Textkit Logo

A "leveled reading" of Mark 1

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Moderator: annis

A "leveled reading" of Mark 1

Postby Markos » Wed Apr 18, 2012 10:13 pm

Below I rewrite Mark 1 in two basic graded or “leveled” readings. The first level uses only the grammar and vocabulary found in the first 11 chapters of Clayton Croy’s “A Primer of Biblical Greek.” The second level uses only what is given through Croy chapter 26. (FYI: The vocabulary and chapter arrangement of Croy is very close to Machen’s “New Testament Greek for Beginners.”)

CROY 11: 1. τὸ βιβλίον τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ θεοῦ. 2 ὁ προφήτης γράφει « ἰδού. ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρός σε. καὶ ὁ ἄγγελός μου διδάσκει σε τὴν ὁδόν τῆς ἀληθείας. 3 καὶ ὁ ἄγγελός μοῦ ἔστιν ἡ φωνὴ ἐν τῇ ἐρήμῳ• καὶ ἡ φωνὴ λέγει «αὑτή ἐστιν ἡ καλὴ ὁδὸς τοῦ κυρίου.»»

CROY 26: 1. τὸ εὐαγγέλιον τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ θεοῦ. 2 ὡς γέγραπται ἐν τοῖς προφήταις. «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου. οὗτος ποιήσει τὴν ὁδόν σου.»3 οὗτός ἐστιν ἡ φωνὴ τοῦ ἀνθρώπου βοῶντος ἐν τῇ ἐρήμῳ. ὁ δὲ ἄνθρωπος λέγει «ποιήσατε τὴν ὁδὸν κυρίου. ποιεῖτε τὴν ὁδὸν αὐτοῦ ἀγαθὴν.»»

GNT: 1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ θεοῦ.2 ὡς γέγραπται ἐν τοῖς προφήταις. • ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου•3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ• ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.


CROY 11: 4 καὶ Ἰωάννης βαπτίζει ἐν τῇ ἐρήμῳ καὶ λέγει περὶ τῶν ἁμαρτιῶν.5 καὶ οἱ ἄνθρωποι ἀπὸ Ἰουδαίας καὶ Ἰερουσαλὴμ πορεύονται πρὸς τὸν Ἰωάννην. καὶ οὗτοι οἱ ἄνθρωποι βαπτίζονται ὑπὸ τοῦ Ἰωάννου ἐν τῷ Ἰορδάνῃ. καὶ οἱ ἄνθρωποι λέγουσι «ἡμεῖς ἐσμεν ἁμαρτωλοί.» 6 (καὶ ὁ Ἰωάννης ἔχει ἱμάτιον ἐκ θεοῦ καὶ αὐτὸς ἐσθίει ἄρτον ἐκ θεοῦ.)7 καὶ Ἰωάννης λέγει• «ὁ ἄνθρωπος τοῦ θεοῦ ἔρχεται μετὰ με. οὐ δύναμαι λῦσαι τὸν ἱμάτιον αὐτοῦ. 8 ἐγὼ μὲν βαπτίζει ὑμᾶς ἐν τῷ Ἰορδάνῃ, ἀλλὰ δὲ αὐτὸς βαπτίζει ὑμᾶς ἐν τῇ δόξῃ τοῦ θεοῦ.»

CROY 26: 4 καὶ Ἰωάννης ἐβάπτιζεν ἐν τῇ ἐρήμῳ καὶ ἐκήρύσσε περὶ τῶν ἁμαρτιῶν.5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία γῆ καὶ πάντες οἱ Ἱεροσολυμῖται καὶ ἐβαπτίζοντο ὑπὸ τοῦ Ἰωάννου ἐν τῷ Ἰορδάνῃ. οἱ δὲ ἔλεγον ὅτι «ἁμαρτωλοί ἐσμεν.» 6 (καὶ ὁ Ἰωάννης εἶχε ἱμάτιον ἐκ θεοῦ καὶ ἦν ἐσθίων ἄρτον ἐκ θεοῦ.) 7 καὶ ἐκήρυσσεν λέγων• ὁ ἅγιος ἅνθρωπος ἔρχεται μετά με. οὐ δύναμαι λῦσαι τὸν ἱμάτιον αὐτοῦ.8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.

GNT: 4 ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.6 καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.7 Καὶ ἐκήρυσσεν λέγων• ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8 ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.


