by Markos » Sun May 20, 2012 3:06 pm
Below I “level” the book of Jonah. The first level uses only the grammar and vocabulary found in the first 8 chapters of Clayton Croy’s “A Primer of Biblical Greek.” The second level uses only the grammar and vocabulary found through Croy chapter 14. The third level uses only words that occur in the Greek NT about 50x or more, and simplifies the word order and grammar.
CROY 8: 1 1 ὁ Κύριος λέγει πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθί.2 « ἐγὼ θέλω σε διδάσκειν τοὺς ἀνθρώπους ἐν Νινευῇ περί μου. ἐγὼ γὰρ βλέπω ἁμαρτίαν ἐν Νινευῇ.»3 ἀλλὰ Ἰωνᾶς ού θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ Κυρίου. Ἰωνᾶς οὖν εὐρίσκει πλοῖον ἐν Ἰόππῃ. καὶ ἄνθρωποι πέμπουσιν τὸ πλοῖον εἰς Θαρσὶς, ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου.
CROY 14: 1 1 ὁ Κύριος εἶπεν πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθί.2 «δεῖ σε ἔρχεσθαι εἰς Νινευὴν καὶ κηρῦξαι ἐν αὐτῇ. ὅτι ἡ ἁμαρτία αὐτῆς ἀναβαίνει πρός με.»
3 καὶ Ἰωνᾶς ἀπῆλθεν ἐκ τοῦ προσώπου Κυρίου καὶ ἦλθεν εἰς Ἰόππην καὶ εὗρεν πλοῖον εἰς Θαρσίς . καὶ εἰσῆλθεν εἰς αὐτὸ τοῦ ἔρχεσθαι μετ᾽ αὐτῶν εἰς Θαρσὶς, ἐκ τοῦ προσώπου τοῦ Κυρίου.
50x GNT VOCAB: 1 1 ὁ λόγος Κυρίου ἐγένετο πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθἰ λέγων2 «άνάστηθι καὶ πορεύθητι εἰς Νινευὴν τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ ἁμαρτία αὐτῆς πρός με.»3 καὶ ἀνέστη Ἰωνᾶς τοῦ ἔρχεσθαι εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη εἰς Ἰόππην καὶ εὗρεν πλοῖον ἐρχόμενον εἰς Θαρσίς. καὶ εἰσῆλθεν εἰς αὐτὸ τοῦ ἔρχεσθαι μετ᾽ αὐτῶν εἰς Θαρσὶς, ἐκ προσώπου Κυρίου.
UNADAPTED LXX: 1 1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαθι λέγων2 ᾿Ανάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με.3 καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾽ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου.
CROY 8: 4 καὶ Κύριος πέμπει τὴν θάλασσαν κατὰ τοῦ πλοίοῦ. Κύριος γὰρ θέλει λύειν τὸ πλοῖον. 5 καὶ οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην. καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς τοὺς θεοὺς αὐτῶν «ἡμεῖς θέλομεν ὑμᾶς σῴζειν ἡμᾶς.» καὶ οἱ ἄνθρωποι βάλλουσι τὰ ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ μένει εἰς τὴν καρδίαν τοῦ πλοίου.
CROY 14: 4 καὶ Κύριος ἔπεμψε τὴν θάλασσαν κατὰ τοῦ πλοίοῦ. καὶ τὸ πλοῖον ἔμελλε λυθῆναι.5 καὶ οἱ ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ ἔκρασαν πρὸς τὸν θεὸν αὐτῶν. καὶ οἱ ἄνθρωποι ἔβαλλον τὰ ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ καταβαίνει εἰς τὴν καρδίαν τοῦ πλοίου καὶ ἔμεινεν ἐκεῖ.
50x GNT VOCAB: 4 καὶ Κύριος ἔπεμψε μέγα πνεῦμα εἰς τὴν θάλασσαν. καὶ τὸ πλοῖον ἐμελλε λυθῆναι.5 καὶ ἐφοβήθησαν οἱ ἄνδρες καὶ ἔκρασαν ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἔβαλλον τὰ ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν καρδίαν τοῦ πλοίου καὶ ἔμεινεν ἐκεῖ.
UNADAPTED LXX: 4 καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι.5 καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ᾽ αὐτῶν· Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδεν καὶ ἔρρεγχεν.
CROY 8: 6 καὶ ὁ κύριος τοῦ πλοίου λέγει πρὸς Ἰωνᾶν «ἐγὼ οὐ θέλω σε μένειν ἐν τῇ καρδίᾳ τοῦ πλοίου. ἐγὼ θέλω σε λέγειν πρὸς τὸν θεόν σου. ἐγὼ γὰρ θέλω τὸν Θεόν σου σῴζειν ἡμᾶς.»
