Textkit Logo

More "leveled readings" of Greek texts

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Moderator: annis

More "leveled readings" of Greek texts

Postby Markos » Sun Apr 29, 2012 6:33 pm

I have made this new thread as a place where I will post more leveled readings as I write them. I hope others will also post their own leveled readings of any Ancient Greek texts here.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Sun Apr 29, 2012 6:35 pm

Below I “level” Mark 2 and 3 by only using words that occur about 50x or more in the Greek New Testament. (A few times I use words that occur less often and then I define these words in Greek.) I also simplify the word order and grammar and use mostly historical presents. The goal is for intermediate learners to be able to “speed read” this without looking anything up or pausing to puzzle anything out. I also want to give tons of practice reading the same 300 words and the most basic constructions over and over and over again in a narrative context which will hold one’s interest.


2 1 καὶ Ἰησοῦς πάλιν εἰσέρχεται εἰς Καφαρναοὺμ. καὶ οἱ ἄνθρωποι άκούουσιν ὅτι Ἰησοῦς ἐστιν ἐν τῷ οἴκῳ. 2 καὶ πολλοὶ συνάγονται. ἀλλὰ οἱ ἄνθρωποι οὐ δύνανται εἰσέρχεσθαι εἰς τὴν οἰκάιν διὰ τὸν ὄχλον. καὶ Ἰησοῦς λαλεῖ αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.

3 καὶ τέσσαρες ἄνθρωποι φέρουσι παραλυτικόν πρὸς τὸν Ἰησοῦν. {ὁ «παραλυτικός» ἐστιν ἄνθρωπος μὴ δυνάμενος περιπατεῖν.} 4 ἀλλὰ οἱ ἄνθρωποι οὐ δύνανται ἄγειν τὸν παραλυτικὸν πρὸς τὸν Ἰησοῦν διὰ τὸν ὄχλον. αἴρουσιν οὖν τὴν στέγην ἀπὸ τῆς οἰκίας. {ἡ «στέγη» ἐστιν ὁ τόπος ὑπὲρ τὴν οἰκίαν.} 5 καὶ Ἰησοῦς, βλέπων τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ «τέκνον, ἐγὼ ἀφίημι τὰς ἁμαρτίας σου.»

6 καί τινες τῶν γραμματέων λέγουσιν ἐν ταῖς καρδίαις αὐτῶν7 «διὰ τί οὗτος ὁ ἄνθρωπος λαλεῖ οὕτως? οὗτος βλασφημεῖ.» {«βλασφημῶ» ἐστιν «λέγω ποηνροὺς λόγους περὶ τοῦ Θεοῦ.»} τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ ὁ Θεὸς μόνος?»8 καὶ εὐθὺς Ἰησοῦς γινώσκει ἐν τῷ πνεύματι αὐτοῦ ὅτι οἱ γραμματεῖς λέγουσιν οὕτως ἐν ταῖς καρδίαις αὐτῶν. καὶ Ἰησοῦς λέγει αὐτοῖς «διὰ τί ὑμεὶς λέγετε ταῦτα ἐν ταῖς καρδίαις ὑμῶν?9 τί ἐστιν μεῖζον, λέγειν τῷ παραλυτικῷ «ἰδοὺ, ἐγὼ ἀφίημι τὰς ἁμαρτίας σου» ἢ λέγειν «ἔγειρε καὶ περιπάτει?»10 θέλω δὲ ὑμᾶς γινώσκειν ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἔχει ἐξουσίαν ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς. λέγω οὖν σοι, ὦ παραλυτικέ 11 «ἔγειρε καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.»12 καὶ εὐθὺς ὁ παραλυτικὸς ἐγείρεται καὶ ἐξέρχεται ἔμπροσθεν πάντων. καὶ πάντες θαυμάζουσι καὶ δοξάζουσι τὸν Θεὸν καὶ λέγουσιν ὅτι «ἡμεῖς οὐδέποτε εἴδομεν οὕτως.»

13 καὶ Ἱησοῦς ἐξέρχεται πάλιν παρὰ τὴν θάλασσαν. καὶ πᾶς ὁ ὄχλος ἔρχεται πρὸς αὐτόν, καὶ Ἰησοῦς διδάσκει αὐτούς.14 καὶ Ἱησοῦς προσέρχεται καὶ βλέπει Λευὶν τὸν υἱὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον. {τὸ «τελώνιον» ἐστιν ὁ τόπος ὅπου οἱ Ἰουδαῖοι διδόασι τὸ τέλος τῷ Καίσαρι.} καὶ Ἱησοῦς λέγει τῷ Λευίν «ἀκολούθει μοι.» καὶ Λευὶν άνέστη κὰι ἀκολουθεῖ αὐτῷ.


15 καὶ Ἰησοῦς εἰσέρχεται εἰς τὴν οἰκίαν τοῦ Λευίν. καὶ πολλοὶ ἁμαρτωλοὶ ἐσθίουσι μετὰ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. 16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι βλέπουσι ὅτι Ἰησοῦς ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν. καὶ οὗτοι λέγουσι τοῖς μαθηταῖς αὐτοῦ «διὰ τί Ἰησοῦς ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν?» 17 καὶ Ἰησοῦς λέγει αὐτοῖς «οὐκ ἦλθον καλέσαι τοὺς δικαίους ἀλλὰ τοὺς ἁμαρτωλούς.»

18 καὶ οἱ μαθηταὶ τοῦ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύουσι. { «νηστεύω» ἐστιν «οὐκ ἐσθίω τὸν ἄρτον καὶ οὐ πίνω τὸν οἶνον.»} καὶ ἄνθρωποι λέγουσιν τῷ Ἰησοῦ «διὰ τί οἱ μαθηταὶ τοῦ Ἰωάννου νηστεύουσι καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, ἀλλὰ οἱ μαθηταί σου οὐ νηστεύουσιν?»19 καὶ Ἰησοῦς λέγει αὐτοῖς «οἱ μαθηταί μου οὐ δύνανται νηστεύειν ἐν τῷ χρόνῳ ἐν ᾧ ἐγώ εἰμι μετ᾽ αὐτῶν. 20 ἐλεύσονται δὲ ἡμέραι ὅτε πονηροὶ ἄνθρωποι ἀροῦσί με ἀπ᾽ αὐτῶν. καὶ τότε οἱ μαθηταί μου νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.»


21 ὁ δὲ Ἰησοῦς λέγει «οὐδεὶς τίθησι παλαιὰν θύραν ἐπὶ καινὴν οἰκίαν. {«παλαιός» ἐστιν «οὐ καινός.»} 22 καὶ οὐδεὶς βάλλει καινὸν οἶνον εἰς παλαιοὺς ἀσκούς. {«ὁ ἀσκός» ἐστιν ὁ τόπος ὅπου ἄνθρωποι βάλλουσι τὸ ὕδωρ καὶ τὸν οἶνον.} ἀλλὰ ἄνθρωποι βάλλουσι καινὸν οἶνον εἰς καινοὺς ἀσκούς.»


23 καὶ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου Ἰησοῦς καὶ οἱ μαθηταί αὐτοῦ πορεύονται διὰ τῶν ἀγρῶν. καὶ λαμβάνουσι τοὺς καρποὺς ἐκ τῶν ἀγρῶν. 24 καὶ οἱ Φαρισαῖοι λέγουσι τῷ Ἰησοῦ «διὰ τί οἱ μαθηταί σου ποιοῦσιν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ὃ ὁ νόμος λέγει μὴ ποιεῖν?»25 καὶ Ἰησοῦς λέγει αὐτοῖς «οὐ γινώσκετε τί Δαυὶδ ἐποίησεν ὅτε ἔσχεν χρείαν τοῦ ἄρτου καὶ ἐθέλησεν ἐσθίειν ἄρτον? 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ὅτε Ἀβιαθὰρ ἦν ἀρχιερεὺς καὶ πῶς ἔφαγεν τοὺς ἄρτους τοῦ θεοῦ, οὓς ὁ νόμος λέγει μὴ φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς? καὶ πῶς ἔδωκεν τὸν ἄρτον τοῖς φίλοις αὐτοῦ?» 27 καὶ Ἰησοῦς λέγει αὐτοῖς «τὸ μὲν σάββατον ἐγένετο διὰ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος οὐκ ἐγένετο διὰ τὸ σάββατον.28 διὰ τοῦτο, ὁ υἱὸς τοῦ ἀνθρώπου έστιν κύριος τοῦ σαββάτου.»



3 1 καὶ Ἰησοῦς εἰσέρχεται πάλιν εἰς τὴν συναγωγήν. καὶ ἔστιν ἐκεῖ ἄνθρωπος ἔχων κακὴν χεῖρα.2 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι βλέπουσιν Ἰησοῦν εἰ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου θεραπεύσει τὸν ἄνθρωπον, ἵνα κρατῶσιν τοῦ Ἰησοῦ.3 καὶ Ἰησοῦς λέγει τῷ ἀνθρώπῳ τῷ ἔχοντι τὴν κακὴν χεῖρα «στῆθι ἐκεῖ.» 4 καὶ Ἰησοῦς λέγει τοῖς Φαρισαίοις καὶ γραμματεῦσι «τί ὁ νὀμος λέγει? δεῖ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ποιῆσαι ἀγαθὸν ἢ ποιῆσαι κακόν, σῶσαι ψυχὴν ἢ ἀποκτεῖναι?» οἱ δὲ λέγουσιν οὐδέν.5 καὶ Ἰησοῦς βλέπει τὴν πονηρὰν καρδίαν αὐτῶν καὶ λέγει τῷ ἀνθρώπῳ «ἐλθὲ πρός με». καὶ ὁ ἄνθρωπος ἔρχεται πρὸς τὸν Ἰησοῦν καὶ ὁ Ἰησοῦς θεραπεύει αὐτόν.

6 καὶ νῦν οἱ Φαρισαῖοι καὶ οἱ Ἡρῳδιανοὶ θέλουσιν ἀποκτείνειν τὸν Ἰησοῦν.

7 καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ ἐρχονται πρὸς τὴν θάλασσαν. καὶ πολλοὶ ὄχλοι ἔρχονται πρὸς τὸν Ἰησοῦν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἀπὸ τῆς Ἰουδαίας,8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ ἀπὸ τῆς Τύρου καὶ Σιδῶνος. (οἱ γὰρ ὄχλοι ἀκούουσιν ὅσα Ἰησοῦς ποιεῖ.)9 καὶ Ἰησοῦς λέγει τοῖς μαθηταῖς «ἑτοιμάζετέ μοι πλοῖον. φοβοῦμαι γὰρ τὸν ὄχλον.» 10 (Ἰησοῦς γὰρ θεραπεύει πολλοὺς ἀνθρώπους και οἱ ἄνθρωποι πίπτουσιν ἐπ' αὐτόν.) 11 καὶ τὰ πνεύματα τὰ πονηρὰ, ὅτε βλέπουσι τὸν Ἰησοῦν, πίπτουσιν ἐπ΄ αὐτόν. καὶ λέγουσιν ὅτι «σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.»12 καὶ Ἰησοῦς κελεύει τὰ πνεύματα μὴ λέγειν περὶ αύτοῦ.

13 καὶ Ἰησοῦς ἀναβαίνει εἰς τὸ ὄρος καὶ καλεῖ τοὺς μαθητὰς αὐτοῦ καὶ ἀπέρχονται πρὸς αὐτόν.14 καὶ Ἰησοῦς ποιεῖ δώδεκα ἀποστόλους. καὶ οἱ ἀπόστολοί εἰσιν μετὰ τοῦ Ἰησοῦ. καὶ Ἰησοῦς ἀποστέλλουσιν αὐτοὺς κηρύσσειν τὸν λόγον τοῦ Θεοῦ.15 καὶ Ἰησοῦς δίδωσι τοῖς ἀποστόλοις ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια•16 καὶ Ἰησοῦς δίδωσι τῷ Σίμωνι τὸ ὄνομα «Πέτρον.»17 καὶ Ἰησοῦς δίδωσι τῷ Ἰακώβῳ τῷ υἱῷ τοῦ Ζεβεδαίου καὶ τῷ Ἰωάννῃ τῷ ἀδελφῷ τοῦ Ἰακώβου τὰ ὀνόματα «Βοανηργές.» («Βοανηργές» έστιν «υἱοὶ βροντῆς.») {ἡ «βροντή» ἐστιν φωνὴ ἐκ τῶν οὐρανῶν.}18 καὶ οἱ ἀλλοι ἀπόστολοί εἰσιν Ἀνδρέας καὶ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαθθαῖος καὶ Θωμᾶς καὶ Ἰάκωβος ὁ υἱὸς τοῦ Ἁλφαίου καὶ Θαδδαῖος καὶ Σίμων ὁ Καναναῖος19 καὶ Ἰούδας Ἰσκαριώθ, ὃς παρέδωκεν τὸν Ἰησοῦν.

20 καὶ Ἰησοῦς ἔρχεται εἰς οἶκον• καὶ πάλιν ὁ ὄχλος ἔρχεται πρὸς τὸν Ἰησοῦν. καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οὐ δύνανται φαγεῖν ἄρτον διὰ τὸν ὄχλον.21 καὶ οἱ ἀδελφοὶ τοῦ Ἰησοῦ ἐξέρχονται κρατῆσαι αὐτοῦ. λέγουσι γὰρ ὅτι «Ἰησοῦς ἔχει δαιμόνιον. oὐ γινώσκει ὅ ποιεῖ!»

22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων λέγουσιν ὅτι «Ἰησοῦς ἐκβάλλει τὰ δαιμόνια διὰ τοῦ ἄρχοντος τῶν δαιμονίων. Βεελζεβοὺλ, ὁ ἄρχων τῶν δαιμονίων, ἐστιν ἐν τῷ Ἰησοῦ.» 23 καὶ Ἰησοῦς λέγει αὐτοῖς ἐν παραβολῇ. «πῶς Σατανᾶς δύναται ἐκβάλλειν τὸν Σατανᾶν?24 καὶ ἐὰν βασιλεία ἀνέστη ἐφ᾽ ἑαυτὴν, ἡ βασιλεία οὐ δύναται σταθῆναι.25 καὶ ἐὰν οἰκία ἀνέστη ἐφ᾽ ἑαυτὴν, ἡ οἰκία οὐ δύναται σταθῆναι.26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν, οὐ δύναται στῆναι ἀλλὰ ἀποθνῃσκει.»

27 καὶ Ἰησοῦς λέγει «οὐδεὶς ἄνθρωπος οὐ δύναται εἰσέρχεσθαι εἰς τὴν οἰκίαν τοῦ βασιλέως καὶ λαμβάνειν τὸν ἄρτον αὐτοῦ, ἐὰν μὴ πρῶτον δήσῃ τὸν βασιλἐα. καὶ τότε ὁ ἄνθρωπος λήμψεται τὸν ἄρτον τοῦ βασιλέως.»