CROY 11: 9 καὶ ἐν ἐκείναις ταῖς ἡμέραις Ἰησοῦς ἔρχεται ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ βαπτίζεται εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.10 καὶ ὁ Ἰησοῦς βλέπει είς τοὺς οὐρανοὺς. καὶ οἱ οὐρανοὶ ἀνοίγουσι καὶ ὁ θεὸς πέμπει τὴν δόξαν αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν. 11 καὶ φωνὴ ἔρχεται ἐκ τῶν οὐρανῶν. καὶ ἡ φωνὴ λέγει «σὺ εἶ ὁ υἱός μου ὁ ἀγαθός. ἐν σοὶ ἔχω δόξαν.»

CROY 26: 9 καὶ ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.10 καὶ ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν τοὺς οὐρανοὺς ἀνοίγοντας καὶ τὸ πνεῦμα καταβαῖνον εἰς αὐτόν•11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν «σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ χαίρω.»

GNT: 9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.10 καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν•11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν• σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.


CROY 11: 12 καὶ ὁ θεὸς βάλλει τὸν Ἰησοῦν εἰς τὴν ἔρημον.13 καὶ ἐν τῇ ἐρήμῳ ὁ Σατανᾶς λέγει τῷ Ἰησοῦ πονηροὺς λόγους. καὶ ἄνθρωποι μὲν οὐκ ἦσαν μετὰ τοῦ Ἰησοῦ, οἱ δὲ ἄγγελοι ἦσαν δοῦλοι αὐτῷ.

CROY 26: 12 καὶ τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.13 καὶ ἦν ἐν τῇ ἐρήμῳ διωκόμενος ὑπὸ τοῦ Σατανᾶ. καὶ ἄνθρωποι μὲν οὐκ ἦσαν μετὰ τοῦ Ἰησοῦ, οἱ δὲ ἄγγελοι ἦσαν δοῦλοι αὐτῷ.

GNT: 12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.13 καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.


CROY 11: 14 καὶ πονηροὶ ἄνθρωποι λαμβάνουσι τὸν Ἰωάννην τὸν βαπτιστήν καὶ βάλλουσιν αὐτὸν ἐν πονηρῷ τόπῳ. καὶ ὁ Ἰησοῦς ἔρχεται εἰς τὴν Γαλιλαίαν καὶ διδάσκει τὸν λόγον τοῦ θεοῦ. 15 καὶ Ἰησοῦς λέγει ὅτι «αὑτή ἐστιν ἡ ὥρα τῆς βασιλείας τοῦ θεοῦ. ὑμεῖς ἐστε ἁμαρτωλοὶ. θέλω ὑμᾶς πιστεύειν ἐν μοι καὶ ἐν τοῖς λόγοις μου.» 16 καὶ ὁ Ἰησοῦς ἔρχεται παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ βλέπει τὸν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος. (καὶ οὗτοι ἦσαν ἐν πλοίῳ• τὸ ἔργον αύτῶν γὰρ ἦν τῆς θαλλάσης.) 17 καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς «θέλω ὑμᾶς συνάγειν μοι μαθητάς.» 18 καὶ ὁ Σίμων καὶ ὁ Ἀνδρέας ἐξέρχονται ἐκ τοῦ πλοίου καὶ ἔρχονται μετὰ τοῦ Ἰησοῦ.

CROY 26: 14 μετὰ δὲ τὸ βληθῆνα εἰς φυλακῇ τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ15 καὶ λέγων ὅτι νῦν ἡ ὥρα πεπλήρωται καὶ ἡ βασιλεία τοῦ θεοῦ ἐγγίζει. ἀγαπᾶτε Θεὸν καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.16 καὶ ἐλθὼν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἐργαζαμένους ἐν τῇ θαλάσσῃ• τοὺτο γὰρ ἦν τὸ ἔργον αὺτῶν. 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς• ἀκολουθήσατέ μοι, καὶ ὑμεῖς λήμψεσθε τοὺς ἀνθρώπους.18 καὶ ὁ Σίμων καὶ ὁ Ἀνδρέας ἐξῆλθον ἐκ τοῦ πλοίου καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

GNT: 14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ• μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.16 Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ• ἦσαν γὰρ ἁλιεῖς.17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς• δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.


CROY 11: 19 καὶ ὁ Ἰησοῦς ἔρχεται παρὰ τὴν ὁδὸν καὶ βλέπει Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ. καὶ αὐτοί εἰσιν ἐν τῷ πλοίῳ. 20 καὶ ὁ Ἰσηοῦς λέγει αὐτοῖς «θέλω διδάσκειν ὑμᾶς.» καὶ ὁ Σίμων καὶ ὁ Ἀνδρέας ἐξέρχονται ἐκ τοῦ πλοίου καὶ ἀπἐρχονται μετὰ τοῦ Ἰησοῦ.