CROY 14: 6 καὶ ὁ κύριος τοῦ πλοίου προσῆλθεν πρὸς Ἰωνᾶν καὶ εἶπεν αὐτῷ «οὐ δεῖ σε μένειν ἐκεῖ. δεῖ σε καλεῖν τὸν θεόν σου. ἐγὼ γὰρ θέλω τὸν Θεόν σου σῷσαι ἡμᾶς. ἡμεὶς οὐ θέλομεν ἀποθνῃσκειν.»
50x GNT VOCAB: 6 καὶ ὁ κύριος τοῦ πλοίου προσῆλθεν πρὸς Ἰωνᾶν καὶ εἶπεν αὐτῷ «διὰ τί σὺ μένεις ἐκεῖ? ἀνάστα καὶ κάλει τὸν θεόν σου, ὅπως σῴσῃ ὁ Θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.»
UNADAPTED LXX: 6 καὶ προσῆλθεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ὁ θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.
CROY 8: 7 καὶ οἱ ἄνθρωποι λέγουσι «τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν διὰ τὴν ἁμαρτίαν ἀνθρώπου. θέλομεν δὲ γινώσκειν ταύτην τὴν ἁμαρτίαν καὶ τούτον τὸν ἄνθρωπον.» καὶ οἱ ἄνθρωποι εὐρίσκουσι ὅτι τὸ κακὸν ἐστιν δια τὸν Ἰωνᾶν.8 καὶ λέγουσι πρὸς αὐτόν «ἡμεῖς θέλομεν γινώσκειν τὸ ἔργον σου καὶ τὴν γῆν σου καὶ τὸν λαόν σου.»
CROY 14: 7 καὶ οἱ ἄνθρωποι εἶπον «τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν διὰ τὴν ἁμαρτίαν ἀνθρώπου. θέλομεν δὲ γινώσκειν ταύτην τὴν ἁμαρτίαν καὶ τούτον τὸν ἄνθρωπον.» καὶ οἱ ἄνθρωποι εὖρον ὅτι τὸ κακὸν ἐγένετο δια τὸν Ἰωνᾶν. 8 καὶ εἶπον πρὸς αὐτόν «ἡμεῖς θέλομεν γινώσκειν τὸ ἔργον σου καὶ τὴν γῆν σου καὶ τὸν λαόν σου.»
50x GNT VOCAB: 7 καὶ οἱ ἄνθρωποι εἶπον πρὸς ἀλλήλους «δεῖ ἡμᾶς γινώσκειν διὰ τί τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν.» καὶ οἱ ἀνθρωποι εὖρον ὅτι τὸ κακὸν ἐγένετο δια τὸν Ιωναν.8 καὶ εἶπον πρὸς αὐτόν «ἄγγειλον ἡμῖν διὰ τί τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν. τί ἐστιν τὸ ἔργον? καὶ ἐκ τίνος γῆς ἔρχῃ? καὶ ἐκ τίνος χώρας καὶ ἐκ τίνος λαοῦ εἶ σύ?»
UNADAPTED LXX: 7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν.8 καὶ εἶπον πρὸς αὐτόν ᾿Απάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. τίς σου ἡ ἐργασία ἐστίν; καὶ πόθεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ?
CROY 8: 9 καὶ Ἰωνᾶς λέγει πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον θεὸν τοῦ οὐρανοῦ καὶ τῆς θαλάσσης καὶ τῆς γῆς.».10 καὶ οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην καὶ λέγουσι πρὸς αὐτόν «σὺ πέμπεις ἁμαρτίαν ἐφ ἡμῶν.» οἱ γὰρ ἄνθρωποι γινώσκουσιν ὅτι Ἰωνᾶς οὐ θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ κυρίου ὅτι Ἰωνᾶς λέγει τοῦτο αὐτοῖς.
CROY 14: 9 καὶ Ἰωνᾶς εἶπε πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον θεὸν τοῦ οὐρανοῦ καὶ τῆς θαλάσσης καὶ τῆς γῆς.».10 καὶ οἱ ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ εἶπον πρὸς αὐτόν «σὺ πέμπεις ἁμαρτίαν ἐφ ἡμῶν.» οἱ γὰρ ἄνθρωποι γινώσκουσιν ὅτι Ἰωνᾶς οὐ θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ κυρίου ὅτι Ἰωνᾶς εἶπεν τοῦτο αὐτοῖς.