28 ἀμὴν λέγω ὑμῖν ὅτι Θεὸς ἀφίησι πάσας ἁμαρτίας καὶ πάσας βλασφημίας. {ἡ «βλασφημία» ἐστιν λέγειν πονηροὺς λόγους περὶ τοῦ Θεοῦ.}29 ἀλλὰ εἰ σὺ λέγεις βλασφημίαν εἰς τὸ πνεῦμα τὸ ἅγιον, Θεὸς οὐκ ἀφήσει σε εἰς τὸν αἰῶνα 30 (ὅτι οἱ Φαρισαῖοι ἔλεγον «Ἰησοῦς ἔχει δαιμόνιον.»)

31 καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται πρὸς τὸν Ἰησοῦν. καὶ μένουσιν ἔξω τῆς οίκίας. καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἀποστέλλουσιν ἄνθρώπους εἰς τὴν οἰκίαν. καὶ οὗτοι οἱ ἄνθρωποι καλοῦσι τὸν Ἰησοῦν. 32 καὶ ἔστιν ὄχλος περὶ τὸν Ἰησοῦν καὶ λέγουσιν αὐτῷ «ἰδού. ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.»33 καὶ Ἰησοῦς λέγει αὐτοῖς. «τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου?»34 καὶ Ἰησοῦς βλέπει εἰς τὸν ὄχλον περὶ αὐτὸν καὶ λέγει «ἴδε. ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτός ἐστιν ὁ ἀδελφός μου καὶ ἡ ἀδελφή μου καὶ ἡ μήτηρ μου.»
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Tue May 01, 2012 7:45 pm

Below I “level” Galatians 1, using only the grammar and vocabulary found in the first 14 chapters of Clayton Croy’s “A Primer of Biblical Greek.”

1 1 ἐγώ εἰμι Παῦλος. καὶ ἐγώ εἰμι ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ. καὶ Θεὸς ἐγείρει τοὺς ἀνθρώπους ἐκ νεκρῶν. 2 καὶ ἡμεῖς γράφομεν, ἐγὼ καὶ οἱ ἀδελφοί, ὑμῖν, ταῖς ἐκκλησίαις τῆς Γαλατίας.

3 ἐγὼ πέμπω εἰρήνην ὑμῖν ἀπὸ θεοῦ καὶ ἡμῶν κυρίου Ἰησοῦ Χριστοῦ.4 ὁ γὰρ θάνατος τοῦ Ἰησοῦ λύει τὴν ἁμαρτίαν καὶ τὸν θάνατον. ὁ δὲ θάνατος τοῦ Ἰησοῦ λύει τὸν Σατανᾶν. Θεὸς γὰρ θέλει ἡμᾶς ἔχειν ζωήν. 5 Θεὸς οὖν ἔχει τὴν δόξαν. ἀμήν.

6 ἐγὼ θαυμάζω ὅτι ὑμεῖς οὐ πιστεύετε εὶς τὸν λόγον τοῦ Χριστοῦ. ἀλλὰ ὑμεῖς πιστεύετε εἰς ἄλλον λόγον.7 ἀλλὰ οὐκ ἔστιν ἄλλος λόγος. ἀλλὰ πονηροὶ ἄνθρωποι θέλουσιν ὑμᾶς πιστεύειν εἰς τὸν λόγον τοῦ Σατανᾶς. 8 ἀλλὰ καὶ εἰ ἄγγελος ἐξ οὐρανοῦ κηρύσσει ὑμῖν ἄλλον λόγον, οὗτος ὁ ἄγγελος οὐ λέγει τὴν ἀλήθειαν.9 πάλιν λέγω ὑμῖν, εἰ ἄνθρωπος κηρύσσει ὑμῖν ἄλλον λόγον, οὗτος ἀνθρωπος ἔχει θάνατον. 10 θέλω γὰρ πείθειν τὸν θεὸν καὶ οὐκ ἀνθρώπους. εἰ ἔτι θέλω πείθειν ἀνθρώπους, οὐκ εἰμι δοῦλος Χριστοῦ.

11 θέλω γὰρ ὑμᾶς γινώσκειν, ἀδελφοί, ὅτι ὁ λόγος μου οὐκ ἐστιν κατὰ ἄνθρωπον•12 οὐδὲ γὰρ ἐγὼ ἔλαβον τὸν λόγον παρὰ ἀνθρώπου οὐδὲ ἄνθρωποι ἐδίδαξάν με. ἀλλὰ ἔλαβον τούτον τὸν λόγον παρὰ Ἰησοῦ Χριστοῦ.

13 ηκούσατε γὰρ περὶ τῆς ζωῆς μου ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἠθέλησε λύειν αὐτήν.14 ἐγὼ γὰρ ἐπίστευσα εἰς τὸν νόμον καὶ ἐγὼ ἠθέλησα εἶναι δίκαιος ἐν τῷ νόμῳ.

15 ἀλλὰ Θεὸς ἠθέλησε λέγειν πρός με. 16 καὶ Θεὸς ἠθέλησεν ἀνθρώπους γινώσκειν τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί. Θεὸς οὖν ἐδἰδαξέν με περὶ τοῦ Ἰησοῦ. καὶ Θεὸς ἔπεμψέ με κηρύσσειν περὶ τοῦ Ἰησοῦ. ἀλλὰ ἐγὼ οὐκ εἶπον σὺν ἀνθρώποις περὶ τοῦτο.17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς ἀποστόλους. ἀλλὰ ἐγὼ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ἐγὼ ὑπέστρεψα εἰς Δαμασκόν.

18 μετὰ δὲ ταῦτα, ἀνῆλθον εἰς Ἱεροσόλυμα βλέπειν τὸν Κηφᾶν. καὶ ἐγὼ ἔμενον πρὸς αὐτὸν μικρὸν χρόνον ἡμερῶν. 19 ἀλλὰ ἐγὼ οὐκ εἶδον τοὺς ἀποστόλους εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.20 ἐγὼ γράφω ὑμῖν τὴν ἀλήθειαν!

21 μετὰ δὲ ταῦτα, ἦλθον εἰς τὴν γῆν τῆς Συρίας καὶ τῆς Κιλικίας.22 καὶ αἱ ἐκκλησίαι τῆς Ἰουδαίας οὐκ εἶδον τὸ πρόσωπόν μου.23 αλλὰ ἤκουσαν ὅτι πότε μὲν ἐγω ἐδίωκον τὴν ἐκκλησίαν, νῦν δὲ ἐγὼ κηρύσσω τὸν λόγον τοῦ Ἰησοῦ. 24 καὶ αἱ ἐκκλησίαι τῆς Ἰουδαίας δοξάζουσι τὸν θεὸν ἐν ἐμοί.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Fri May 04, 2012 2:20 pm

Below I “level” 1 John chapters 1 and 2, using only the grammar and vocabulary found in the first 8 chapters of Clayton Croy’s “A Primer of Biblical Greek.”

This is probably the lowest level at which one can level a text and still have it be reasonably close to the original.

1 1 ἡμεἰς ἀκούομεν τὸν λόγον. οὗτός έστιν ὁ πρῶτος λόγος. ἡμεῖς ἐσμεν οἱ μαθηταὶ τοῦ Ἰησοῦ καὶ ἡμεῖς βλέπομεν τὸν Ἰησοῦν. Ἰησοῦς ἐστιν ὁ λόγος τῆς ζωῆς. 2 καὶ ἡ ζωὴ ἐστιν ἐν τῷ κόσμῳ. ἡμεῖς βλέπομεν τὴν ζωήν. καὶ ἡμεῖς γράφομεν ὑμῖν περὶ τῆς ζωῆς. ἡ ζωή ἐστιν ἐκ τοῦ Θεοῦ καὶ ἡ ζωὴ ἐστιν μεθ’ ἡμῶν.3 ἡμεῖς βλέπομεν τὸν Ἰησοῦν καὶ ἡμεῖς ἀκούομεν τοὺς λόγους τοῦ Ίησοῦ καὶ ἡμεῖς λέγομεν ὑμῖν περὶ τοῦ Ἰησοῦ. καὶ ὑμεῖς ἔχετε εἰρήνην μεθ᾽ ἡμῶν. καὶ ἡ εἰρήνη ἡμῶν ἐστιν μετὰ τοῦ Θεοῦ καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.

4 καὶ ἡμεῖς γράφομεν ταῦτα ὑμῖν. καὶ ἡμεῖς θέλομεν ὑμᾶς ἔχειν εἰρήνην. 5 καὶ ἡμεῖς ἀκούομεν τούτον τὸν λόγον ἀπ᾽ Ἰησοῦ καὶ λέγομεν τὸν λόγον ὑμῖν, ὅτι Θεός ἐστιν ἅγιος καὶ οὐκ ἔστιν θάνατος ἐν αὐτῷ.

6 εἰ ἡμεῖς λέγομεν ὅτι ἡμεῖς γινώσκομεν τὸν Ἰησοῦν ἀλλὰ ἡμεῖς μένομεν ἐν ἁμαρτίᾳ, ἡμεῖς οὐ λέγομεν τὴν ἀλήθειαν.7 εἰ δὲ ἡμεῖς μένομεν ἐν τῇ ἀληθείᾳ, ἔχομεν εἰρήνην καὶ ὁ θάνατος τοῦ Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ σῴζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας. 8 εἰ λέγομεν ὅτι οὐκ ἔχομεν ἁμαρτίαν, ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.9 εἰ ἡμεῖς λέγομεν ὅτι «ἐσμεν ἄνθρωποι τῆς ἁμαρτίας,» Θεός ἐστιν πιστὸς καὶ δίκαιος, καὶ σῴζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας.10 εἰ δὲ ἡμεῖς λέγομεν ὅτι «οὐκ ἐσμεν ἄνθρωποι τῆς ἁμαρτίας,» ἡμεῖς λέγομεν ὅτι Θεὸς οὐ λέγει τὴν ἀλήθειαν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

2 1 τέκνα μου, ἐγὼ γράφω ὑμῖν ταῦτα ὅτι οὐ θέλω ὑμᾶς μένειν ἐν ἁμαρτίᾳ. ἀλλὰ εἰ ἡ ἁμαρτία εὐρίσκει ἡμᾶς, ἡμεῖς ἔχομεν εἰρήνην πρὸς τὸν Θεὸν ὅτι Ἰησοῦς Χριστὸς σῴζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας. καὶ Ἰησοῦς Χριστός ἐστιν δίκαιος. 2 καὶ αὐτὸς σῴζει ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ Ἰησοῦς σῴζει τὸν κόσμον ἀπὸ τῶν ἁμαρτιῶν.

3 καὶ ἐν τούτῳ ἡμεῖς γινώσκομεν ὅτι ἡμεῖς γινώσκομεν αὐτόν, εἰ ἡμεῖς μένομεν ἐν τοῖς λόγοις αύτοῦ. 4 εἰ σὺ λέγεις ὅτι «γινώσκω αὐτὸν»καὶ σὺ οὐ μένεις ἐν τοῖς λόγοις αὐτοῦ, ἡ ἀλήθεια οὐκ ἔστιν ἐν σοι. 5 ἀλλὰ εἰ σὺ μένεις ἐν τοῖς λόγοις τοῦ Χριστοῦ, ἡ ἀγάπη τοῦ Θεοῦ ἐστιν ἐν σοι. ἐν τούτῳ ἡμεῖς γινώσκομεν ὅτι ἐσμεν ἐν αὐτῷ 6 ὁ γὰρ Ἰησοῦς ἐστιν δίκαιος. θέλω οὖν ἡμᾶς εἶναι δίκαίους.

7 ἀδελφοί, ἐγὼ οὐ γράφω ὑμῖν ἄλλον λόγον, ἀλλὰ ὲγὼ γράφω ὑμῖν τὸν πρῶτον λόγον. καὶ ὑμεῖς γινώσκετε τὸν πρῶτον λόγον.8 ἀλλὰ ἄλλον λόγον γράφω ὑμῖν καὶ οὗτος ὁ λόγος ἐστιν ἡ ἀλἠθεια. καὶ οὗτος ὁ λόγος ἐστιν ἐν τῷ Ἰησοῦ καὶ ἐν ὑμῖν. οὗτός ἐστιν ὁ λόγος, ὅτι Ἰησοῦς λύει τὸν θάνατον.

9 εἰ σὺ λέγεις ὅτι «ὲγὼ γινώσκω τὸν Θεὸν» ἀλλὰ σὺ οὐκ ἔχεις εἰρήνην μετὰ τοῦ ἀδελφοῦ σου, σὺ ἔχεις θάνατον ἐν σοι. 10 εἰ δὲ σὺ ἔχεις ἀγάπην ἐν σοι, σὺ μένεις ἐν τῷ Θεῷ καὶ ὁ θάνατος οὐκ ἔστιν ἐν σοι. 11 εἰ σὺ οὐκ ἔχεις τὴν ἀγάπην τῶν ἀδελφῶν, σὺ μένεις ἐν θανάτῳ καὶ ὁ θάνατος λαμβάνει σε. διὰ τοῦτο, σὺ οὐ γινώσκεις τὴν ὁδὸν. σὺ γὰρ οὐ βλέπεις διὰ τὸν θάνατον ἐν σοι.

12 ἐγὼ γράφω ὑμῖν, τέκνα, ὅτι Ἰησοῦς σῴζει ὑμᾶς ἀπὸ τῆς ἁμαρτίας ὑμῶν.13 ἐγὼ γράφω ὑμῖν, ἀδελφοἰ, ὅτι ὑμεῖς γινώσκετε τὸν πρῶτον λόγον. ἐγὼ γράφω ὑμῖν, ἀδελφαί, ὅτι ὑμεῖς λύετε τὸν πονηρόν. ἐγὼ γράφω ὑμῖν, υἱοί, ὅτι ὑμεῖς γινώκσετε τὸν Θεόν.14 ἐγὼ γράφω ὑμῖν, ἄνθρωποι, ὅτι ὑμεῖς γινώσκετε τὸν πρῶτον λόγον. ἐγὼ γράφω ὑμῖν, υἱοί, ὅτι ὑμεῖς ἐστε ἀγαθοὶ καὶ ὁ λόγος τοῦ θεοῦ μένει ἐν ὑμῖν καὶ λύετε τὸν πονηρόν.