CROY 26: 19 καὶ ἐλθὼν παρὰ τὴν ὁδὸν, ὁ Ἰησοῦς εἶδεν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ ἐργαζομένους. 20 καὶ ἐκάλεσεν αὐτούς. καὶ ὁ Ἰάκωβος καὶ Ἰωάννης, κελεύοντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον μένειν ἐν τῷ πλοίῳ μετὰ τῶν ἄλλων ἀνθρώπων, ἀπῆλθον μετὰ τοῦ Ἰησοῦ.

GNT: 19 Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.


CROY 11: 21 καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Ἱησοῦς είσέρχεται εἰς τὴν συναγωγὴν καὶ διδάσκει. 22 καὶ οἱ ἄνθρωποι οἱ ἐν τῇ συναγωγῇ δέχονται τοὺς λόγους τοῦ Ἰησοῦ μετὰ ἀγαθῆς καρδίας. (ἐδίδασκεν γὰρ αὐτοὺς μετὰ ἐξουσίας. ἀλλὰ οἱ μαθηταὶ τοῦ νόμοῦ ἐδίδασκον μετὰ πονηρῆς καρδίας.)

CROY 26: 21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ τοῖς σαββάτοις ὁ Ἰησοῦς εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν.22 καὶ ἐθαύμασαν ἐπὶ τοῖς λόγοις αὐτοῦ• (ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.)

GNT: 21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ• καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν.22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ• ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.


CROY 11: 23 καὶ ἐν τῇ συναγωγῇ αὐτῶν ἐστιν ἄνθρωπος σὺν δαιμονίῳ. καὶ τὸ δαιμόνιον λέγει τῷ Ἰησοῦ 24 «οὐ θέλω σε μένειν μεθ’ ἡμῶν, Ἰησοῦ Ναζαρηνέ. θέλεις ἀποκτείνειν ἡμᾶς; γινώσκω σε. σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.» 25 καὶ Ἰησοῦς λέγει πονηροὺς λόγοις τῷ δαιμονίῳ καὶ λέγει αὐτῷ «οὐ θέλω σε λέγειν. θέλω σε ἐξέρχεσθαι ἐξ τούτου τοῦ ἀνθρώπου.» 26 καὶ τὸ δαιμόνιον βάλλει τὸν ἄνθρωπον εἰς τὴν γῆν. καὶ τὸ δαιμόνιον λέγει ἐν φωνῇ οὐ μικρᾷ καὶ ἐξέρχεται ἐξ τοῦ ἀνθρώπου. 27 καὶ οἱ ἄνθρωποι ἐν τῇ συναγωγῇ πιστεύουσιν ἐν Ἰησοῦ καὶ λέγουσιν «ὁ Ἰησοῦς διδάκσκει μετὰ ἐξουσίας. λέγει γὰρ τοῖς δαιμονίοις καὶ ἀκούουσιν αὐτῶν.» 28 καὶ ἡ δόξα τοῦ Ἰησοῦ ἐξἐρεται εἰς τὴν γῆν τῆς Γαλιλαίας

CROY 26: 23 καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι πονηρῷ καὶ ἔκραξεν24 λέγων• μὴ μένε μεθ’ ἡμῶν, Ἰησοῦ Ναζαρηνέ. ἦλθες ἀποκτείνειν ἡμᾶς; γινώσκω σε, σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ. 25 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ• μὴ λέγε καὶ ἔξελθε ἐξ αὐτοῦ.26 καὶ τὸ πνεῦμα τὸ πονηρὸν ἔβαλλεν τὸν ἄνθρωπον εἰς τὴν γῆν καὶ ἔκραξεν ἐν φωνῇ οὐ μικρᾷ καὶ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ πάντες οἱ ἄνθρωποι ἐθάμαυσαν καὶ εἶπον πρὸς ἑαυτοὺς λέγοντας• «ὁ Ἰησοῦς διδάσκει κατ᾽ ἐξουσίαν• κελεύει καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις, καὶ ἀκούουσιν αὐτοῦ».28 καὶ ἐξῆλθεν ἡ δόξα τοῦ Ἰησοῦ εἰς ὅλην τὴν γῆν τῆς Γαλιλαίας.

GNT: 23 Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν24 λέγων• τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων• φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.27 καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας• τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ᾽ ἐξουσίαν• καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.28 καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.