50x GNT VOCAB: 9 καὶ Ἰωνᾶς εἶπεν πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον θεὸν τοῦ οὐρανοῦ, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν γῆν.»10 καὶ οἱ ἄνδρες οὐκ εἶχον εἰρήνην καὶ εἶπαν πρὸς αὐτόν «τί τοῦτο ἐποίησας?» ἔγνωσαν γὰρ οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν ἔρχόμενος, ὅτι ἤγγειλεν αὐτοῖς.
UNADAPTED LXX: 9 καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν ξηράν.10 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.
CROY 8: 11 καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς τὸν Ἰωνᾶν «ἡμεῖς θέλομεν τὸν Θεὸν σῴζειν ἡμᾶς ἀπὸ τῆς θαλάσσης.» 12 καὶ Ἰωνᾶς λέγει πρὸς αὐτούς « Θεὸς θέλει σῴζειν ὑμᾶς ἀπὸ τῆς θαλάσσης, εἰ ὑμεῖς βάλλετέ με εἰς τὴν θάλασσαν. ἐγὼ γὰρ γινώσκω ὅτι δι᾽ ἐμὲ τοῦτο τὸ κακόν ἐστιν ἐφ᾽ ὑμᾶς.» 13 καὶ οἱ ἄνθρωποι θέλουσι σῴζειν τὸν Ἰωνᾶν, ἀλλὰ Θεὸς πέμπει τὴν θάλλασαν κατὰ τὸ πλοῖον.
CROY 14: 11 καὶ οἱ ἄνθρωποι εἶπαν πρὸς τὸν Ἰωνᾶν «θέλομεν τὸν θεὸν σωσαι ἡμᾶς ἀπὸ τῆς θαλάσσης. 12 καὶ Ἰωνᾶς εἶπεν πρὸς αὐτούς «δεῖ ὑμᾶς βαλεῖν με εἰς τὴν θάλασσαν, καὶ Θεὸς σῴσει ὑμᾶς ἀπὸ τῆς θαλάσσης ὅτι γινώσκω ἐγὼ ὅτι δι᾽ ἐμὲ τοῦτο τὸ κακόν ἐστιν ἐφ᾽ ὑμᾶς.»13 καὶ ἠθέλησαν οἱ ἄνδρες τοῦ ἐλθεῖν πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο.
50x GNT VOCAB: 11 καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν ἵνα σωθῶμεν ἀπὸ τῆς θαλάσσης? ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἦν μέγα πνεῦμα.12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ῎Αρατέ με καὶ βάλετέ με εἰς τὴν θάλασσαν, καὶ σῳθήσεσθε ἀπὸ τῆς θαλάσσης, ὅτι ἔγνωκα ἐγὼ ὅτι δι᾽ ἐμὲ τὸ πνεῦμα τὸ μέγα τοῦτο ἐφ᾽ ὑμᾶς ἐστιν.13 καὶ ἠθέλησαν οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ μέγα πνεῦμα ἦν ἐπ᾽ αὐτούς.
UNADAPTED LXX: 11 καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ θάλασσα ἀφ᾽ ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα.12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ῎Αρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ᾽ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾽ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐφ᾽ ὑμᾶς ἐστιν.13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾽ αὐτούς.
CROY 8: 14 καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς Κύριον «Κύριε, ἡμεῖς οὐ θέλομέν σε λύειν ἡμᾶς διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου τούτου. εἰ οὗτος ὁ ἄνθρωπος έστιν δίκαιος, ἡμεῖς οὐ θέλομέν σε κρίνειν ἡμᾶς. ὅτι σύ, Κύριε, εἶ δίκαιος.»15 καὶ λαμβάνουσι τὸν Ἰωνᾶν καὶ βάλλουσιν αὐτὸν εἰς τὴν θάλασσαν. καὶ Θεὸς σῴζει τὸ πλοῖον ἀπὸ τῆς θαλάσσης. 16 καὶ οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην καὶ πιστεύουσι εἰς τὸν Κύριον.
CROY 14: 14 καὶ οἱ ἄνθρωποι ἔκρασαν πρὸς Κύριον καὶ εἶπαν «Κύριε, ἡμεῖς οὐ θέλομέν σε ἀποκτείνειν ἡμᾶς διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου τούτου. εἰ οὗτος ὁ ἄνθρωπος έστιν δίκαιος, ἡμεῖς οὐ θέλομέν σε κρίνειν ἡμᾶς. ὅτι σύ, Κύριε, εἶ δίκαιος.»15 καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἔβαλον αὐτὸν εἰς τὴν θάλασσαν. καὶ Θεὸς ἔσῳσεν τὸ πλοῖον ἀπὸ τῆς θαλάσσης. 16 καὶ οἱ ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ ἔπίστευσαν εἰς τὸν Κύριον.