15 οὐ θέλω σε θέλειν τὸν κόσμον οὐδὲ τὰ ἐν τῷ κόσμῳ. εἰ σὺ ἔχεις τὴν ἀγάπην τοῦ κόσμου, ἡ ἀγάπη τοῦ Θεοῦ οὐκ ἔστιν ἐν σοι. 16 ὅτι τὰ ἐν τῷ κόσμῳ, ἡ ἀγάπη τῆς δόξης καὶ ἡ ἀγάγη τῆς ζωῆς καὶ ἡ ἁμαρτία, οὐκ ἔστιν ἐκ τοῦ Θεοὺ ἀλλ᾽ ἐστιν ἐκ τοῦ κόσμου.17 καὶ ὁ κόσμος ἔχει θάνατον καὶ ἡ ἀγάπη τοῦ κόσμου πέμπει θάνατον τοῖς ἄνθρώποις, ὁ δὲ ἄνθρωπος τοῦ θεοῦ μένει καὶ ἔχει ζωήν.

18 τέκνα μου, αὕτη ἐστιν ἡ ἐσχάτη ὥρα. καὶ ὑμεῖς γινώσκετε ὅτι ὁ Ἀντίχριστος διδάσκει ἐν τᾦ κόσμῳ. ἐν τούτῳ ἡμεῖς γινώσκομεν ὅτι ἐστιν ἡ ἐσχάτη ὥρα. 19 οἱ ἀντίχριστοί εἰσιν ἀφ’ ἡμῶν, ἀλλ᾽ οὐκ εἰσιν ἐξ ἡμῶν. οὗτοι γὰρ οὐ μένουσιν μεθ᾽ ἡμῶν• ἐν τούτῳ ἡμεῖς γινώσκομεν ὅτι ἄλλοι ἄνθρωποι διδάσκουσιν ἄλλας ὁδούς. 20 ἀλλὰ ὁ ἅγιος Θεὸς διδάσκει ὑμᾶς καὶ ὑμεῖς γινώσκετε ταῦτα.21 ἐγὼ οὐ γράφω ὑμῖν ὅτι ὑμεῖς οὐκ γινώσκετε τὴν ἀλήθειαν ἀλλ᾽ ὅτι ὑμεῖς γινώσκετε αὐτὴν καὶ ὑμεῖς γινώσκετε ὅτι ὁ Ἀντίχριστος οὐκ ἔστιν ἐκ τῆς ἀληθείας.

22 ὁ Ἀντίχριστος λέγει ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός. οὗτός ἐστιν ὁ Ἀντίχριστος. ὁ Ἀντίχριστος λέγει πονηροὺς λόγους εἰς τὸν Θεὸν καὶ εἰς τὸν υἱόν.23 εἰ σὺ οὐ πιστεύεις εἰς τὸν υἱόν, σὺ οὐκ ἔχεις τὸν Θεόν. εἰ δὲ σὺ λἐγεις ὅτι «Ἰησοῦς ἐστιν ὁ Χριστός,» σὺ ἔχεις τὸν Θεὸν ἐν σοι.

24 ὑμεῖς γινώκσετε τὸν πρῶτον λόγον καὶ θέλω ὑμᾶς μένειν ἐν τούτῳ. εἰ ὑμεῖς μένετε ἐν τῷ πρώτῳ λόγῳ, ὑμεῖς μένετε ἐν τῷ υἱῷ καὶ ἐν τῷ Θεῳ. 25 καὶ οὗτός ἐστιν ὁ λόγος. Ἰησοῦς αὐτὸς διδάσκει ἡμᾶς τούτον τὸν λόγον. Καὶ οὗτός έστιν ὁ λόγος τῆς ζωῆς.

26 ἐγὼ γράφω ταῦτα ὑμῖν ὅτι πονηροὶ ἄνθρωποι διδάσκουσι ἄλλην ὁδόν. 27 ἀλλὰ ὑμεῖς ἔχετε τὴν ἀλήθειαν ἀπ᾽ Ἰησοῦ, καὶ αὕτη ἡ ἀλήθεια μένει ἐν ὑμῖν καὶ ἐγὼ οὐ θέλω διδάσκειν ὑμᾶς περὶ τούτων. ἀλλ᾽ Ἰησοῦς αὐτὸς διδάσκει ὑμᾶς περὶ τούτων καὶ Ἰησοῦς ἐστιν ἅγιος καὶ ἡ ἀλήθειά έστιν ἐν αὐτῷ. θέλω οὖν ὑμᾶς μένειν ἐν αὐτῷ.28 ἀδελφοί, εἰ μένομεν ἐν τῷ Ἰησοῦ, ἔχομεν ἐξουσίαν λαμβάνειν δόξαν ἀπ’ αὐτοῦ. Ἰησοῦς γὰρ ἐστιν ἐν τῷ κόσμῳ. 29 ὑμεῖς γινώσκετε ὅτι Ἰησοῦς έστιν δίκαιος καἰ ἡ ἀλήθειά ἐστιν ἀπ’ αὐτοῦ.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Mon May 07, 2012 7:08 pm

Below I “level” Revelation chapter 1, using only the grammar and vocabulary found in the first 8 chapters of Clayton Croy’s “A Primer of Biblical Greek.”

1 1 οὗτοί εἰσιν οἱ λόγοι τοῦ Ἰησοῦ Χριστοῦ. Θεὸς διδάσκει τοὺς δούλους περὶ τῆς ἐσχάτης ὥρας. καὶ Θεὸς ἀποστέλλει τούτους τοὺς λόγους διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ. 2 ἐγὼ, Ἰωάννης, βλέπω τὰ ἔργα τοῦ Ἰησοῦ καὶ ἐγὼ γράφει ὑμῖν. 3 ἐγὼ θέλω ὑμᾶς ἀκούειν τούτους τοὺς λόγους καὶ μένειν ἐν αὐτοῖς. αὕτη γάρ ἐστιν ἡ ὥρα τοῦ θανάτου τοῦ κόσμου.

4 ἐγὼ, Ἰωάννης, γράφω ταῦτα ὑμῖν, ταῖς ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ. ἐγὼ πέμπω ὑμῖν εἰρήνην ἀπὸ τοῦ Θεοῦ καὶ απὸ τῶν ἀγγέλων αὐτοῦ 5 καὶ ἀπὸ τοῦ Ἰησοῦ Χριστοῦ. ὁ γὰρ Ἰησοῦς ἐστιν ὁ πιστός. καὶ Ἰησοῦς ἐγείρει τοὺς νεκρούς. καὶ Ἰησοῦς ἐστιν ὁ κύριος τῶν βασιλειῶν τῆς γῆς. ὁ δὲ Ἰησοῦς πέμπει ἡμῖν τὴν ἀγάπην. καὶ Ἰησοῦς λύει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ θανάτῳ αὐτοῦ.6 καὶ Θεὸς πέμπει ἡμῖν ἁγίαν βασιλείαν. καὶ Θεὸς ἔχει δόξην. ἀμήν.

7 Θεὸς ἀποστέλλω τὸν Ἰησοῦν. Θεὸς γὰρ θέλει ἀνθρώπους βλέπειν τὸν Ἰησοῦν. πονηροὶ ἄνθρωποι βλέπουσι τὸν θάνατον τοῦ Ἰησοῦ καὶ ὁ Ἰησοῦς πἐμπει θάνατον τούτοις τοῖς πονηροῖς ἀνθρώποις. 8 Θεὸς λέγει «ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ μέγα. ἐγώ εἰμι ὁ κύριος τῆς γῆς.»

9 ἐγώ εἰμι Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν. ἐγὼ πιστεύω εἰς τὸν Ἰησοῦν. ἐγώ εἰμι ἐν τῇ γῇ τοῦ Πάτμου. πονηροί ἄνθρωποι πέμπουσι πονηρὸν εἰς με ὅτι πιστεύω εἰς τὸν Ἰησοῦν.

10 ἐν τῇ πρώτῃ ἡμέρᾳ, ἀκούω φωνὴν. ἡ φωνή λέγει μοι « ἐγὼ θέλω σε βλέπειν τὴν ἐσχάτην ὥραν. θέλω δέ σε βλέπειν τὸν θάνατον τοῦ κόσμου. θέλω δέ σε γράφειν τοὺς λόγους καὶ θέλω σε πέμπειν τοὺς λόγους ταῖς ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.

12 καὶ ἐγὼ βλέπω τὴν φωνὴν. καὶ ἡ φωνὴ λέγει μετ᾽ ἐμοῦ. καὶ ἐγὼ βλέπω τοὺς δούλους τοῦ Θεοῦ.13 καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐστιν μετὰ τῶν δούλων τοῦ Θεοῦ. 14 καὶ τὸ πρόσωπον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἔχει δόξην.15 καὶ οἱ λόγοι τοῦ υἱοῦ ἀνθρώπου ἐστιν ἡ φωνὴ τῶν θαλάσσων.16 καὶ Θεὸς πέμπει τῷ υἱῷ τοῦ ἀνθρώπου καλοὺς λίθους τῆς δόξης.

17 καὶ ἡ δόξα τοῦ προσώπου τοῦ υἱοῦ τοῦ ἀνθρώπου λὐει με. καἰ ὁ θάνατος εὐρίσκει με. ἀλλὰ ὁ υἱὸς τοῦ ἀνθρώπου λέγει πρός με «ἐγὼ θέλω σε ἔχειν εἰρήνην. ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος.18 καὶ ὁ θάνατός μου ἐγείρει τοὺς ἀνθρώπους εἰς τὴν ζωήν. ἐγὼ γὰρ ἔχω τὴν ἐξουσίαν τοῦ θανάτου καὶ τοῦ ᾅδου.

19 θέλω σε βλέπειν τὰ ἔργα τοῦ θεοῦ. καὶ θέλω σε βλέπειν τὴν ἐσχάτην ὥραν. καὶ θέλω σε βλέπειν τὸν θάνατον τοῦ κόσμου. καὶ ἐγὼ θέλω σε γράφειν ταῦτα.20 σὺ γὰρ βλέπεις τὴν δόξαν τῶν ἀγγέλων τῶν ἐκκλησιῶν τῶν ἐν τῇ Ἀσίᾳ.»
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Sun May 20, 2012 3:06 pm

Below I “level” the book of Jonah. The first level uses only the grammar and vocabulary found in the first 8 chapters of Clayton Croy’s “A Primer of Biblical Greek.” The second level uses only the grammar and vocabulary found through Croy chapter 14. The third level uses only words that occur in the Greek NT about 50x or more, and simplifies the word order and grammar.

CROY 8: 1 1 ὁ Κύριος λέγει πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθί.2 « ἐγὼ θέλω σε διδάσκειν τοὺς ἀνθρώπους ἐν Νινευῇ περί μου. ἐγὼ γὰρ βλέπω ἁμαρτίαν ἐν Νινευῇ.»3 ἀλλὰ Ἰωνᾶς ού θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ Κυρίου. Ἰωνᾶς οὖν εὐρίσκει πλοῖον ἐν Ἰόππῃ. καὶ ἄνθρωποι πέμπουσιν τὸ πλοῖον εἰς Θαρσὶς, ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου.

CROY 14: 1 1 ὁ Κύριος εἶπεν πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθί.2 «δεῖ σε ἔρχεσθαι εἰς Νινευὴν καὶ κηρῦξαι ἐν αὐτῇ. ὅτι ἡ ἁμαρτία αὐτῆς ἀναβαίνει πρός με.»
3 καὶ Ἰωνᾶς ἀπῆλθεν ἐκ τοῦ προσώπου Κυρίου καὶ ἦλθεν εἰς Ἰόππην καὶ εὗρεν πλοῖον εἰς Θαρσίς . καὶ εἰσῆλθεν εἰς αὐτὸ τοῦ ἔρχεσθαι μετ᾽ αὐτῶν εἰς Θαρσὶς, ἐκ τοῦ προσώπου τοῦ Κυρίου.

50x GNT VOCAB: 1 1 ὁ λόγος Κυρίου ἐγένετο πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθἰ λέγων2 «άνάστηθι καὶ πορεύθητι εἰς Νινευὴν τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ ἁμαρτία αὐτῆς πρός με.»3 καὶ ἀνέστη Ἰωνᾶς τοῦ ἔρχεσθαι εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς Ἰόππην καὶ εὗρεν πλοῖον ἐρχόμενον εἰς Θαρσίς. καὶ εἰσῆλθεν εἰς αὐτὸ τοῦ ἔρχεσθαι μετ᾽ αὐτῶν εἰς Θαρσὶς, ἐκ προσώπου Κυρίου.

UNADAPTED LXX: 1 1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαθι λέγων2 ᾿Ανάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με.3 καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾽ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου.

CROY 8: 4 καὶ Κύριος πέμπει τὴν θάλασσαν κατὰ τοῦ πλοίοῦ. Κύριος γὰρ θέλει λύειν τὸ πλοῖον. 5 καὶ οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην. καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς τοὺς θεοὺς αὐτῶν «ἡμεῖς θέλομεν ὑμᾶς σῴζειν ἡμᾶς.» καὶ οἱ ἄνθρωποι βάλλουσι τὰ ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ μένει εἰς τὴν καρδίαν τοῦ πλοίου.

CROY 14: 4 καὶ Κύριος ἔπεμψε τὴν θάλασσαν κατὰ τοῦ πλοίοῦ. καὶ τὸ πλοῖον ἔμελλε λυθῆναι.5 καὶ οἱ ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ ἔκρασαν πρὸς τὸν θεὸν αὐτῶν. καὶ οἱ ἄνθρωποι ἔβαλλον τὰ ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ καταβαίνει εἰς τὴν καρδίαν τοῦ πλοίου καὶ ἔμεινεν ἐκεῖ.

50x GNT VOCAB: 4 καὶ Κύριος ἔπεμψε μέγα πνεῦμα εἰς τὴν θάλασσαν. καὶ τὸ πλοῖον ἐμελλε λυθῆναι.5 καὶ ἐφοβήθησαν οἱ ἄνδρες καὶ ἔκρασαν ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἔβαλλον τὰ ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν καρδίαν τοῦ πλοίου καὶ ἔμεινεν ἐκεῖ.

UNADAPTED LXX: 4 καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.5 καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾽ αὐτῶν· Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν.

CROY 8: 6 καὶ ὁ κύριος τοῦ πλοίου λέγει πρὸς Ἰωνᾶν «ἐγὼ οὐ θέλω σε μένειν ἐν τῇ καρδίᾳ τοῦ πλοίου. ἐγὼ θέλω σε λέγειν πρὸς τὸν θεόν σου. ἐγὼ γὰρ θέλω τὸν Θεόν σου σῴζειν ἡμᾶς.»

CROY 14: 6 καὶ ὁ κύριος τοῦ πλοίου προσῆλθεν πρὸς Ἰωνᾶν καὶ εἶπεν αὐτῷ «οὐ δεῖ σε μένειν ἐκεῖ. δεῖ σε καλεῖν τὸν θεόν σου. ἐγὼ γὰρ θέλω τὸν Θεόν σου σῷσαι ἡμᾶς. ἡμεὶς οὐ θέλομεν ἀποθνῃσκειν.»