CROY 11: 29 καὶ ὁ Ἰησοῦς καὶ ὁ Ἰάκωβος καὶ Ἰωάννης ἐξέρχονται ἐκ τῆς συναγωγῆς καὶ εἰσέρχονται εἰς τὸν οἶκον τοῦ Σίμωνος καὶ Ἀνδρέου. 30 καὶ ἡ ἀδελφὴ τοῦ Σίμωνος ἔχει πονηρὸν δαιμόνιον καὶ οἱ μαθηταὶ λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ Ἰησοῦς ἔρχεται πρὸς τὴν ἀδελφὴν τοῦ Σίμωνος καὶ ἐγείρει αὐτὴν. καὶ ὁ Ἰησοῦς θεραπεύει αὐτήν. καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ λαμβάνουσι ἄρτον παρὰ τῆς ἀδελφῆς τοῦ Σίμωνος.

CROY 26: 29 καὶ ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὸν οἶκον τοῦ Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.30 ἡ δὲ μήτηρ τῆς γυναικὸς τοὺ Σίμωνος ἀσθενής ἦν. καὶ λέγουσιν αὐτῷ περὶ αὐτῆς.31 καὶ προσελθὼν Ἰησοῦς ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρός αὐτῆς. καὶ ὁ Ἰησοῦς ἐθεράπευσεν αὐτὴν καὶ αὑτὴ ἡτοίμασεν αὐτοῖς ἄρτον.

GNT: 29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός• καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.


CROY 11: 32 καὶ μετὰ ταῦτα, οἱ ὄχλοι ἄγουσι πρὸς τὸν Ἰησοῦν τοὺς ἀνθρώπους τοὺς σὺν δαιμονίοις. 33 καὶ οἱ ὄχλοι τῆς Γαλιλαίας συνάγονται πρὸς τὸν οἶκον. 34 καὶ ὁ Ἰησοῦς θεραπεύει τοὺς ἄνθρώπους καὶ βάλλει τὰ δαιμόνια ἐκ τῶν ἀνθρώπων. καὶ ὁ Ἰησοῦς οὐ θέλει τὰ δαιμόνια λέγειν περὶ αὐτοῦ ὅτι γιγώσκουσι αὐτόν.

CROY 26: 32 ἦν δὲ νύξ. καὶ ἔφερον πρὸς αὐτὸν πάντας τοὺς ἀσθενεῖς καὶ τοὺς ἔχοντας δαιμόνια33 καὶ ὅλη ἡ πόλις ἦν συνηγμένη πρὸς τὴν θύραν.34 καὶ ἐθεράπευσεν τοὺς ἀσθενεῖς καὶ τὰ δαιμόνια ἐξέβαλεν καὶ οὐκ ἠθέλησε τὰ δαιμόνια λαλεῖν, ὅτι ἐγίνωσκον αὐτόν.

GNT: 32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους•33 καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.


CROY 11: 35 καὶ ἐν τῇ πρώτῃ ὧρᾳ τῆς ἡμέρας, ὁ Ἰησοῦς ἀπέρχεται εἰς ἔρημον τόπον καὶ λέγει ἁγίους λόγους πρὸς τὸν θεόν.36 καὶ Σίμων καὶ οἱ μετ᾽αὐτοῦ θέλουσι βλέπειν τὸν Ἰησοῦν. 37 καὶ εὐρίσκουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι «ἡμεῖς θέλομεν βλέπειν σε.» 38 καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς «θέλω πορεύεσθαι εἰς ἀλλην γῆν καὶ θέλω διδάσκειν ἄλλους ἀνθρώπους. οὐ γὰρ θέλω μένειν ἐν τῷ οἴκῳ τοῦ Σίμωνος.» 39 καὶ ὁ Ἰησοῦς ἀπέρχεται καὶ διδάσκει εἰς τὰς συναγωγὰς αὐτῶν εἰς τὴν Γαλιλαίαν. καὶ βάλλει τὰ δαιμόνια ἐκ τῶν ἀνθρώπων.

CROY 26: 35 καὶ ἐν τῇ πρώτῃ ὧρᾳ τῆς ἡμέρας, ὁ Ἰησοῦς ἀπῆλθεν εἰς ἔρημον τόπον καὶ προσηύχετο ἐκεῖ.36 καὶ ἐδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ,37 καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε.38 καὶ λέγει αὐτοῖς• ἔλθωμεν εἰς τὰς ἄλλας κώμας ἵνα καὶ ἐκεῖ κηρύξω• εἰς τοῦτο γὰρ ἐξῆλθον.39 Καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

GNT: 35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.36 καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ,37 καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε.38 καὶ λέγει αὐτοῖς• ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω• εἰς τοῦτο γὰρ ἐξῆλθον.39 Καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.