50x GNT VOCAB: 14 καὶ ἔκρασαν πρὸς Κύριον καὶ εἶπαν «Κύριε, μὴ ἀπολώμεθα διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, Κύριε, πεποίηκας ὃ ἐβούλου.»15 καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ πνεύματος αὐτῆς.16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ προσεκύνησαν τῷ κυρίῳ καὶ προσεὔξαντο τῷ κυρίῳ.
UNADAPTED LXX: 14 καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν Μηδαμῶς, κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας.15 καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔθυσαν θυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.
CROY 8: 2 1 καὶ Κύριος πέμπει ἄγγελον τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ Ἰωνᾶς ἐστιν ἐν τῇ καρδίᾳ τοῦ ἀγγέλου.2 καὶ Ἰωνᾶς λέγει πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ ἀγγέλου τῆς θαλάσσης.
CROY 14: 2 1 καὶ Κύριος ἔπεμψε ἄγγελον τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ ἦν Ιωνας ἐν τῇ καρδίᾳ τοῦ ἀγγέλου.2 καὶ Ἰωνᾶς εἶπε πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ ἀγγέλου τῆς θαλάσσης.
50x GNT VOCAB: 2 1 καὶ Κύριος ἔπεμψε θηρίον μέγαν τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ ἦν Ιωνας ἐν τῇ καρδίᾳ τοῦ θηρίου τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ θηρίου.
UNADAPTED LXX: 2 1 Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν· καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους.
CROY 8: 3 καὶ Ἰωνᾶς λέγει « ἐγὼ λέγω πρὸς Κύριον τὸν θεόν μου, καὶ αὐτὸς ἀκούει μου. ἐκ τῆς καρδίας τοῦ θανάτου, σὺ, Θεὲ, ἀκούεις τῆς φωνῆς μου.
4 σὺ βάλλεις με εἰς τὴν καρδίαν τῆς θαλάσσης. αἱ θάλλασαί σου εἰσιν ἐπ᾽ ἐμέ.
5 καὶ ἐγὼ λέγω «σὺ βάλλεις με ἐκ τοῦ προσώπου σου. ἐγὼ θέλω βλέπειν τὴν ἁγίαν δόξαν σου.»»
CROY 14: 3 καὶ Ἰωνᾶς εἶπεν «ἔκρασα πρὸς Κύριον τὸν θεόν μου, καὶ αὐτὸς ἤκουσέν μου. ἐκ τῆς καρδίας τοῦ θανάτου σὺ, Θεὲ, ἤκουσας τῆς φωνῆς μου.
4 σὺ ἔβαλες με εἰς τὴν καρδίαν τῆς θαλάσσης. αἱ θάλλασαί σου διῆθλον ἐπ᾽ ἐμέ.
5 καὶ ἐγὼ εἶπα «σὺ βαλεῖς με ἐξ ὀφθαλμῶν σου. ὄψομαι πάλιν τὸ ἱερὸν τὸν ἅγιόν σου?»»
50x GNT VOCAB: 3 καὶ Ἰωνᾶς εἶπεν «ἔκρασα πρὸς Κύριον τὸν θεόν μου, καὶ ἤκουσέν μου. ἐκ τῆς καρδίας τοῦ θανάτου σὺ ἤκουσας τῆς φωνῆς μου.
4 ἔβαλες με εἰς τὴν καρδίαν τῆς θαλάσσης. πάντα τὰ ὕδατα σου διῆθλεν ἐπ᾽ ἐμέ.
5 καὶ ἐγὼ εἶπα «σὺ βαλεῖς με ἐξ ὀφθαλμῶν σου. ὄψομαι πάλιν τὸν ναὸν τὸν ἅγιόν σου?»»
UNADAPTED LXX: 3 καὶ εἶπεν ᾿Εβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.
4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον.
5 καὶ ἐγὼ εἶπα ᾿Απῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου?
CROY 8: 6 αἱ θάλλασαι λύουσι με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. τὸ πρόσωπον μοῦ έστιν ἐν τῇ καρδίᾳ τῆς γῆς.