50x GNT VOCAB: 6 καὶ ὁ κύριος τοῦ πλοίου προσῆλθεν πρὸς Ἰωνᾶν καὶ εἶπεν αὐτῷ «διὰ τί σὺ μένεις ἐκεῖ? ἀνάστα καὶ κάλει τὸν θεόν σου, ὅπως σῴσῃ ὁ Θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.»

UNADAPTED LXX: 6 καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.

CROY 8: 7 καὶ οἱ ἄνθρωποι λέγουσι «τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν διὰ τὴν ἁμαρτίαν ἀνθρώπου. θέλομεν δὲ γινώσκειν ταύτην τὴν ἁμαρτίαν καὶ τούτον τὸν ἄνθρωπον.» καὶ οἱ ἄνθρωποι εὐρίσκουσι ὅτι τὸ κακὸν ἐστιν δια τὸν Ἰωνᾶν.8 καὶ λέγουσι πρὸς αὐτόν «ἡμεῖς θέλομεν γινώσκειν τὸ ἔργον σου καὶ τὴν γῆν σου καὶ τὸν λαόν σου.»

CROY 14: 7 καὶ οἱ ἄνθρωποι εἶπον «τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν διὰ τὴν ἁμαρτίαν ἀνθρώπου. θέλομεν δὲ γινώσκειν ταύτην τὴν ἁμαρτίαν καὶ τούτον τὸν ἄνθρωπον.» καὶ οἱ ἄνθρωποι εὖρον ὅτι τὸ κακὸν ἐγένετο δια τὸν Ἰωνᾶν. 8 καὶ εἶπον πρὸς αὐτόν «ἡμεῖς θέλομεν γινώσκειν τὸ ἔργον σου καὶ τὴν γῆν σου καὶ τὸν λαόν σου.»

50x GNT VOCAB: 7 καὶ οἱ ἄνθρωποι εἶπον πρὸς ἀλλήλους «δεῖ ἡμᾶς γινώσκειν διὰ τί τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν.» καὶ οἱ ἀνθρωποι εὖρον ὅτι τὸ κακὸν ἐγένετο δια τὸν Ιωναν.8 καὶ εἶπον πρὸς αὐτόν «ἄγγειλον ἡμῖν διὰ τί τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν. τί ἐστιν τὸ ἔργον? καὶ ἐκ τίνος γῆς ἔρχῃ? καὶ ἐκ τίνος χώρας καὶ ἐκ τίνος λαοῦ εἶ σύ?»

UNADAPTED LXX: 7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν.8 καὶ εἶπον πρὸς αὐτόν ᾿Απάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. τίς σου ἡ ἐργασία ἐστίν; καὶ πόθεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ?

CROY 8: 9 καὶ Ἰωνᾶς λέγει πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον θεὸν τοῦ οὐρανοῦ καὶ τῆς θαλάσσης καὶ τῆς γῆς.».10 καὶ οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην καὶ λέγουσι πρὸς αὐτόν «σὺ πέμπεις ἁμαρτίαν ἐφ ἡμῶν.» οἱ γὰρ ἄνθρωποι γινώσκουσιν ὅτι Ἰωνᾶς οὐ θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ κυρίου ὅτι Ἰωνᾶς λέγει τοῦτο αὐτοῖς.

CROY 14: 9 καὶ Ἰωνᾶς εἶπε πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον θεὸν τοῦ οὐρανοῦ καὶ τῆς θαλάσσης καὶ τῆς γῆς.».10 καὶ οἱ ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ εἶπον πρὸς αὐτόν «σὺ πέμπεις ἁμαρτίαν ἐφ ἡμῶν.» οἱ γὰρ ἄνθρωποι γινώσκουσιν ὅτι Ἰωνᾶς οὐ θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ κυρίου ὅτι Ἰωνᾶς εἶπεν τοῦτο αὐτοῖς.

50x GNT VOCAB: 9 καὶ Ἰωνᾶς εἶπεν πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον θεὸν τοῦ οὐρανοῦ, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν γῆν.»10 καὶ οἱ ἄνδρες οὐκ εἶχον εἰρήνην καὶ εἶπαν πρὸς αὐτόν «τί τοῦτο ἐποίησας?» ἔγνωσαν γὰρ οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν ἔρχόμενος, ὅτι ἤγγειλεν αὐτοῖς.

UNADAPTED LXX: 9 καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.10 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.

CROY 8: 11 καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς τὸν Ἰωνᾶν «ἡμεῖς θέλομεν τὸν Θεὸν σῴζειν ἡμᾶς ἀπὸ τῆς θαλάσσης.» 12 καὶ Ἰωνᾶς λέγει πρὸς αὐτούς « Θεὸς θέλει σῴζειν ὑμᾶς ἀπὸ τῆς θαλάσσης, εἰ ὑμεῖς βάλλετέ με εἰς τὴν θάλασσαν. ἐγὼ γὰρ γινώσκω ὅτι δι᾽ ἐμὲ τοῦτο τὸ κακόν ἐστιν ἐφ᾽ ὑμᾶς.» 13 καὶ οἱ ἄνθρωποι θέλουσι σῴζειν τὸν Ἰωνᾶν, ἀλλὰ Θεὸς πέμπει τὴν θάλλασαν κατὰ τὸ πλοῖον.

CROY 14: 11 καὶ οἱ ἄνθρωποι εἶπαν πρὸς τὸν Ἰωνᾶν «θέλομεν τὸν θεὸν σωσαι ἡμᾶς ἀπὸ τῆς θαλάσσης. 12 καὶ Ἰωνᾶς εἶπεν πρὸς αὐτούς «δεῖ ὑμᾶς βαλεῖν με εἰς τὴν θάλασσαν, καὶ Θεὸς σῴσει ὑμᾶς ἀπὸ τῆς θαλάσσης ὅτι γινώσκω ἐγὼ ὅτι δι᾽ ἐμὲ τοῦτο τὸ κακόν ἐστιν ἐφ᾽ ὑμᾶς.»13 καὶ ἠθέλησαν οἱ ἄνδρες τοῦ ἐλθεῖν πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο.

50x GNT VOCAB: 11 καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν ἵνα σωθῶμεν ἀπὸ τῆς θαλάσσης? ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἦν μέγα πνεῦμα.12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ῎Αρατέ με καὶ βάλετέ με εἰς τὴν θάλασσαν, καὶ σῳθήσεσθε ἀπὸ τῆς θαλάσσης, ὅτι ἔγνωκα ἐγὼ ὅτι δι᾽ ἐμὲ τὸ πνεῦμα τὸ μέγα τοῦτο ἐφ᾽ ὑμᾶς ἐστιν.13 καὶ ἠθέλησαν οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ μέγα πνεῦμα ἦν ἐπ᾽ αὐτούς.

UNADAPTED LXX: 11 καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασσα ἀφ᾽ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ῎Αρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾽ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾽ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾽ ὑμᾶς ἐστιν.13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾽ αὐτούς.

CROY 8: 14 καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς Κύριον «Κύριε, ἡμεῖς οὐ θέλομέν σε λύειν ἡμᾶς διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου τούτου. εἰ οὗτος ὁ ἄνθρωπος έστιν δίκαιος, ἡμεῖς οὐ θέλομέν σε κρίνειν ἡμᾶς. ὅτι σύ, Κύριε, εἶ δίκαιος.»15 καὶ λαμβάνουσι τὸν Ἰωνᾶν καὶ βάλλουσιν αὐτὸν εἰς τὴν θάλασσαν. καὶ Θεὸς σῴζει τὸ πλοῖον ἀπὸ τῆς θαλάσσης. 16 καὶ οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην καὶ πιστεύουσι εἰς τὸν Κύριον.

CROY 14: 14 καὶ οἱ ἄνθρωποι ἔκρασαν πρὸς Κύριον καὶ εἶπαν «Κύριε, ἡμεῖς οὐ θέλομέν σε ἀποκτείνειν ἡμᾶς διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου τούτου. εἰ οὗτος ὁ ἄνθρωπος έστιν δίκαιος, ἡμεῖς οὐ θέλομέν σε κρίνειν ἡμᾶς. ὅτι σύ, Κύριε, εἶ δίκαιος.»15 καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἔβαλον αὐτὸν εἰς τὴν θάλασσαν. καὶ Θεὸς ἔσῳσεν τὸ πλοῖον ἀπὸ τῆς θαλάσσης. 16 καὶ οἱ ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ ἔπίστευσαν εἰς τὸν Κύριον.

50x GNT VOCAB: 14 καὶ ἔκρασαν πρὸς Κύριον καὶ εἶπαν «Κύριε, μὴ ἀπολώμεθα διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, Κύριε, πεποίηκας ὃ ἐβούλου.»15 καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ πνεύματος αὐτῆς.16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ προσεκύνησαν τῷ κυρίῳ καὶ προσεὔξαντο τῷ κυρίῳ.

UNADAPTED LXX: 14 καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν Μηδαμῶς, κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.15 καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.

CROY 8: 2 1 καὶ Κύριος πέμπει ἄγγελον τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ Ἰωνᾶς ἐστιν ἐν τῇ καρδίᾳ τοῦ ἀγγέλου.2 καὶ Ἰωνᾶς λέγει πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ ἀγγέλου τῆς θαλάσσης.

CROY 14: 2 1 καὶ Κύριος ἔπεμψε ἄγγελον τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ ἦν Ιωνας ἐν τῇ καρδίᾳ τοῦ ἀγγέλου.2 καὶ Ἰωνᾶς εἶπε πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ ἀγγέλου τῆς θαλάσσης.

50x GNT VOCAB: 2 1 καὶ Κύριος ἔπεμψε θηρίον μέγαν τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ ἦν Ιωνας ἐν τῇ καρδίᾳ τοῦ θηρίου τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ θηρίου.

UNADAPTED LXX: 2 1 Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν· καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους.

CROY 8: 3 καὶ Ἰωνᾶς λέγει « ἐγὼ λέγω πρὸς Κύριον τὸν θεόν μου, καὶ αὐτὸς ἀκούει μου. ἐκ τῆς καρδίας τοῦ θανάτου, σὺ, Θεὲ, ἀκούεις τῆς φωνῆς μου.
4 σὺ βάλλεις με εἰς τὴν καρδίαν τῆς θαλάσσης. αἱ θάλλασαί σου εἰσιν ἐπ᾽ ἐμέ.
5 καὶ ἐγὼ λέγω «σὺ βάλλεις με ἐκ τοῦ προσώπου σου. ἐγὼ θέλω βλέπειν τὴν ἁγίαν δόξαν σου.»»

CROY 14: 3 καὶ Ἰωνᾶς εἶπεν «ἔκρασα πρὸς Κύριον τὸν θεόν μου, καὶ αὐτὸς ἤκουσέν μου. ἐκ τῆς καρδίας τοῦ θανάτου σὺ, Θεὲ, ἤκουσας τῆς φωνῆς μου.
4 σὺ ἔβαλες με εἰς τὴν καρδίαν τῆς θαλάσσης. αἱ θάλλασαί σου διῆθλον ἐπ᾽ ἐμέ.
5 καὶ ἐγὼ εἶπα «σὺ βαλεῖς με ἐξ ὀφθαλμῶν σου. ὄψομαι πάλιν τὸ ἱερὸν τὸν ἅγιόν σου?»»

50x GNT VOCAB: 3 καὶ Ἰωνᾶς εἶπεν «ἔκρασα πρὸς Κύριον τὸν θεόν μου, καὶ ἤκουσέν μου. ἐκ τῆς καρδίας τοῦ θανάτου σὺ ἤκουσας τῆς φωνῆς μου.
4 ἔβαλες με εἰς τὴν καρδίαν τῆς θαλάσσης. πάντα τὰ ὕδατα σου διῆθλεν ἐπ᾽ ἐμέ.
5 καὶ ἐγὼ εἶπα «σὺ βαλεῖς με ἐξ ὀφθαλμῶν σου. ὄψομαι πάλιν τὸν ναὸν τὸν ἅγιόν σου?»»

UNADAPTED LXX: 3 καὶ εἶπεν ᾿Εβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.
4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον.
5 καὶ ἐγὼ εἶπα ᾿Απῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου?

CROY 8: 6 αἱ θάλλασαι λύουσι με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. τὸ πρόσωπον μοῦ έστιν ἐν τῇ καρδίᾳ τῆς γῆς.
7 Θεὸς πέμπει με εἰς τῆν καρδίαν τῆς γῆς. ὲγὼ βλέπω τὸν θάνατον. ἀλλὰ ἐγὼ θέλω σε σωζειν με, Κύριε, ὁ θεός μου.
8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ὲγὼ πιστεύω εἰς τὸν Κύριον. καὶ θέλω σε, Θεέ μου, ἀκούειν τοὺς λόγους μου ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ σου.
9 οἱ πονηροὶ οὐκ ἔχουσιν ἀγάπην καὶ οὐ λέγουσι τὴν ἀλήθειαν.
10 ἐγὼ δὲ πιστεύω σοι. ἡ ζωή μοῦ έστιν δῶρόν σοι τῷ Κυρίῳ.


CROY 14: 6 αἱ θάλλασαι ἀποκτείνουσί με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. ἡ κεφαλἠ μοῦ έστιν ἐν τῇ καρδίᾳ τῆς γῆς.
7 καταβαίνω εἰς τῆν γῆν. ὲγῶ εἶδον τὸν τόπον τοῦ θανάτου. ἀλλὰ ἐγὼ θέλω σε σῴζειν με, Κύριε, ὁ θεός μου.
8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ἐπίστευσα εἰς τὸν Κύριον. καὶ θέλω τοὺς λόγους μου ἔρχεσθαι πρὸς σὲ, εἰς τὸ ἅγιον ἱερόν σου.
9 οἱ πονηροὶ οὐκ ἔχουσιν ἀγάπην καὶ οὐ λέγουσι τὴν ἀλήθειαν.
10 ἐγὼ δὲ πιστεύσω σοι. ἡ ζωή μου ἔσται δῶρόν σοι τῷ Κυρίῳ.

50x GNT VOCAB: 6 ὕδωρ ἀποκτείνει με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. ἡ κεφαλὴ μοῦ έστιν ἐν τῇ καρδίᾳ τῆς γῆς.
7 κατέβην εἰς γῆν. εἶδον τὰς αἰωνίους θύρας. ἀλλὰ σῷσόν με, κύριε ὁ θεός μου.
8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ἐπίστευσα εἰς τὸν Κύριον. καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 οἱ πονηροὶ οὐκ ἀγαπῶσι καὶ οὐ λέγουσι τὴν ἀλήθειαν.
10 ἐγὼ δὲ προσευχόμενος πιστεύσω σοι. ὅσα εἶπον, δώσω σοι τῷ Κυρίῳ.