CROY 11: 40 καὶ ἄνθρωπος ἐν δαιμονίῳ ἔρχεται πρὸς τὸν Ἰησοῦν καὶ λέγει « σὺ θέλεις θεραπεύειν με? πιστεύω ὅτι σὺ δύνασαι θεραπεύειν με» 41 καὶ ὁ Ἱησοῦς ἀγαπᾷ τὸν ἄνθρωπον καὶ λέγει αύτῷ «θέλω θεραπεύειν σε. δύναμαι θεραπεύειν σε. ἰδού. ἐγὼ θεραπεύω σε.» 42 καὶ τὸ δαιμόνιον ἀπέρχεται ἐκ τοῦ ἀνθρώπου καὶ ὁ ἄνθρωπος θεραπεύεται.43 καὶ ὁ Ἰησοῦς λέγει κακοὺς λόγους τῷ ἀνθρώπῳ καὶ βάλλει αὐτὸν ἐκ τοῦτο τοῦ τόπου. 44 καὶ ὁ Ἰησοῦς λέγει τῷ ἀνθρώπῳ «οὐ θέλω σε λέγειν περὶ τούτων. θέλω σε πορεύεσθαι τοῖς μαθηταῖς τοῦ νόμου. θέλω σε δέξεσθαι τὸν νόμον τοῦ Μωϋσοῦ. θέλω τοὺς μαθηταῖς τοῦ νόμου τοῦ Μωϋσοῦ βλέπειν ὅτι θεραπεύῃ ὑπὸ μου.» 45 καὶ ὁ Ἰησοῦς ἐξἐρχεται ἐκ τούτου τοῦ τόπου καὶ ἄρχεται διδάσκειν τὸν λόγον τοῦ θεοῦ. ἀλλὰ αὐτὸς οὐ δύναται διδάσκειν ἐν είρήνῃ. διὰ τοῦτο, ὁ Ἰησοῦς ἀπέρχεται πρὸς ἔρημον τόπον. ἀλλα πάλιν οἱ ὄχλοι ἔρχονται πρὸς τὸν Ἰησοῦν ἐκ τῶν ἄλλων τόπων.

CROY 26: 40 Καὶ ἔρχεται πρὸς αὐτὸν ἄνθρωπος ἐν δαιμονίῳ παρακαλῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαι θεραπεύειν με.41 καὶ ἀγαπῶν αὐτὸν, ὁ Ἰησοῦς ἐκράτησεν τῆς χειρὸς αὐτοῦ καὶ λέγει αὐτῷ «θέλω, θεραπεύθητι.»42 καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη.43 καὶ κελεύων αὐτῷ ἐξέβαλεν αὐτὸν. 44 καὶ λέγει αὐτῷ• μὴ λέγει περὶ τουτῶν μηδενὶ μηδὲν, ἀλλὰ ἐλθὲ καὶ γνώριζε σεαυτὸν τῷ ἱερεῖ καὶ προσφέρε τὸ δῶρον τὸ κελευόμενον ὑπὸ τοῦ Μωϋσου, εἰς σημεῖον αὐτοῖς.45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι ἐν είρήνῃ εἰσελθεῖν εἰς πόλιν, ἀλλ᾽ ἐπ᾽ ἐρήμοις τόποις ἦν• καὶ ἤρχοντο πρὸς αὐτὸν ἐκ τῶν πάντων ἄλλων τόπων.

GNT: 40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.41 καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ• θέλω, καθαρίσθητι•42 καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.43 καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτὸν44 καὶ λέγει αὐτῷ• ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ἐπ᾽ ἐρήμοις τόποις ἦν• καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.
Last edited by Markos on Sat Apr 21, 2012 7:57 pm, edited 2 times in total.
Markos
Textkit Zealot
 
Posts: 1359
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: A "leveled reading" of Mark 1

Postby Sceptra Tenens » Sat Apr 21, 2012 5:47 pm

Thanks for posting these - I need all the practice I can get.
mihi iussa capessere fas est
Sceptra Tenens
Textkit Member
 
Posts: 148
Joined: Fri Dec 30, 2011 12:46 am
Location: Loca feta furentibus austris


Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 3 guests