῆκα ταχύ, ἀλλά κάταλάβων εχάρην. κατελάμβανον το τεθανωται εἶναι το τεθανάτωται. ορθῶς ἐνόμιζον;
τεθανάτωμαι
τεθανάτωσαι
τεθανάτωται
τεθανατώμεθα
τεθανάτωσθε
τεθανάτωνται (list from Kalos Software)

περι (6)
δεῖ το εἰ εἶναι το ἐάν;

περι (9)
ἱνα πιστεύσας... ἤ.... ἵνα ὁ πιστεύσας...;
I will babble until I talk. ετι λαλαγω...
User avatar
Σαῦλος
Textkit Fan
 
Posts: 200
Joined: Mon Jan 07, 2013 2:47 pm

Re: 10 Greek Paraphrases of John 3:16

Postby Markos » Fri Jan 31, 2014 6:30 pm

Σαῦλος wrote:περι του πέπτου (5) ρῆμα...κατελάμβανον το τεθανωται εἶναι το τεθανάτωται. ορθῶς ἐνόμιζον;


ναί, φίλε. ἥμαρτον δή. εύχαριστῶ οὖν σοι. τὸ θανατόω ἐθέλησα λέγειν.

περι (6)
δεῖ το εἰ εἶναι το ἐάν;


πῶς γὰρ οὔ? πάλιν οὖν εὐχαριστῶ ὑπὲρ τοῦ ἐπανορθώματος.

περι (9)
ἱνα πιστεύσας... ἤ.... ἵνα ὁ πιστεύσας...;


ἄρτι νῦν ἤλλαξα αὐτό. ἵνα σύ, πιστεύσας εἰς τὸν υἱὸν, σωτηρίαν ἔχῃς.

Last edited by Markos on Fri Jan 31, 2014 6:17 pm, edited 2 times in total.


χάριν οὖν σοι δίδωμι!

μεταβολή τοῦ Nonnus χαλεπή ἐστιν μοι.


ὑπερλιανδύσκολος!
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1419
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado


Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 12 guests