Ancient Greek Test entirely in Ancient Greek

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.
Post Reply
Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Ancient Greek Test entirely in Ancient Greek

Post by Markos »

Μέρος Α. κόλλα τὸν ἀριθμὸν τῷ γράμματι.

1. ἡ πίναξ α. οἰκεῖ ἐν θαλάσσῃ.
2. ὁ ποιήτης β. τάυτην οἱ ἵπποι ἐλαύνουσι.
3. ἡ κλίμαξ γ. πεινῶν ἐσθίω τοῦτο.
4. τὸ ἱμάτιον δ. ἄρτος τίθεται ἐπὶ ταύτην.
5. στρατηγός ε. τοῦτο καλοῦμαι.
6. ἰχθύς ζ. οὖτος ἄγει ἀνθρώπους κατὰ τὸν πόλεμον.
7. τὸ σῖτον η. φορῶ τοῦτο.
8. οἱ ῶμοι θ. δυο ἔχει ἄνθρωπος.
9. ἡ ἅμαξα ι. ἀναβαίνομεν καὶ καταβαίνομεν.
10 τὸ ὄνομα κ. ποίημα ποιεῖ.

ἀποκρίσεις 1.δ, 2.κ,3.ι,4.η,5.ζ,6.α,7.γ,8.θ,9.β,10.ε

Μέρος Β. ἀληθὲς ἣ ψευδές?

1. ὁ ἀλἐκτωρ πετεινόν ἐστιν. ἀληθὲς ἣ ψευδές?
2. τὸ πὺρ θερμόν ἐστιν. ἀληθὲς ἣ ψευδές?
3. ὄρη μεγάλα ἐστιν. ἀληθὲς ἣ ψευδές?
4. τἠν σελήνην οἱ ἄνθρωποι ἐσθίουσιν. ἀληθὲς ἣ ψευδές?
5. κωφὸς λαλεῖν δύναται. ἀληθὲς ἣ ψευδές?
6. ἡλος ὀξύς εστιν. ἀληθὲς ἣ ψευδές?
7. ὁ ἡλιος τῆς νυκτὸς φλέγει. ἀληθὲς ἣ ψευδές?
8. φῶς σκοτεινόν ἐστιν. ἀληθὲς ἣ ψευδές?
9. τοῖς ἵπποις λούονται οἱ ἄνθρωποι. ἀληθὲς ἣ ψευδές?
10. σφαῖρα ἔχει γωνίας. ἀληθὲς ἣ ψευδές?

ἀποκρίσεις 1.α,2.α,3.α,4.ψ,5.ψ,6.α,7.ψ,8.ψ,9,ψ,10.ψ
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Ancient Greek Test entirely in Ancient Greek

Post by dikaiopolis »

εὖ γ᾽ ἐποίησας· τέρπομαι δὴ τῷ παίζειν. τί οὖν ἐρεῖς περὶ τούτου;


ἀντίθες τὸν ἀριθμον πρὸς τὸ γράμμα.

α´ Πρωταγόρειος
β´ ὁ Παῦλος
γ´ ὁ Πλάτων
δ´ Σοφία Σαλωμῶνος
ε´ ὁ Θεόκριτος
ϛ´ ὁ Τωβίτ
ζ´ ὁ Πίνδαρος
η´ ἡ διαθήκη τοῦ Ἀβραάμ
θ´ Ἡρακλείτειος
ι´ οἱ Κριταί

A. τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδ᾽ εἰ τυγχάνει τῷ ἀνθρώπῳ πάντων μέγιστον ὂν τῶν ἀγαθῶν, δεδίασι δ᾽ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστι.

Β. πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν.

C. τί δέ τις; τί δ᾽ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωπος

D. ἦ γὰρ ἔρωτι/ πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ/ πέφανται.

E. καὶ ἐγένετο ἅμα τοῦ ἀναστῆναι ἐξέτεινεν Αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἀπὸ τοῦ μηροῦ τοῦ δεξιοῦ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὴν εἰς τὴν κοιλίαν Εγλωμ καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. καὶ ἐξῆλθεν Αωδ εἰς τὴν προστάδα καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου ἐπ’ αὐτὸν καὶ ἐσφήνωσεν· καὶ αὐτὸς ἐξῆλθεν. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἀποκεκλεισμέναι, καὶ εἶπαν Μήποτε πρὸς δίφρους κάθηται ἐν τῇ ἀποχωρήσει τοῦ κοιτῶνος; καὶ προσέμειναν αἰσχυνόμενοι, καὶ ἰδοὺ οὐκ ἦν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς.

F. ἀπερχομένων δὲ αὐτῶν ἀπὸ τοῦ ἀγροῦ πρὸς τὸν οἶκον αὐτοῦ, κατὰ τῆς ὁδοῦ ἐκείνης ἵστατο δένδρον κυπάρισσος· καὶ κατὰ πρόσταξιν τοῦ θεοῦ ἐβόησεν τὸ δένδρον ἀνθρωπίνῃ φωνῇ, καὶ εἶπεν· Ἅγιος, ἅγιος, ἅγιος κύριος ὁ θεὸς ὁ προσκαλούμενος αὐτὸν τοῖς ἀγαπῶσιν αὐτόν.

G. περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος

H. ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ.

I. καὶ κατέβη τὸ παιδίον περινίψασθαι τοὺς πόδας εἰς τὸν Τίγριν ποταμόν, καὶ ἀναπηδήσας ἰχθὺς μέγας ἐκ τοῦ ὕδατος ἐβούλετο καταπιεῖν τὸν πόδα τοῦ παιδαρίου, καὶ ἔκραξεν.

J. Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν. ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.




(αἱ ἀποκρίσεις: α.B; β.G; γ.A; δ.J; ε.D; ϛ.I; ζ.C; η.F; θ.H; ι.E)

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Ancient Greek Test entirely in Ancient Greek

Post by Markos »

τί οὖν ἐρεῖς περὶ τούτου;
ἐν τῇ δοκιμῇ σου, ὦ ἄριστε Δικαιόπολις, εὐδόκησα δή.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

dikaiopolis
Textkit Member
Posts: 124
Joined: Tue Jun 18, 2013 9:40 pm

Re: Ancient Greek Test entirely in Ancient Greek

Post by dikaiopolis »

γενναῖος εἶ.

Post Reply