UNADAPTED LXX: 6 περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω φθορὰ ζωῆς μου, κύριε ὁ θεός μου.
8 ἐν τῷ ἐκλείπειν ἀπ᾽ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.

CROY 8: 11 καὶ Κύριος λέγει τῷ ἀγγέλῳ τῆς θαλάσσης. καὶ ὁ ἄγγελος τῆς θαλάσσης βάλλει τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.

CROY 14: 11 καὶ Κύριος εἶπε τῷ ἀγγέλῳ τῆς θαλάσσης. καὶ ὁ ἄγγελος τῆς θαλάσσης ἔβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.

50x GNT VOCAB: 11 καὶ Κύριος εἶπε τῷ θηρίῳ τῆς θαλάσσης. καὶ τὸ θηρίον τῆς θαλάσσης ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.

UNADAPTED LXX: 11 καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.


CROY 8: 3 1 καὶ Κύριος λέγει ἄλλον λόγον πρὸς Ἰωνᾶν. «θέλω σε διδάσκειν τοὺς ἀνθρώπους ἐν Νινευῇ περί μου κατὰ τοὺς πρώτους λόγους μου πρός σε.»

CROY 14: 3 1 καὶ ἄλλος λόγος Κυρίου ἐγένετο πρὸς Ἰωνᾶν. «θέλω σε ἔρχεσθαι εἰς Νινευὴν καὶ κηρῦξαι ἐν αὐτῇ κατὰ τοὺς πρώτους λόγους μου πρός σε.»

50x GNT VOCAB: 3 1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων2 «Ανάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τοὺς πρωτέρους λόγους, οὓς ἐγὼ ἐλάλησα πρὸς σέ.»

UNADAPTED LXX: 3 1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων2 ᾿Ανάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.

CROY 8: 3 καὶ Ἰωνᾶς λέγει πρὸς τοὺς ἀνθρώπους ἐν τῇ Νινευῇ, κατὰ τοὺς λόγους τοῦ Κυρίου. ἡ δὲ Νινευή έστιν γῆ οὐ μικρά. 4 καὶ ἐν τῇ πρώτῃ ἡμέρᾳ, Ἰωνᾶς λέγει «Κύριος λύει τὴν Νινευήν.»

CROY 14: 3 καὶ Ἰωνᾶς ἧλθεν εἰς Νινευη, κατὰ τοὺς λόγους τοῦ Κυρίου. ἡ δὲ Νινευὴ ἦν γῆ οὐ μικρά. 4 καὶ τῇ πρώτῃ ἡμέρᾳ, Ἰωνᾶς εἰσῆλθεν εἰς Νινευὴν καὶ ἐκήρυξεν καὶ εἶπεν «ἰδού. Κύριος λύσει τὴν Νινευήν.»

50x GNT VOCAB: 3 καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευήν, καθὼς ἐλάλησεν κύριος. ἡ δὲ Νινευη ἦν πόλις μεγάλη. 4 καὶ τῇ πρώτῃ ἡμέρᾳ, ἤρξατο Ιωνας τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν καὶ ἐκήρυξεν καὶ εἶπεν «ἔτι τρεῖς ἡμέραι καὶ Νινευη λυθήσεται.»

UNADAPTED LXX: 3 καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύθη εἰς Νινευη, καθὼς ἐλάλησεν κύριος· ἡ δὲ Νινευη ἦν πόλις μεγάλη τῷ θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.4 καὶ ἤρξατο Ιωνας τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξεν καὶ εἶπεν ῎Ετι τρεῖς ἡμέραι καὶ Νινευη καταστραφήσεται.

CROY 8: 5 καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς πιστεύουσι τῷ θεῷ καὶ λέγουσιν ὅτι «ἡμεῖς οὐ θέλλομεν ἐσθίειν ἄρτον.»6 καὶ ὁ κύριος τῆς Νινευῆς ἀκούει τοῦτον τὸν λόγον, καὶ βάλλει τὸ καλὸν ἱμάτιον εἰς τὴν γῆν καὶ μένει ἐπὶ τῆς γῆς. 7 καὶ ὁ κύριος τῆς Νινευῆς λέγει τοῖς δούλοις αὐτῶν «ἐγὼ οὐ θέλω ὑμᾶς ἐσθίειν ἄρτον.»8 καὶ οἱ ἄνθρωποι μένουσιν ἐπὶ τῆς γῆς, καὶ λέγουσι πρὸς τὸν Θεὸν. καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς οὐκ μένουσιν ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ λέγουσιν «ἡμεῖς οὐ γινώσκομεν εἰ Θεὸς θέλει σῴζειν ἡμᾶς»

CROY 14: 5 καὶ οἱ ἄνθρωποι τῆς Νινευη ἐπίστευσαν τῷ θεῷ καὶ ἐκήρυξαν ὅτι οὐδὲ ἄρτος οὐδε καλὰ ἱμάτια ἔσται αὐτοὶς.6 καὶ ὁ λόγος ἦλθεν πρὸς τὸν κύριον τῆς Νινευη, καὶ ἔβαλεν τὸ καλὸν ἱμάτιον εἰς τὴν γῆν καὶ ἔμεινεν ἐπὶ τῆς γῆς. 7 καὶ ὁ κύριος τῆς Νινευῆς εἶπε τοῖς δούλοις αὐτῶν «ἐγὼ οὐ θέλω ὑμᾶς ἐσθίειν ἄρτον μηδὲ πίνειν οἶνον.»8 καὶ οἱ ἄνθρωποι ἔμεινον ἐπὶ τῆς γῆς, καὶ ἔκρασαν πρὸς τὸν Θεὸν. καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ εἶπον «ἡμεῖς οὐ γινώσκομεν εἰ Θεὸς θέλει σῴζειν ἡμᾶς»

50x GNT VOCAB: 5 καὶ ἐπίστευσαν οἱ ἄνδρες τῆς Νινευη τῷ θεῷ καὶ ἐκήρυξαν ὅτι οὐδὲ ἄρτος οὐδε καλὰ ἱμάτια ἔσται αὐτοὶς, ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.6 καὶ ἦλθεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἀνέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἦρεν τὸ καλὸν ἱμάτιον ἀφ᾽ ἑαυτοῦ καὶ ἔμεινεν ἐπὶ τῆς γῆς. 7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν ἀρχόντων αὐτοῦ λέγων «οἱ ἄνθρωποι καὶ τὰ πρόβατα μὴ φαγέτωσαν μηδὲ ὕδωρ πιέτωσαν.8 καὶ οἱ ἄνθρωποι ἔμεινον ἐπὶ τῆς γῆς, καὶ ἔκρασαν πρὸς τὸν θεὸν πολλά· καὶ ἕκαστος οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν, λέγοντες9 «τίς οἶδεν εἰ ὁ Θεὸς ἀφήσει ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα?»

UNADAPTED LXX: 5 καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευη τῷ θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.6 καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ᾽ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν.8 καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες9 Τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα;

CROY 8: 10 καὶ ὁ Θεὸς βλέπει τὰ ἔργα αὐτῶν, ὅτι οἱ ἄνθρωποι τῆς Νινευῆς οὐ μένουσιν ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς ού λύει τὴν Νινευήν.

CROY 14: 10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς οὐκ ἔλυσε τὴν Νινευήν.

50x GNT VOCAB: 10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς οὐκ ἐποίησεν τὸ πονηρὸν αὐτοὶς, ὃ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς.

UNADAPTED LXX: 10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.

CROY 8: 4 1 καὶ Ἰωνᾶς οὐκ ἔχει εἰρήνην.2 καὶ Ἰωνᾶς λέγει πρὸς Κύριον «Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου πρώτους οἱ ἐν τῇ γῇ μου? διὰ τοῦτο, ἐγὼ οὐ θέλω εἶναι ὁ προφήτης σου, ὅτι ἐγὼ γινώσκω ὅτι σὺ ἔχεις ἀγάπην ὑπὲρ ἀνθρώπων καὶ σὺ θέλεις σωζειν αὐτούς. 3 Κύριε, ἐγὼ θέλει σε λαμβάνειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ. θέλω σε λύσειν με. 4 καὶ Κύριος λέγει πρὸς Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»


CROY 14: 4 1 καὶ Ἰωνᾶς οὐκ εἶχον εἰρἠνην.2 καὶ εἶπεν πρὸς Κύριον «Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου πρώτους οἱ ἐν τῇ γῇ μου; διὰ τοῦτο, ὲγὼ ἦλθον εἰς Θαρσις, ὅτι ἐγὼ γινώσκω ὅτι σὺ ἔχεις ἀγάπην ὑπὲρ ἀνθρώπων καὶ σὺ θέλεις σῴζειν αὐτούς. 3 Κύριε, ἐγὼ θέλει σε λαβεῖν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι θέλω ἀποθνῄσκειν.» 4 καὶ Κύριος εἶπεν πρὸς Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»

50x GNT VOCAB: 4 1 καὶ Ἰωνᾶς οὐκ εἶχον εἰρήνην.2 καὶ προσεύξατο πρὸς Κύριον καὶ εἶπεν «ὧ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο ἦλθον εἰς Θαρσίς, ὅτι ἔγνων ὅτι σὺ ἀγαπᾷς ἀνθρώπους καὶ μισεῖς πονηρόν.3 καὶ νῦν, Κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν με.» 4 καὶ εἶπεν Κύριος πρὸς Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»

UNADAPTED LXX: 4 1 Καὶ ἐλυπήθη Ιωνας λύπην μεγάλην καὶ συνεχύθη.2 καὶ προσεύξατο πρὸς κύριον καὶ εἶπεν ῏Ω κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσις, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.3 καὶ νῦν, δέσποτα κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν με. 4 καὶ εἶπεν κύριος πρὸς Ιωναν Εἰ σφόδρα λελύπησαι σύ;

CROY 8: 5 καὶ Ἰωνᾶς ού θέλει μένειν ἐν Νινευῇ. θέλει γὰρ βλέπειν τὸν θάνατον τῆς Νινευῆς. καὶ Ἰωνᾶς εὐρίσκει οἶκον οὐκ ἐν Νινευῇ καὶ μένει ἐν αὐτῷ. 6 καὶ Κύριος πέμπει ἄγγελον τῷ Ἰωνᾷ. Καὶ ὁ ἄγγελος πέμπει αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς ἔχει εἰρήνην ἐπὶ τῶν δώρων.


CROY 14: 5 καὶ Ἰωνᾶς ἐξῆλθεν ἐκ τῆς γῆς τῆς Νινευῆς καὶ ἔμεινεν ἀπὸ τῆς πόλεως. καὶ εὖρεν ἐκεῖ οἰκίαν καὶ ἔμεινεν ἐν αὐτῇ. θέλει γαρ βλέπειν τὸν θάνατον τῆς Νινευῆς. 6 καὶ Κύριος ὁ θεὸς ἔπεμψεν ἄγγελον τῷ Ἰωνᾷ, ὁ ἄγγελος ἔπεμψεν αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς εἶχεν εἰρήνην ἐπὶ τῶν δώρων.

50x GNT VOCAB: 5 καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἔμεινεν ἔξω τῆς πόλεως. καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίαν καὶ ἔμεινεν ἐν αὐτῇ ἕως οὗ ἴδῃ τί ἔσται τῇ πόλει.6 καὶ Κύριος ὁ θεὸς ἔπεμψεν ἄγγελον τῷ Ἰωνᾷ, ὁ ἄγγελος ἔδωκεν αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς εἶχεν χαρὰν μεγάλην ἐπὶ τῶν δώρων.

UNADAPTED LXX: 5 καὶ ἐξῆλθεν Ιωνας ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.6 καὶ προσέταξεν κύριος ὁ θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ιωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ιωνας ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.

CROY 8: 7 καὶ μετὰ ταῦτα, ὁ Θεὸς πέμπει ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι λύουσι τόν οἶκον. 8 καὶ μετὰ ταῦτα, ὁ Θεὸς πέμπει ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι λύουσι τὸν ἄρτον καὶ τὰ δῶρα. καὶ Ἰωνᾶς οὐκ ἔχει εἰρήνην καὶ λέγει «θέλω σε, Θεέ, λύειν με.»

CROY 14: 7 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ Θεὸς ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι ἔλυσαν τόν οἶκον. 8 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι ἐλυσαν τὸν ἄρτον καὶ τὰ δῶρα. καὶ Ἰωνᾶς οὐκ εἶχεν εἰρήνην καὶ εἶπεν «καλόν μοι ἀποθανεῖν.»

50x GNT VOCAB: 7 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι ἔλυσαν τόν οῖκον. 8 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι ἐλυσαν τὸν ἄρτον καὶ τὰ δῶρα. καὶ Ἰωνᾶς οὐκ εἶχεν εἰρήνην καὶ εἶπεν «καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.»

UNADAPTED LXX: 7 καὶ προσέταξεν ὁ θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολόκυνθαν, καὶ ἀπεξηράνθη.8 καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ιωνα· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν Καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.

CROY 8: 9 καὶ ὁ Θεὸς λέγει πρὸς Ἰωνᾶν «σὐ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ Ἰωνᾶς λέγει «οὐκ ἔχω εἰρήνην. θέλω σε λύειν με.»10 καὶ Κύριος λέγει «σὐ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων. ἀλλὰ ταῦτα οὐκ ἐστιν τά ἔργα σου. 11 ἐγὼ δὲ ἔχω ἀγάπην ὑπὲρ τῶν ἄνθρώπων τῆς Νινευὴς. οὗτοι γὰρ ἐστιν τὰ ἔργα μοῦ!»

CROY 14: 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν «σὺ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ εἶπεν «οὐκ ἔχω εἰρήνην. θέλω ἀποθνήσειν.»10 καὶ εἶπεν Κύριος «σὐ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων. ἀλλὰ ταῦτα οὐκ ἐστιν τἀ ἔργα σου. 11 ἐγὼ δὲ ἔχω ἀγάπην ὑπὲρ τῶν ἄνθρώπων τῆς Νινευὴς. οὗτοι γὰρ ἐστιν τὰ ἔργα μοῦ!

50x GNT VOCAB: 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν «σὺ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ εἶπεν «οὐκ ἔχω εἰρήνην. θέλω ἀποθνήσειν.»10 καὶ εἶπεν Κύριος «σὺ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων, ἃ σὒ οὐκ ἐποίησας, ἃ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.11 ἐγὼ δὲ οὐκ ἀγαπήσω τὴν Νινευην τὴν πόλιν τὴν μεγάλην, ἐν ᾗ οἰκοῦσι πολλοὶ ἄνθρωποι, καὶ πολλὰ τέκνα, καὶ πολλὰ θηρία?»