7 Θεὸς πέμπει με εἰς τῆν καρδίαν τῆς γῆς. ὲγὼ βλέπω τὸν θάνατον. ἀλλὰ ἐγὼ θέλω σε σωζειν με, Κύριε, ὁ θεός μου.
8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ὲγὼ πιστεύω εἰς τὸν Κύριον. καὶ θέλω σε, Θεέ μου, ἀκούειν τοὺς λόγους μου ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ σου.
9 οἱ πονηροὶ οὐκ ἔχουσιν ἀγάπην καὶ οὐ λέγουσι τὴν ἀλήθειαν.
10 ἐγὼ δὲ πιστεύω σοι. ἡ ζωή μοῦ έστιν δῶρόν σοι τῷ Κυρίῳ.
CROY 14: 6 αἱ θάλλασαι ἀποκτείνουσί με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. ἡ κεφαλἠ μοῦ έστιν ἐν τῇ καρδίᾳ τῆς γῆς.
7 καταβαίνω εἰς τῆν γῆν. ὲγῶ εἶδον τὸν τόπον τοῦ θανάτου. ἀλλὰ ἐγὼ θέλω σε σῴζειν με, Κύριε, ὁ θεός μου.
8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ἐπίστευσα εἰς τὸν Κύριον. καὶ θέλω τοὺς λόγους μου ἔρχεσθαι πρὸς σὲ, εἰς τὸ ἅγιον ἱερόν σου.
9 οἱ πονηροὶ οὐκ ἔχουσιν ἀγάπην καὶ οὐ λέγουσι τὴν ἀλήθειαν.
10 ἐγὼ δὲ πιστεύσω σοι. ἡ ζωή μου ἔσται δῶρόν σοι τῷ Κυρίῳ.
50x GNT VOCAB: 6 ὕδωρ ἀποκτείνει με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. ἡ κεφαλὴ μοῦ έστιν ἐν τῇ καρδίᾳ τῆς γῆς.
7 κατέβην εἰς γῆν. εἶδον τὰς αἰωνίους θύρας. ἀλλὰ σῷσόν με, κύριε ὁ θεός μου.
8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ἐπίστευσα εἰς τὸν Κύριον. καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 οἱ πονηροὶ οὐκ ἀγαπῶσι καὶ οὐ λέγουσι τὴν ἀλήθειαν.
10 ἐγὼ δὲ προσευχόμενος πιστεύσω σοι. ὅσα εἶπον, δώσω σοι τῷ Κυρίῳ.
UNADAPTED LXX: 6 περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω φθορὰ ζωῆς μου, κύριε ὁ θεός μου.
8 ἐν τῷ ἐκλείπειν ἀπ᾽ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.
CROY 8: 11 καὶ Κύριος λέγει τῷ ἀγγέλῳ τῆς θαλάσσης. καὶ ὁ ἄγγελος τῆς θαλάσσης βάλλει τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.
CROY 14: 11 καὶ Κύριος εἶπε τῷ ἀγγέλῳ τῆς θαλάσσης. καὶ ὁ ἄγγελος τῆς θαλάσσης ἔβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.
50x GNT VOCAB: 11 καὶ Κύριος εἶπε τῷ θηρίῳ τῆς θαλάσσης. καὶ τὸ θηρίον τῆς θαλάσσης ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.
UNADAPTED LXX: 11 καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.
CROY 8: 3 1 καὶ Κύριος λέγει ἄλλον λόγον πρὸς Ἰωνᾶν. «θέλω σε διδάσκειν τοὺς ἀνθρώπους ἐν Νινευῇ περί μου κατὰ τοὺς πρώτους λόγους μου πρός σε.»
CROY 14: 3 1 καὶ ἄλλος λόγος Κυρίου ἐγένετο πρὸς Ἰωνᾶν. «θέλω σε ἔρχεσθαι εἰς Νινευὴν καὶ κηρῦξαι ἐν αὐτῇ κατὰ τοὺς πρώτους λόγους μου πρός σε.»
50x GNT VOCAB: 3 1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων2 «Ανάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τοὺς πρωτέρους λόγους, οὓς ἐγὼ ἐλάλησα πρὸς σέ.»
UNADAPTED LXX: 3 1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων2 ᾿Ανάστηθι καὶ πορεύθητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ.
CROY 8: 3 καὶ Ἰωνᾶς λέγει πρὸς τοὺς ἀνθρώπους ἐν τῇ Νινευῇ, κατὰ τοὺς λόγους τοῦ Κυρίου. ἡ δὲ Νινευή έστιν γῆ οὐ μικρά. 4 καὶ ἐν τῇ πρώτῃ ἡμέρᾳ, Ἰωνᾶς λέγει «Κύριος λύει τὴν Νινευήν.»
