Page 1 of 1

ἐπιδεικτικὸς λόγος

Posted: Fri Jun 21, 2013 1:34 pm
by dikaiopolis
προσέχετε τὸν νοῦν, ὦ ἄνδρες Ἀθηναῖοι· λέγειν γὰρ μέλλω περὶ μεγάλων πραγμάτων, διαφόρων τε καὶ ἀναγκαίων πρὸς τὴν τῆς πόλεως δόξην. δεῖ οὖν νῦν ὑμᾶς, ἃ τῇ πόλει νομίζω συμφέρειν, ταῦτα συνιέναι, τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ὄντα. ὑπὲρ ὧν δέ μοι προσήκει λέγειν, ὡς ἂν οἷόν τε διὰ βραχυτάτων ἐρῶ. πρέπει μὲν πᾶσί ποθεν πανταχῶς καὶ τὴν ἰσονομίαν καὶ τὴν δικαιοσύνην ἔχειν, τῇ δὲ πόλει πρὸς πάντας τὴν εἰρήνην τε καὶ τὴν φιλίαν ἄνευ ἔριδος. ἡ δὲ βουλὴ καὶ ἡ ἐκκλησία δοκοῦσι μοι τῶν καθεστηκότων πραγμάτων δυνατώταται· τοὺς γὰρ πολλοὺς δικαίως ἐπέχουσιν. ἀναγκαῖόν ἐστι πρὸς τὴν τοῦ δημοσίου σωτηρίαν, οὓς ὁ Σόλων ἐξ ἀρχῆς ἔθετο, εὔνους ὢν ὑμῖν καὶ δημοτικός, τοὺς νόμους τὸ διαφυλάττειν. ἐπὶ δὲ τούτοις τὸ τοὺς πολίτας ψηφίζεσθαι δύναται τὴν στάσιν ἐπικωλύειν καὶ τὰς τοῦ δήμου ἁμαρτίας κατὰ φύσιν ἐπέχειν. δεῖ δὴ ἡμᾶς, τοὺς πολιτευομένους, ἀκούειν ἄλλως τε καὶ τῆς τῶν πολλῶν γνώμης, φεύγοντας τὴν τυραννίδα καὶ τὸ ἀδίκως βιάζεσθαι· τοῦτο γάρ ἐστι δημοτικόν.

Re: ἐπιδεικτικὸς λόγος

Posted: Fri Jun 21, 2013 5:16 pm
by Markos
καλὸν λόγον γε πεποίηκας. εἶπας δὴ ὥπερ ὁ Περικλεῖς. κατὰ δὲ ἐμὲ δῶρον ἐκ Θεοῦ καὶ τῶν Ἀθηναίων ἡ δημοκρατία ἐστιν. δεῖ οὖν τοὺς ἀνθρώπους ἑαυτῶν μὲν ἀρχειν, ἀλλῶν δ' οὔ.

ὡς μάλιστα χαίρω τοὺς καλοὺς λόγους ἀναγινώσκων! ἐλπίζω οὖν σε διατελήσειν πολλάκις γράφειν ὥδε.

εὐτύχει, φίλε!

Re: ἐπιδεικτικὸς λόγος

Posted: Fri Jun 21, 2013 6:48 pm
by dikaiopolis
ἐπαινῶ τὸ σόν, ὦ Μάρκε· πόλλ᾽ ἀγαθὰ γένοιτό σοι.