UNADAPTED LXX: 9 καὶ εἶπεν ὁ θεὸς πρὸς Ιωναν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπεν Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.10 καὶ εἶπεν κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾽ αὐτὴν καὶ οὐκ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.11 ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευη τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Wed May 23, 2012 4:47 pm

Below I “level” John chapter 17, using only the grammar and vocabulary found in the first 8 chapters of Clayton Croy’s “A Primer of New Testament Greek.”

The audio can be found here:

http://archive.org/details/N17InLeveledGreek

17 1 καὶ Ἰησοῦς βλέπει εἰς τὸν οὐρανὸν καὶ λέγει «Θεέ μου, αὑτή έστιν ἡ ὥρα δοξάζειν τὸν υἱόν σου. ἐγώ, ὁ υἱός σου, θέλω δοξάζειν σε. 2 ἐγὼ ἔχω ἐξουσίαν ἐκ σου. καὶ ἐγὼ θέλω πέμπειν ζωὴν τοῖς ἀνθρώποις.

3 αὕτη δέ ἐστιν ἡ ζωὴ, εἰ ἄνθρωποι γινώσκουσιν τὸν Θεὸν καὶ τὸν Ἰησοῦν Χριστόν.4 τὸ ἔργα μοῦ ἐστιν δοξάζειν σε ἐπὶ τῆς γῆς. 5 καὶ ἐγὼ θέλω σε δοξάζειν με διὰ τῆς δόξης σου.

6 σὺ πέμπεις μοι άνθρώπους ἐκ τοῦ κόσμου. καὶ ἐγὼ διδάσκω τούτους τοὺς ἄνθρώπους περί σου. οἱ μαθηταὶ σοῦ εἰσιν οἱ μαθηταὶ μοῦ. ὁ δέ λόγος σου μένει ἐν μοι. 7 οἱ μαθηταὶ γινώσκουσιν ὅτι οἱ λόγοι μοῦ εἰσιν ἐκ σου. 8 ὅτι ἐγὼ διδάσκω τοὺς μαθητὰς τοὺς λόγους σου. αὐτοὶ λαμβάνουσι τοὺς λόγους σου καὶ αὐτοὶ γινώσκουσι ὅτι ἐγώ εἰμι ἐκ σου. καὶ οἱ μαθηταὶ πιστεύουσι ὅτι ἐγὼ είμι ἐκ σου.

9 ἐγὼ λέγει σοι περὶ τούτων τῶν ἀνθρώπων. οὐ περὶ τοῦ κόσμου ἐγὼ λέγω ἀλλὰ ἐγὼ λέγω περὶ τῶν μαθητῶν σου, ὅτι αὐτοί εἰσιν ἐκ σοῦ. 10 καὶ τὰ μοῦ ἐστιν τὰ σοῦ καὶ τὰ σοῦ ἐστιν τὰ μοῦ καὶ ἐγὼ ἔχω δόξαν ἐν τοῖς μαθηταῖς σου. 11 καὶ οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, ἀλλὰ αὐτοὶ είσιν ἐν τῷ κόσμῳ. καὶ ἐγὼ εἰμι μετά σου. ἅγιε θεέ, ἐγὼ θέλω αὐτοὺς μένειν ἐν σοι ὅτι ἐγὼ μένω ἐν σοι.

12 ἐγὼ διδάκσω τοὺς μαθητὰς τοὺς λόγους σου. αὐτοὶ μένουσιν έν σοι, ἀλλὰ Ἰουδᾶς ού μένει ἐν σοι ὅτι Ίουδᾶς ἐστιν ὁ υἱὸς τοῦ θανάτου. καὶ ἡ γράφη λέγει περὶ τούτου. 13 ἐγὼ εἰμι μετά σου, ἀλλὰ θέλω λέγειν ταῦτα τοῖς ἀνθρώποις τοῖς ἐν τῷ κόσμῳ ὅτι ὲγὼ θέλω αὐτοὺς ἔχειν τὴν εἰρήνην μου.14 ἐγὼ διδάσκω αὐτοὺς τὸν λόγον σου, ἀλλὰ ὁ κόσμος οὐ λαμβάνουσιν αὐτούς, ὅτι οὗτοι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου κὰι ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.

15 ἐγὼ οὐ θέλω σε λαμβάνειν αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἐγὼ θέλω σε σῴζειν αὐτοὺς ἐκ τοῦ Πονηροῦ.16 αὐτοὶ οὐκ εἰσὶν ἐκ τοῦ κόσμου ὅτι ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.17 ὲγὼ θέλω αὐτοὺς εἶναι ἁγίους ἐν τῇ ἀληθείᾳ. καὶ ὁ λόγος σου ἐστιν ἀλήθεια. 18 ὲγὼ εἰμι ὁ ἀπόστολός σου ἐν τῷ κόσμῳ καὶ έγὼ άποστέλλω αὐτοὺς εἰς τὸν κόσμον.

19 καὶ ὑπὲρ αὐτῶν ἐγώ εἰμι ἅγιος. καὶ ἐγὼ θέλω αὐτοὺς εἷναι ἁγίους ἐν τῇ ἀληθείᾳ. 20 ἐγὼ διδάσκω αὐτοὺς περί σου, καὶ αὐτοὶ διδάσκουσιν ἄλλους ἀνθρώπους, καὶ οἱ ἄνθρωποι πιστεύουσιν εἰς ἐμὲ διὰ τοῦ λόγου αὐτῶν. 21 ἐγὼ θέλω αὐτοὺς εἶναι ἐν σοι ὅτι ἐγὼ εἰμι ἐν σοι. καὶ ἐγὼ θέλω τὸν κόσμον πιστεύειν ὅτι ἐγώ εἰμι ἐκ σοῦ.

22 ἐγὼ ἔχω τὴν δόξαν ἐκ σου, καὶ ἐγὼ πέμπω ταύτην τὴν δόξαν αὐτοῖς. 23 ἐγώ εἰμι ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, καὶ ἐγω θέλω τὸν κόσμον γινώσκειν ὅτι ἐγὼ εἰμι ὁ ἀπόστολός σου καὶ ὅτι σὺ ἔχει ἀγάπην ὑπέρ μοῦ καὶ ὅτι ἐγὼ ἔχω ἀγάπην ὑπέρ σοῦ.

24 Θεέ μου, ἐγὼ θέλω αύτοὺς εἶναι μεθ’ ἡμῶν. καὶ ἐγὼ θέλω αὐτοὺς βλέπειν τὴν δόξαν μου. αὕτη ἡ δόξα ἐστιν ἐκ σου ὅτι σὺ ἔχεις ἀγάπην ὑπέρ μου. 25 δίκαιε Θεέ, ὁ κόσμος οὐ γινώσκει σε, ἀλλὰ ἐγὼ γινώκσω σε. καὶ οὗτοι γινώσκουσιν ὅτι εἰμι ἐκ σου. 26 καὶ ἐγὼ διδάσκω αὐτοὺς περί σου ὅτι ἐγὼ θέλω πέπμπειν τὴν ἀγάπην σου εἰς αὐτούς.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Tue Jun 05, 2012 3:34 pm

Below I “level” Genesis 12, using only the 200 most common words in the Greek NT, namely those that occur 85x or more. I also simplifiy the word order and the grammar.

12:1 καὶ Κύριος εἶπεν τῷ Αβραμ «ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ εἴσελθε εἰς τὴν γῆν, ἣν ἐγὼ δώσω. 2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἐγὼ δώσω σοι δόξαν. 3 καὶ ἐγὼ ἀγαπήσω τοὺς ἀγαπῶντάς σε. καὶ πάντα τὰ ἔθνα τῆς γῆς ἕξει δόξαν ἐν σοι. 4 καὶ Αβραμ ἐξῆλθε, καθὼς Κύριος ἐλάλησεν αὐτῷ. καὶ Λωτ ἦλθεν μετ᾽ αὐτοῦ. 5 καὶ Αβραμ ἔλαβεν τὴν Σαρα τὴν γυναῖκα αὐτοῦ καὶ Λωτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντας τοὺς δούλους αὐτῶν. καὶ αὐτοὶ εἰσῆλθον εἰς τὴν γῆν Χανααν.6 (οἱ δὲ Χαναναῖοι τότε ἦσαν ἐν τῇ γῇ.) 7 καὶ Αβραμ εἶδεν τὸν Κύριον καὶ Κύριος εἶπεν τῷ Αβραμ «ἐγὼ δώσω τοῖς υἱοῖς σου ταύτην τὴν γῆν.» καὶ Αβραμ ἐκεῖ ἔδωκε δῶρα τῷ κυρίῳ.8 καὶ Αβραμ εἰσῆλθεν εἰς τὴν Βαιθηλ καὶ ἔστησεν ἐκεῖ τὴν οἰκίαν αὐτοῦ. καὶ Αβραμ ἐκεῖ ἐκάλεσεν ἐπὶ τῷ ὀνόματι Κυρίου.9 καὶ Αβραμ εἰσῆλθεν εἰς τὴν ἔρημον.

10 καὶ οὐκ ἦν ἄρτος ἐν τῇ γῇ Χανααν. καὶ Αβραμ ἦλθεν εἰς τὴν γὴν Αἴγυπτον ἵνα εὐρίσκῃ ἄρτον ἐκεῖ. 11 καὶ Αβραμ εἶπεν τῇ Σαρα τῇ γυναικὶ αὐτοῦ « ὲγὼ γινώσκω ὅτι σὺ εἶ καλὴ γυνή.12 οἱ οὖν Αἰγύπτιοι, ἰδόντες σε, ἐροῦσιν ὅτι «αὕτη έστιν καλὴ γυνή.» καὶ οὖτοι ἀποκτενοῦσίν με. 13 εἰπὸν οὖν ὅτι «ἐγὼ εἰμι ἡ ἀδελφὴ αὐτοῦ,» ἵνα ἂν εὖ γένηται μοι διὰ σέ, καὶ ἡ ψυχή μου ζήσεται διὰ σέ.»14 καὶ Αβραμ καὶ Σαρα εἰσῆλθον εἰς Αἴγυπτον. καὶ οἱ Αἰγύπτιοι εἶδον τὴν Σαρα, ὅτι αὐτὴ ἦν καλὴ. 15 καὶ οἱ Αἰγύπτιοι εἶπον τῷ Φαραω ὅτι αὐτὴ καλὴ ἦν. καὶ οἱ Αἰγύπτιοι ἔπεμψαν αὐτὴν εἰς τὸν οἶκον τοῦ Φαραω.16 καὶ Αβραμ εἶχεν εἰρήνην διὰ τὴν Σαρα.

17 ἀλλὰ ὁ Θεὸς ἔπεμψε πολλὰ μεγάλα πονηρὰ εἰς τὸν οἶκον τοῦ Φαραω διὰ τὴν Σαρα τὴν γυναῖκα τοῦ Αβραμ.18 καὶ Φαραω, καλέσας τὸν Αβραμ, εἶπεν αὐτῷ «διὰ τί σὺ ἐποίησας τοῦτο μοι? διὰ τί σὺ οὐκ εἶπας μοι ὅτι Σαρα ἐστιν ἡ γυνή σου?19 διὰ τί σὺ εἶπας ὅτι «Σαρα έστιν ἡ ἀδελφή μου?» ἐγὼ γὰρ ἔλαβον αὐτὴν εἰς γυναῖκα. καὶ νῦν ἰδοὺ ἐγὼ δίδωμί σοι τὴν γυναῖκά σου. λαβὲ αὐτὴν καὶ ἔξελθε. 20 καὶ Αβραμ ἐξῆλθεν ἐκ τῆς γῆς Αἰγύπτου, καὶ μετ᾽ αὐτοῦ ἐξῆλθον Σαρα, ἡ γυνὴ αύτοῦ, καὶ οἱ δούλοι αὐτοῦ, καὶ Λωτ.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Gaius » Thu Jun 14, 2012 4:19 am

Marke,

Thank you for these. I have been holding a Greek Bible study with my friends who are a little rusty and these graduated readings are simple enough to get them (and me also) in the Greek without floundering too much in vocab and grammar.

Where did you get the idea for this and defining less common words in Greek? I think both are extremely helpful for allowing easy reading.

Best,
Gaius
Gaius
Textkit Neophyte
 
Posts: 26
Joined: Thu Jun 14, 2012 4:07 am

Re: More "leveled readings" of Greek texts

Postby Gaius » Thu Jun 14, 2012 4:55 pm

These are great!

Have you leveled other texts apart from the Bible? I have used graduated readers for Homer and Cicero, (a transitional reader for the Greek and a Legamus for Latin) and found those similarly helpful. I find myself getting rusty from going through the readers though and these will be great practice to just read.

Best,
Zach (Gaius)
Gaius
Textkit Neophyte
 
Posts: 26
Joined: Thu Jun 14, 2012 4:07 am

Re: More "leveled readings" of Greek texts

Postby Markos » Wed Jul 18, 2012 5:54 pm

Below I “level” 1 Cor. 15, using only the grammar and vocabulary found in the first 14 chapters of Clayton Croy’s “A Primer of New Testament Greek.”

15 1 ἐγὼ θέλω ὑμᾶς γινώσκειν, ἀδελφοί, τὸν λόγον. ἐγὼ ἐδίδαξα ὑμῖν τοῦτον τὸν λόγον. ὑμεῖς ἐδέξασθε τοῦτον τὸν λόγον. ὑμεῖς ἐστε ἐν τούτῳ τῷ λόγῳ,2 ὑμεῖς σῴζεσθε διὰ τούτου τοῦ λόγου, εἰ ὑμεῖς μένετε ἐν τούτῳ τῷ λόγῳ.

3 ἐγὼ γὰρ ἐδεξάμην τοῦτον τὸν λόγον καὶ ἐγὼ διδάσκω ὑμῖν ἐν πρώτοις, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς 4 καὶ ὅτι Θεὸς ἤγειρεν τὸν Χριστὸν κατὰ τὰς γραφὰς 5 καὶ ὅτι Κηφὰς εἶδεν τὸν Χριστόν. καὶ οἱ μαθηταὶ εἶδον τὸν Χριστόν. 6 καὶ οἱ ἀδελφοὶ εἶδον τὸν Χριστόν. 7 καὶ Ἰάκωβος εἶδε τὸν Χριστὀν. καὶ οἱ ἀπόστολοι εἶδον τὸν Χριστόν. 8 καὶ ἐγὼ εἶδον τὸν Χρίστον.

9 ἀλλὰ ἐγὼ οὐ θέλω ὑμᾶς λέγειν «Παῦλος ἐστιν ἀπόστολος.» ἐγὼ γὰρ ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ. 10 ἀλλὰ ἐγὼ ἐγενόμην ἀπόστολος διὰ τῆς ἐξουσίας τοῦ θεοῦ. καὶ τὸ ἔργον μοῦ ἐστιν ἐκ Θεοῦ. 11 ἡμεῖς μὲν κηρήσσομεν, ὑμεῖς δὲ ἐπιστεύσατε.