CROY 14: 3 καὶ Ἰωνᾶς ἧλθεν εἰς Νινευη, κατὰ τοὺς λόγους τοῦ Κυρίου. ἡ δὲ Νινευὴ ἦν γῆ οὐ μικρά. 4 καὶ τῇ πρώτῃ ἡμέρᾳ, Ἰωνᾶς εἰσῆλθεν εἰς Νινευὴν καὶ ἐκήρυξεν καὶ εἶπεν «ἰδού. Κύριος λύσει τὴν Νινευήν.»
50x GNT VOCAB: 3 καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευήν, καθὼς ἐλάλησεν κύριος. ἡ δὲ Νινευη ἦν πόλις μεγάλη. 4 καὶ τῇ πρώτῃ ἡμέρᾳ, ἤρξατο Ιωνας τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν καὶ ἐκήρυξεν καὶ εἶπεν «ἔτι τρεῖς ἡμέραι καὶ Νινευη λυθήσεται.»
UNADAPTED LXX: 3 καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύθη εἰς Νινευη, καθὼς ἐλάλησεν κύριος· ἡ δὲ Νινευη ἦν πόλις μεγάλη τῷ θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.4 καὶ ἤρξατο Ιωνας τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξεν καὶ εἶπεν ῎Ετι τρεῖς ἡμέραι καὶ Νινευη καταστραφήσεται.
CROY 8: 5 καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς πιστεύουσι τῷ θεῷ καὶ λέγουσιν ὅτι «ἡμεῖς οὐ θέλλομεν ἐσθίειν ἄρτον.»6 καὶ ὁ κύριος τῆς Νινευῆς ἀκούει τοῦτον τὸν λόγον, καὶ βάλλει τὸ καλὸν ἱμάτιον εἰς τὴν γῆν καὶ μένει ἐπὶ τῆς γῆς. 7 καὶ ὁ κύριος τῆς Νινευῆς λέγει τοῖς δούλοις αὐτῶν «ἐγὼ οὐ θέλω ὑμᾶς ἐσθίειν ἄρτον.»8 καὶ οἱ ἄνθρωποι μένουσιν ἐπὶ τῆς γῆς, καὶ λέγουσι πρὸς τὸν Θεὸν. καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς οὐκ μένουσιν ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ λέγουσιν «ἡμεῖς οὐ γινώσκομεν εἰ Θεὸς θέλει σῴζειν ἡμᾶς»
CROY 14: 5 καὶ οἱ ἄνθρωποι τῆς Νινευη ἐπίστευσαν τῷ θεῷ καὶ ἐκήρυξαν ὅτι οὐδὲ ἄρτος οὐδε καλὰ ἱμάτια ἔσται αὐτοὶς.6 καὶ ὁ λόγος ἦλθεν πρὸς τὸν κύριον τῆς Νινευη, καὶ ἔβαλεν τὸ καλὸν ἱμάτιον εἰς τὴν γῆν καὶ ἔμεινεν ἐπὶ τῆς γῆς. 7 καὶ ὁ κύριος τῆς Νινευῆς εἶπε τοῖς δούλοις αὐτῶν «ἐγὼ οὐ θέλω ὑμᾶς ἐσθίειν ἄρτον μηδὲ πίνειν οἶνον.»8 καὶ οἱ ἄνθρωποι ἔμεινον ἐπὶ τῆς γῆς, καὶ ἔκρασαν πρὸς τὸν Θεὸν. καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ εἶπον «ἡμεῖς οὐ γινώσκομεν εἰ Θεὸς θέλει σῴζειν ἡμᾶς»
50x GNT VOCAB: 5 καὶ ἐπίστευσαν οἱ ἄνδρες τῆς Νινευη τῷ θεῷ καὶ ἐκήρυξαν ὅτι οὐδὲ ἄρτος οὐδε καλὰ ἱμάτια ἔσται αὐτοὶς, ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.6 καὶ ἦλθεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἀνέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἦρεν τὸ καλὸν ἱμάτιον ἀφ᾽ ἑαυτοῦ καὶ ἔμεινεν ἐπὶ τῆς γῆς. 7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν ἀρχόντων αὐτοῦ λέγων «οἱ ἄνθρωποι καὶ τὰ πρόβατα μὴ φαγέτωσαν μηδὲ ὕδωρ πιέτωσαν.8 καὶ οἱ ἄνθρωποι ἔμεινον ἐπὶ τῆς γῆς, καὶ ἔκρασαν πρὸς τὸν θεὸν πολλά· καὶ ἕκαστος οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν, λέγοντες9 «τίς οἶδεν εἰ ὁ Θεὸς ἀφήσει ἡμᾶς καὶ οὐ μὴ ἀπολώμεθα?»