12 εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι αὐτὸς ἠγείρατο ἐκ νεκρῶν, οὐ δεῖ ὑμᾶς λέγειν ὅτι «οἰ νεκροὶ οὐκ ἐγείρονται.» 13 εἰ γὰρ οἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἠγείρατο. 14 εἰ δὲ Χριστὸς οὐκ ἠγείρατο, ὁ λόγος ἡμῶν οὐκ ἔστιν πιστός. 15 καὶ ἡμεῖς ού λέγομεν τὴν ἀλήθειαν, ὅτι ἡμεῖς εἴπομεν ὅτι Θεὸς ἤγειρεν τὸν Χριστόν. ἀλλὰ Θεὸς οὐκ ἤγειρεν τὸν Χριστὸν εἰ οἱ νεκροὶ οὐκ ἐγείρονται.16 εἰ γὰρ οἱ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἠγείρατο. 17 εἰ δὲ Χριστὸς οὐκ ἠγείρατο, ἡμεῖς οὐ κηρύσσομεν τὴν ἀλήθειαν, καὶ ἡμεῖς ἐστε ἐν ταῖς ἁμαρτίαις ὑμῶν,18 καὶ οἱ νεκροὶ ἐν Χριστῷ οὐκ ἔχουσιν τὴν ζωήν. 19 εἰ ἡ εἰρήνη ἡμῶν ἐστιν ἐν ταύτῃ τῇ ζωῇ καὶ οὐκ καὶ ἐν ούρανῷ, ἡμεῖς μένομεν ἐν τῷ θανάτῳ.

20 ἀλλὰ Χριστὸς ἠγείρατο ἐκ νεκρῶν. 21 δι᾽ ἀνθρώπου, ὁ θάνατος ἐγένετο τοῖς ἀνθρώποις καὶ δι᾽ ἀνθρώπου, ἡ ζωὴ ἐγένετο τοῖς νεκροῖς. 22 ἄνθρωποι γὰρ ἀποθνῄσκουσιν ἐν τῷ Ἀδὰμ ἀλλὰ αὐτοὶ ἔχουσι τὴν ζωὴν ἐν τῷ Χριστῷ. 23 πρῶτος Χριστὸς ἠγείρατο, καἰ μετὰ τοῦτο, οἱ νεκροὶ ἐν Χριστῷ ἐγείρονται. 24 καὶ μετὰ τοῦτο, ὁ Χριστὸς πέμψει τὴν βασιλείαν τῷ Θεῷ. καὶ μετὰ τοῦτο, ὁ Χριστὸς λύσει τὴν ἐξουσίαν τούτου τοῦ κόσμου. 25 δεῖ γὰρ τὸν Θεὸν ἄρχειν τοῦ κόσμοῦ. 26 καὶ ὁ Θεὸς λύσει αὐτὸν τὸν θάνατον. 27 Θεὸς γὰρ ἔχει ἐξουσίαν ὑπὲρ ἀνθρώπων, ἀλλὰ ἄνθρωποι οὐκ ἐχουσιν ἐξουσίαν ὑπὲρ τοῦ Θεοῦ. 28 Χριστὸς πέμψει τῷ Θεῷ τὴν βασιλεάιν, καὶ τοτε Θεὸς ἔσται Θεὸς.

29 οἱ γὰρ ἄνθρωποι βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν. εἰ δὲ οἱ νεκροὶ οὐκ ἐγείρονται, οὐ δεῖ αὐτοὺς βαπτίζεσθαι ὑπὲρ αὐτῶν.30 ἡμεῖς γινώσκομεν τὸν θάνατον ὅτι οἱ νεκροὶ ἐγείρονται. 31 καθ᾽ ἡμέραν ἀποθνῄσκω ὅτι οἱ νεκροὶ ἐγείρονται. 32 εἰ οἱ νεκροὶ οὐκ ἐγείρονται, δεῖ ἡμᾶς ἐσθίειν καὶ πίνειν καὶ ἀποθνῄσκειν. 33 τοῦτο λέγω ὑμῖν: εἰ ὑμεῖς δέχεσθε πονηροὺς ἀνθρώπους, ὑμεῖς αὐτοί ἐστε πονρηροί. 34 καὶ οὐ θέλω ὑμᾶς μένειν ἐν ἁμαρτίᾳ.

35 οἱ νεκροὶ ἐγείρονται ἐν δόξᾳ, καὶ νῦν ὑμεῖς θέλετε γινώκσειν περὶ ταύτης τῆς δόξης. 36 Θεὸς φέρει ἄρτον ἐκ τῆς γῆς. ἡ ζωὴ γίνεται ἐκ τοῦ θανάτου.37 Θεὸς βάλλει τὸν θάνατον εἰς τὴν γῆν, καὶ ἐκ τῆς γῆς ζωὴ ἐγένετο.

38 Θεὸς θέλει τὰ ἔργα αὐτοῦ ἔχειν τὴν δόξαν. 39 ἀλλὰ ἡ γῆ καὶ ἡ θάλασσα οὐκ ἔχουσι τὴν αὐτὴν δόξαν. ἔστιν ἄλλη δόξα τῆς γῆς, καὶ ἔστιν ἄλλη δόξα τῆς θαλάσσης. 40 ἡ γῆ ἔχει δόξαν καὶ ὁ ούρανὸς ἔχει δόξαν, ἀλλὰ ταύτα οὐκ ἔχει τὴν αὐτὴν δόξαν. 41 ἔστιν ἄλλη δόξα τῶν λίθων, καὶ ἄλλη δόξα τῆς έρήμου, καὶ ἄλλη δόξα τῶν ἀνθρώπων.

42 οἱ ἄνθρωποι βάλλονται εἰς τὴν γῆν ἐν θανάτῳ ἀλλὰ αὐτοὶ ἐγείρονται ἐν ζωῇ. 43 οἱ ἄνθρωποι βάλλονται εἰς τὴν γῆν ἐν ἁμαρτίᾳ. ἀλλὰ αὐτοὶ ἐγείρονται ἐν δόξᾳ. 44 οἱ ἄνθρωποι τῆς γῆς ἀποθνῄσκουσιν ἐν τῃ γῃ καὶ οἱ ἄνθρωποι τοῦ οὐρανοῦ ἔχουσι ζωὴν ἐν Θεῷ.

45 ἡ γραφὴ λέγει περὶ τοῦ πρώτου ἀνθρώπου καὶ τοῦ ἐσχάτου ἀνθρώπου.46 ὁ πρῶτος ἄνθρωπος ἦν Αδαμ καὶ ὁ ἔσχατος ἄνθρωπος ἦν Χριστός. 47 ὁ πρῶτος ἄνθρωπος ἦν ἐκ τῆς γῆς καὶ ὁ ἔσχατος ἄνθρωπος ἦν ἐξ οὐρανοῦ. 48 γῆ ἐστιν γῆ, καὶ οὐρανός έστιν οὐρανός. 49 ἡμεῖς ἐσμεν ἄνθρωποι τῆς γῆς, ἀλλὰ ἡμεῖς ἔχομεν τὴν δόξαν τοῦ ἄνθρώπου τοῦ οὐρανοῦ.

50 ἐγὼ λέγω τοῦτο ὑμῖν, ἀδελφοί, ὅτι ὁ ἄνθρωπος τῆς γῆς οὐ δύναται δέχεσθαι τὴν βασιλείαν τοῦ θεοῦ. 51 ἐγὼ θέλω ὑμᾶς ἀκούειν μου. εἰ σὺ ἀποθνῄσκεις, ὁ θεὸς πέμψει σοι δόξαν. 52 ἐν ταύτῃ τῇ ὤρᾳ, ὁ Θεὸς ἐγείρει τοὺς νεκροὺς καὶ ἡμεῖς ἔχομεν δόξαν. 53 δεῖ γὰρ τοὺς νεκροὺς ἔχειν ζωήν. 54 ὁ γὰρ Θεὸς λύει τὸν θάνατον. 55 ἡ γὰρ ἐξουσία τοῦ θανάτου ἐστιν ἡ ἁμαρτία. 56 ἡ δὲ ἐξουσία τῆς ἁμαρτίας ἐστιν ὁ νόμος. 57 ἡμεῖς δὲ ἔχομεν εἰρήνην ἐν τῷ θεῷ καὶ τῷ κυρίῳ Ἰησοῦ Χριστῷ. 58 θέλω οὖν, ἀδελφοί μου, ὑμᾶς εἶναι πιστοὺς ἐν τῷ ἔργῳ τοῦ κυρίου. ὑμεῖς γὰρ γινώσκετε ὅτι τὸ ἔργον ὑμῶν ἐστιν ἅγιον καὶ πιστὸν ἐν κυρίῳ.
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Fri Jul 27, 2012 6:44 pm

Gaius asked

Where did you get the idea for this and defining less common words in Greek?


Well, that's kind of a long story, but the short answer is that I am seeking an alternative to grammar-translation. I am committed to what W.H. Rouse called "the Direct Method." Right now, I am reading through an edition of Aesop by Chambry that has several versions of each fable. The versions are not really "leveled," (they are all from unadapted Greek sources) but they use different vocab and different grammar to convey the same basic meaning. This allows me, as an intermediate to advanced reader, to grasp the meaning without using a lexicon or a translation. I may not quite grasp everything reading the first version, but by the third or fourth version, I understand everything, and now when I go back and reread the first version, I get it. Greek paraphrase functions as a "help," without every leaving the target langauge. I am trying to provide this experience for beginning to intermediate readers.

Have you leveled other texts apart from the Bible?


Not yet, no, but I plan to. I'd like to see others do this too.

Anyway, thanks for the nice words.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby shahzaibahmed » Fri Oct 05, 2012 7:53 am

These are great!

Have you leveled other texts apart from the Bible? I have used graduated readers for Homer and Cicero, (a transitional reader for the Greek and a Legamus for Latin) and found those similarly helpful. I find myself getting rusty from going through the readers though and these will be great practice to just read.
shahzaibahmed
Textkit Neophyte
 
Posts: 1
Joined: Wed Sep 12, 2012 7:29 am

Re: More "leveled readings" of Greek texts

Postby Markos » Tue Mar 19, 2013 7:21 pm

Below I “level” the first 39 lines of Aeschylus’ Agamemnon.
The first level is a simplified paraphrase which seeks to use very common words and simple syntax. The second level mostly just rearranges the word order and adds articles and prepositions to clarify the meaning.

LEVEL ONE 1-3: προσεύχομαι πρὸς τοὺς θεούς. θέλω γὰρ σωτηρίαν ἐκ τούτων τῶν πόνων καὶ λυπῶν. ὁ γὰρ χρόνος τῆς φυλακῆς μου ἕν ἔτος ἐστιν. καὶ καθεύδω ἐπι τῆς στέγης τοῦ οἴκου τοῦ Ἀγαμέμνος. καθεύδω δὲ ἐπὶ χειρὸς κατὰ τρόπον κυνός.

LEVEL TWO 1-3: αἰτῶ μὲν τοὺς θεοὺς περὶ ἀπαλλαγῆς ἐκ τούτων τῶν πόνων, ἐκ ταὐτης τῆς φρουρᾶς ἐτείας κατὰ μῆκος, ἣν εἰμι κοιμώμενος ἐπὶ ταῖς στέγαις τοῦ Ἀγαμέμνος, ἐπὶ ἀγκάλης, κατὰ δίκην κυνός.

UNADAPTED 1-3: θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,

LEVEL ONE 4-7: βλέπω γὰρ καὶ εὖ γινώσκω τὴν συναγωγὴν τῶν ἀστέρων τῆς νυκτός. οἱ δὲ ἀστέρες φέρουσι τοῖς ἀνθρώποις ψυχρὸν καὶ θερμόν. οἶδα δὲ τούτους τοὺς λαμπροὺς καὶ ἰσχυροὺς ἀστέρας, καλὰς ἐν τῷ οὐρανῷ. οἶδα δὲ αὐτοὺς ὅτε ἀναβαίνουσι καὶ ὅτε καταβαίνουσι.

LEVEL TWO 4-7: κάτοιδα δὲ τὴν ὁμήγυριν τῶν νυκτέρων ἄστρων. κάτοιδα δὲ τοὺς φέροντας χεῖμα καὶ θέρος τοῖς βροτοῖς, λαμπροὺς δυνάστας, ἐμπρέποντας ἀστέρας, ἐν τῷ αἰθέρι. κάτοιδα δὲ τούτους ὅταν φθίνωσιν, καὶ κάτοιδα τὰς ἀντολάς τούτων.

UNADAPTED 4-7: ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
5καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν.

LEVEL ONE 8-11: καὶ νῦν ζητῶ καὶ μένω τὸ σημεῖον τοῦ φωτός. τὸ γὰρ φῶς τοῦτο ἐκ πυρός έστιν καὶ φέρει ἀγγελίαν ἐκ Τροίας ὅτι ἡ πόλις ἀπώλετο. οὕτως γὰρ κελεύει ἡ καρδία τῆς γυναῖκος, ἡ ἐλπιζοῦσα καὶ ἐχοῦσα τὴν βούλην τοῦ ἀνδρός.

LEVEL TWO 8-11: καὶ νῦν φυλάσσω τό σύμβολον τῆς λαμπάδος, τὴν αὐγὴν τοῦ πυρὸς, τὴν φέρουσαν ἐκ Τροίας τὴν φάτιν καὶ τὴν βάξιν τῆς ἀλώσεως. ὧδε γὰρ κελεύω τὸ ἐλπίζον ἀνδρόβουλον κέαρ τῆς γυναικός.

UNADAPTED 8-11: καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.

LEVEL ONE 12-15: ὅτε δὲ ἔχω τὴν κλίνην μου, κλαίω. ἡ γὰρ κλίνη μου πλανᾷ διὰ τῆς νυκτός. τὸ δὲ ὕδωρ πίπτει ἐπὶ τῆς κλίνης μου. ὢν δὲ ἐπὶ τῆς κλίνης μου οὐκ ἔχω ὀνείρους. ὁ γὰρ φόβος μὲν ἔχει με, ὁ δὲ ὕπνος οὐκ ἔχει με. οἱ δὲ ὀφθαλμοί μου οὐ κλείοντα ἐν ὕπνῳ.

LEVEL TWO 12-15: εὖτ᾽ ἂν δὲ ἔχω τὴν ἐμὴν νυκτίπλαγκτον καὶ ἔνδροσόν εὐνήν, τὴν μὴ ἐπισκοπουμένην σὺν τοῖς ὀνείροις, κλαίω. φόβος γὰρ ἀνθ᾽ ὕπνου παράστησί μοι, ὥστε τὰ βλέφαρά μου μὴ συμβαλεῖν ἐν ὕπνῳ.

UNADAPTED 12-15: εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
ἐμήν: φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ,
15τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ:

LEVEL ONE 16-19: ὅτε δὲ θέλω ποιῆσαι τοὺς ᾠδὰς ἢ τοὺς φωνὰς τῶν πετεινῶν, ποιῶν φαρμακὸν ἔχον φωνὴν ἑτέρην τοῦ ὕπνου, κλαίω. στενάζω δὲ ὑπὲρ τῶν πόνων τούτου τοῦ οἴκου μήκετι καλῶς οἰκονομουμένου.

LEVEL TWO 16-19: ὅταν δὲ δοκῶ ἀείδειν ἢ μινύρεσθαι, ὥσπερ ὄρνις, ἐντέμνων τοῦτο τὸ ἄκος, ἀντίμολπον τοῦ ὕπνου, τότε κλαίω, στένων ὑπὲρ τῆς συμφορᾶς τούτου τοῦ οἴκου, οὐχ ὡς πρότερον ἄριστα διαπονουμένου.

UNADAPTED 16-19: ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.

LEVEL ONE 20-21: νῦν δὲ θέλω σωτηρίαν εἶναι ἐκ τούτων τῶν πόνων καὶ λυπῶν ὅταν τὸ πῦρ φάνηται ἐκ τῆς σκοτίας. τὸ γὰρ πῦρ τοῦτο φέρω τὸ εὐαγγέλιον.

LEVEL TWO 20-21: νῦν δ᾽ γένοιτο εὐτυχὴς ἀπαλλαγὴ ἐκ τούτων τῶν πόνων,
τοῦ πυρός τοῦ εὐαγγέλου φανέντος έκ τοῦ ὀρφναίου.

UNADAPTED 20-21: νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.

LEVEL ONE 22-24: χαῖρε ὦ πῦρ τῆς νυκτός καὶ τῆς ἡμέρας! τὸ γὰρ φῶς ἀγγέλλει τὸν χρόνον τῶν πολλῶν χορῶν ἐν Ἀργει, διὰ ταύτην τὴν καλὴν συμφοράν.

LEVEL TWO 22-24: ὦ χαῖρε λαμπτὴρ νυκτός, λαμπτὴρ ἡμερήσιον,
φάος πιφαύσκων τὴν κατάστασιν τῶν πολλῶν χορῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.

UNADAPTED 22-24: ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.

LEVEL ONE 25-30 ἰού! ἀνάστηθι! ποιῶ νῦν σημεῖον δήλως τῇ γυναικὶ τοῦ Ἀγαμέμνονος . αἰτοῦμαι δὲ τὴν Κλυταιμνήστραν ἀναστῆσαι τάχεως ἐκ τῆς κλίνης αὐτῆς. αἰτοῦμαι δὲ αὐτὴν ποιῆσαι κραυγὴν χαρᾶς περὶ τοῦ οἴκου διὰ τοῦτο τὸ πῦρ. διότι ἡ πόλις τοῦ Ἰλίου ἀπώλετο. ταῦτα γὰρ τὸ πῦρ καλῶς ἀγγέλλει.

LEVEL TWO 25-30: ἰοὺ ἰού. σημαίνω τορῶς τῇ γυναικὶ τοῦ Ἀγαμέμνονος ἐπαντείλειν ὡς τάχος ἐκ τῆς εὐνῆς καὶ ἐπορθιάζειν ὀλολυγμὸν εὐφημοῦντα ὑπερ τοῦ οἴκου διὰ ταύτην τὴν λαμπάδα, εἴπερ Ἰλίου πόλις ἑάλωκεν, ὡς ὁ φρυκτὸς πρέπει ἀγγέλλων.

UNADAPTED 25-30: 25 ἰοὺ ἰού.
Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
30ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει.

LEVEL ONE 31-33: ὲγὼ δὲ αὐτὸς ὀρχήσομαι τὸ πρῶτον μέρος τοῦ χοροῦ. διηγήσομαι δὲ τὰ πράγματα τοῦ κυρίου μου, ὅτι καλῶς ἔχει. τὸ γὰρ σημεῖον τοῦ πυρὸς βάλλει ἐμοὶ τὸ τρὶς ἕξ, τούτ’ ἐστιν τὴν νιίκην!

LEVEL TWO 31-33: αὐτός τ᾽ ἔγωγε χορεύσομαι φροίμιον. θήσομαι γὰρ τὰ εὖ πεσόντα πράγματα τοῦ δεσποτοῦ, τῆς φρυκτωρίας βαλούσης μοι τὸ τρὶς ἓξ.

UNADAPTED 31-33: αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.

LEVEL ONE 34-39: θέλω οὖν τοῦτο. ὅτε ὁ κύριος τοῦ οἴκου ἔρχεται, θέλω τὴν ἀγαπητῆν χεῖρα αὐτοῦ λαμβάνειν τὴν χεῖρά μου. πλὴν τοὺς ἄλλους λόγους οὐ λέγω. βοῦς μέγας γὰρ ἐστιν ἐπὶ τῆς γλώσσης μου. εἰ δὲ οὗτος ὁ οἷκος ἂν ἐδύνατο λέγειν, ὰν ἔλεγε δήλως. κὰγὼ προθύμως λέγει μὲν τοῖς γινώσκουσι, ἀλλὰ τοῖς μὴ γινώσκουσιν οὐ λέγω.

LEVEL TWO 34-39 γένοιτο δ᾽ οὖν τοῦ ἄνακτος τοῦ οἴκου μολόντος, εὐφιλῆ χέρα
βαστάσαι τῇ χερί. τὰ δ᾽ ἄλλα σιγῶ. μέγας γὰρ βοῦς βέβηκεν ἐπὶ γλώσσῃ. οἶκος δ᾽ αὐτός, εἰ λάβοι φθογγὴν, σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ αὐδῶ τοῖς μαθοῦσιν καὶ λήθομαι τοῖς μὴ μαθοῦσι.

UNADAPTED 34-39: γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα
35ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγας
βέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι,
σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Mon Oct 07, 2013 6:47 pm

Below I "level" Xenophon's Anabasis 1.1.1-3a. The second level is the text of Phillpotts/Jerram's adaptation. http://archive.org/details/easyselectionsad00xeno I discovered this book after I started doing my own leveled readings, and I have come to believe that theirs is an outstanding specimen of the genre. (much better of course, than anything I have done.) Bedwere has begun to produce an audio, which is very helpful for internalization: http://archive.org/details/Esafx

Level One: Δαρεῖος ὁ βασιλεὺς καὶ Παρύσατις ἡ γυνὴ αὐτοῦ ἔχουσι δύο υἱούς. καὶ ὁ πρῶτος υἱός ἐστιν Ἀρταξέρξης. καὶ ὁ δεύτερὸς υἱός ἐστιν Κῦρος. Δαρεῖος δὲ ἔχει κακῶς, καὶ θάνατός ἐστιν ἐγγύς. Δαρεῖος οὖν θέλει τοὺς δύο υἱοὺς εἶναι σὺν αὐτῷ ὅτε ἀποθνῄσκει. Ἀρταξέρξης ἤδη ἐστὶ σὺν Δαρείῳ, ἀλλὰ Κῦρος ἐστὶν ἐν τῇ γῇ ποῦ αὐτός ἐστιν ὁ ἄρχων. Δαρεῖος οὖν κελεύει τὸν Κῦρον ἀναβαίνειν ἀπὸ ταύτης τῆς γῆς. ὁ δ' οὖν Κῦρος ἔρχεται πρὸς Δαρεῖον τὸν πατέρα αὐτοῦ. καὶ Κῦρος ἔχει πολλοὺς στρατιώτας τῶν Ἑλλήνων. ὁ δὲ Κῦρος λαμβαίνει Τισσαφέρνην σὺν ἑαυτῷ. (καὶ Κῦρος νομίζει ὅτι Τισσαφέρνης ἐστὶν φίλος, ἀλλὰ Τισσαφέρνης ἐστὶν ἐν ἀληθείᾳ πονηρὸς ἄνθρωπος.) καὶ Κῦρός ἐστιν ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς αὐτοῦ ὅτε Δαρεῖος ἀποθνῄσκει καὶ Ἀρταξέρξης ὁ ἀδελφὸς αὐτοῦ γίγνεται ὁ καινὸς βασιλεύς. μετὰ ταῦτα, Τισσαφέρνης ψεύδεται καὶ λέγει ὅτι Κῦρος θέλει ἀποκτείνειν τὸν Ἀρταξέρξην τὸν ἀδελφὸν αὐτοῦ.

Level Two: (Phillpotts) Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, καὶ πρεσβύτερος μέν ἐστιν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος. Δαρεῖος δὲ ἀσθενῶν, καὶ ἤδη μέλλων θανεῖν, βούλεται ἀμφοτέρω τὼ παῖδε παρεῖναι. ὁ μὲν οὖν πρεσβύτερος πάρεστι. Δαρεῖος δὲ κελεύει τὸν Κῦρον ἀναβαίνειν απὸ τῆς ἀρχῆς, ἧς ἐστι σατράπης. ὁ δ΄οὖν Κῦρος ἀναβαίνει, ἔχων τριακοσίους ὁπλίτας τῶν Ἑλλήνων. ἀναβαίνων δὲ λαμβάνει Τισσαφέρνην σὺν ἑαυτῷ ὡς φίλον. ἀναβὰς δὲ ὁ Κῦρος ἔτι ἐστὶν ἐν τοῖς βασιλείοις, ὅτε ὁ μὲν Δαρεῖος τελευτᾷ, Ἁρταξέρξης δὲ γίγνεται βασιλεύς. ἔπειτα Τισσαφέρνης διαβάλλει τὸν Κῦρον, φάσκων τῷ Ἁρταξέρῃ ὅτι ὁ Κῦρος ἐπιβουλεύει αὐτῷ.

Unadapted Xenophon: Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος: ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου, ἐβούλετο τὼ παῖδε ἀμφοτέρω παρεῖναι. ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε: Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἧς αὐτὸν σατράπην ἐποίησε, καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίον ἁθροίζονται. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον, καὶ τῶν Ἑλλήνων ἔχων ὁπλίτας ἀνέβη τριακοσίους, ἄρχοντα δὲ αὐτῶν Ξενίαν Παρράσιον. ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης, Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι αὐτῷ.
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: More "leveled readings" of Greek texts

Postby Markos » Fri Feb 28, 2014 12:10 pm

Below is a leveled reading of Aesop's fable "The Fox and the Grapes." The first four levels were done by Paul Nitz, with a few minor changes by me. I did the fifth level to be a bridge between Paul's versions and the original.

After the levels, I have added two more unadapted versions of the fable found in Chambry.

Corrections are welcome.

Nitz Level 1: ἡ ἀλώπηξ εὑρίσκει καρπὸν καλόν. ἡ δὲ ἀλώπηξ οὐ δύναται λαμβάνειν τὸν καρπόν. ὁ γὰρ καρπός ἐστιν ἄνω. ἡ ἀλώπηξ οὖν λυπεῖται. καὶ λέγει ὅτι οὗτος ὁ καρπός ἐστιν κακός.

ἡ ἀλώπηξ μισεῖ τὸν καρπὸν ὅτι οὐ δύναται λαμβάνειν αὐτόν.

Nitz Level 2: ἡ ἀλώπηξ εὑρίσκει καρπὸν καλόν. ἡ δὲ ἀλώπηξ πειρᾶται λαμβάνειν τὸν καρπόν. ἀλλά ὁ καρπός οὐκ ἔστιν ἐγγύς. μακράν ἐστιν, ἄνω ἐν δένδρῳ. καὶ λυπουμένη, ἡ ἀλώπηξ λέγει Οὗτος ὁ καρπός κακός ἐστιν .

ἡ ἀλώπηξ μισεῖ τὸν κάρπον ὅτι οὐ δύναται ἔχειν αὐτόν.

Nitz Level 3: ἡ ἀλώπηξ εὗρε βόρτρυα. ὁ δὲ καρπός ἦν ἐν δένρῳ. ἡ ἀλώπηξ οὖν οὐκ ἐδύνατο λαβεῖν τὸν καρπόν. ὁ γὰρ καρπός ἦν ἄνω. καὶ ἀπελθοῦσα εἶπεν Ἀλλὰ οὐκ ἤθελον λαβεῖν τοῦτον τὸν κακὸν καρπόν.

μὴ μισῇς ὅ τι οὐ δύνασαι ἔχειν.

Nitz Level 4: ἀλώπηξ τις εὑροῦσα βόρτρυα ἐν δένδρῳ ἤθελεν ἐσθιειν αὐτὸν. ἐπειράθη λαβεῖν αὐτόν ἀλλ' οὐκ ἐδύνατο ὅτι ἦν ἄνω ἐν δέδνρῳ. ἡ δὲ ἀπἦλθεν λέγουσα ὅτι ὄμφακές εἰσιν καὶ κακαί! οὐδέποτε ἤθελεν ἐσθίειν αὐτάς.

μὴ μισῇς ὅ τι οὐ δύνασαι δι' ἀσθένειαν ἔχειν.

Lightman Level 5: ἀλώπηξ τις, θεασαμένη τινὰς βότρυας κρεμαμένους ἐν δένδρῳ, ἠβουλήθη ἐσθιειν αὐτοὐς καὶ οὐκ ἠδύνατο.
ἀπελθοῦσα δὲ πρὸς ἑαυτὴν εἶπεν ὅτι ὄμφακές εἰσιν καὶ κακαί!

οὕτω καὶ τῶν ἀνθρώπων τινές εἰσιν οἳ μισοῦσιν ὃ οὐ δὐνονται ἔχειν δι' ἀσθένειαν καὶ μέμφονται τοὺς καιρούς.


Unadapted Aesop: Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο.
Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· Ὄμφακές εἰσιν.

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.



Chambry Version 2: Ἀλώπηξ ἐν κρεβαττινᾷ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν μέν,ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν.
Μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· Οὐδὲν τρώγεις.
Ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι παρὰ τοῦ μυὸς ἔφη· Ὄμφακές εἰσιν.

Ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθεσθαι τῷ λόγῳ ὁ μῦθος ἐλέγχει.


Chambry Version 3: (Babrius) Βότρυς μελαίνης ἀμπέλου παρωρείῃ
ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις
ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη
πηδῶσα ποσσὶν πορφυρῆς θιγεῖν ὥρης·
ἦν γὰρ πέπειρος κεἰς τρυγητὸν ἀκμαίη.
κάμνουσα δ' ἄλλως, οὐ γὰρ ἴσχυε ψαύειν,
παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην·
"ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην."
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1178
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado


Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 2 guests