UNADAPTED LXX: 5 καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευη τῷ θεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.6 καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀφ᾽ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάθισεν ἐπὶ σποδοῦ.7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν.8 καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες9 Τίς οἶδεν εἰ μετανοήσει ὁ θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα;
CROY 8: 10 καὶ ὁ Θεὸς βλέπει τὰ ἔργα αὐτῶν, ὅτι οἱ ἄνθρωποι τῆς Νινευῆς οὐ μένουσιν ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς ού λύει τὴν Νινευήν.
CROY 14: 10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς οὐκ ἔλυσε τὴν Νινευήν.
50x GNT VOCAB: 10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς οὐκ ἐποίησεν τὸ πονηρὸν αὐτοὶς, ὃ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς.
UNADAPTED LXX: 10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.
CROY 8: 4 1 καὶ Ἰωνᾶς οὐκ ἔχει εἰρήνην.2 καὶ Ἰωνᾶς λέγει πρὸς Κύριον «Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου πρώτους οἱ ἐν τῇ γῇ μου? διὰ τοῦτο, ἐγὼ οὐ θέλω εἶναι ὁ προφήτης σου, ὅτι ἐγὼ γινώσκω ὅτι σὺ ἔχεις ἀγάπην ὑπὲρ ἀνθρώπων καὶ σὺ θέλεις σωζειν αὐτούς. 3 Κύριε, ἐγὼ θέλει σε λαμβάνειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ. θέλω σε λύσειν με. 4 καὶ Κύριος λέγει πρὸς Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»
CROY 14: 4 1 καὶ Ἰωνᾶς οὐκ εἶχον εἰρἠνην.2 καὶ εἶπεν πρὸς Κύριον «Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου πρώτους οἱ ἐν τῇ γῇ μου; διὰ τοῦτο, ὲγὼ ἦλθον εἰς Θαρσις, ὅτι ἐγὼ γινώσκω ὅτι σὺ ἔχεις ἀγάπην ὑπὲρ ἀνθρώπων καὶ σὺ θέλεις σῴζειν αὐτούς. 3 Κύριε, ἐγὼ θέλει σε λαβεῖν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι θέλω ἀποθνῄσκειν.» 4 καὶ Κύριος εἶπεν πρὸς Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»
50x GNT VOCAB: 4 1 καὶ Ἰωνᾶς οὐκ εἶχον εἰρήνην.2 καὶ προσεύξατο πρὸς Κύριον καὶ εἶπεν «ὧ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο ἦλθον εἰς Θαρσίς, ὅτι ἔγνων ὅτι σὺ ἀγαπᾷς ἀνθρώπους καὶ μισεῖς πονηρόν.3 καὶ νῦν, Κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν με.» 4 καὶ εἶπεν Κύριος πρὸς Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»
UNADAPTED LXX: 4 1 Καὶ ἐλυπήθη Ιωνας λύπην μεγάλην καὶ συνεχύθη.2 καὶ προσεύξατο πρὸς κύριον καὶ εἶπεν ῏Ω κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσις, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.3 καὶ νῦν, δέσποτα κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν με. 4 καὶ εἶπεν κύριος πρὸς Ιωναν Εἰ σφόδρα λελύπησαι σύ;
CROY 8: 5 καὶ Ἰωνᾶς ού θέλει μένειν ἐν Νινευῇ. θέλει γὰρ βλέπειν τὸν θάνατον τῆς Νινευῆς. καὶ Ἰωνᾶς εὐρίσκει οἶκον οὐκ ἐν Νινευῇ καὶ μένει ἐν αὐτῷ. 6 καὶ Κύριος πέμπει ἄγγελον τῷ Ἰωνᾷ. Καὶ ὁ ἄγγελος πέμπει αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς ἔχει εἰρήνην ἐπὶ τῶν δώρων.
CROY 14: 5 καὶ Ἰωνᾶς ἐξῆλθεν ἐκ τῆς γῆς τῆς Νινευῆς καὶ ἔμεινεν ἀπὸ τῆς πόλεως. καὶ εὖρεν ἐκεῖ οἰκίαν καὶ ἔμεινεν ἐν αὐτῇ. θέλει γαρ βλέπειν τὸν θάνατον τῆς Νινευῆς. 6 καὶ Κύριος ὁ θεὸς ἔπεμψεν ἄγγελον τῷ Ἰωνᾷ, ὁ ἄγγελος ἔπεμψεν αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς εἶχεν εἰρήνην ἐπὶ τῶν δώρων.
50x GNT VOCAB: 5 καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἔμεινεν ἔξω τῆς πόλεως. καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίαν καὶ ἔμεινεν ἐν αὐτῇ ἕως οὗ ἴδῃ τί ἔσται τῇ πόλει.6 καὶ Κύριος ὁ θεὸς ἔπεμψεν ἄγγελον τῷ Ἰωνᾷ, ὁ ἄγγελος ἔδωκεν αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς εἶχεν χαρὰν μεγάλην ἐπὶ τῶν δώρων.
UNADAPTED LXX: 5 καὶ ἐξῆλθεν Ιωνας ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.6 καὶ προσέταξεν κύριος ὁ θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κεφαλῆς τοῦ Ιωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ιωνας ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.
CROY 8: 7 καὶ μετὰ ταῦτα, ὁ Θεὸς πέμπει ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι λύουσι τόν οἶκον. 8 καὶ μετὰ ταῦτα, ὁ Θεὸς πέμπει ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι λύουσι τὸν ἄρτον καὶ τὰ δῶρα. καὶ Ἰωνᾶς οὐκ ἔχει εἰρήνην καὶ λέγει «θέλω σε, Θεέ, λύειν με.»
CROY 14: 7 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ Θεὸς ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι ἔλυσαν τόν οἶκον. 8 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι ἐλυσαν τὸν ἄρτον καὶ τὰ δῶρα. καὶ Ἰωνᾶς οὐκ εἶχεν εἰρήνην καὶ εἶπεν «καλόν μοι ἀποθανεῖν.»
50x GNT VOCAB: 7 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι ἔλυσαν τόν οῖκον. 8 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι ἐλυσαν τὸν ἄρτον καὶ τὰ δῶρα. καὶ Ἰωνᾶς οὐκ εἶχεν εἰρήνην καὶ εἶπεν «καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.»
UNADAPTED LXX: 7 καὶ προσέταξεν ὁ θεὸς σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολόκυνθαν, καὶ ἀπεξηράνθη.8 καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ιωνα· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν Καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.
CROY 8: 9 καὶ ὁ Θεὸς λέγει πρὸς Ἰωνᾶν «σὐ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ Ἰωνᾶς λέγει «οὐκ ἔχω εἰρήνην. θέλω σε λύειν με.»10 καὶ Κύριος λέγει «σὐ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων. ἀλλὰ ταῦτα οὐκ ἐστιν τά ἔργα σου. 11 ἐγὼ δὲ ἔχω ἀγάπην ὑπὲρ τῶν ἄνθρώπων τῆς Νινευὴς. οὗτοι γὰρ ἐστιν τὰ ἔργα μοῦ!»
CROY 14: 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν «σὺ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ εἶπεν «οὐκ ἔχω εἰρήνην. θέλω ἀποθνήσειν.»10 καὶ εἶπεν Κύριος «σὐ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων. ἀλλὰ ταῦτα οὐκ ἐστιν τἀ ἔργα σου. 11 ἐγὼ δὲ ἔχω ἀγάπην ὑπὲρ τῶν ἄνθρώπων τῆς Νινευὴς. οὗτοι γὰρ ἐστιν τὰ ἔργα μοῦ!
50x GNT VOCAB: 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν «σὺ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ εἶπεν «οὐκ ἔχω εἰρήνην. θέλω ἀποθνήσειν.»10 καὶ εἶπεν Κύριος «σὺ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων, ἃ σὒ οὐκ ἐποίησας, ἃ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.11 ἐγὼ δὲ οὐκ ἀγαπήσω τὴν Νινευην τὴν πόλιν τὴν μεγάλην, ἐν ᾗ οἰκοῦσι πολλοὶ ἄνθρωποι, καὶ πολλὰ τέκνα, καὶ πολλὰ θηρία?»
UNADAPTED LXX: 9 καὶ εἶπεν ὁ θεὸς πρὸς Ιωναν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπεν Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.10 καὶ εἶπεν κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας ἐπ᾽ αὐτὴν καὶ οὐκ ἐξέθρεψας αὐτήν, ἣ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.11 ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευη τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;