Μῦθοι Αἰσώπειοι
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σξϛ', σξζ', σξη'
Ὄνος βαστάζων ἄγαλμα
Ὀνηλάτης θεὶς εἴδωλον ἐπὶ ὄνῳ ἤλαυνεν αὐτὸν εἰς τὴν πόλιν. Πάντων δὲ τῶν παρόντων προσκυνούντων τῷ δαίμονι, ὁ ὄνος νομίζων αὐτὸς τιμᾶσθαι ἑστὼς ἤρξατο ὀγκᾶσθαι. Ὁ δὲ ἄνθρωπος μεμψάμενος τῷ ὄνῳ τὴν ὑπερηφανίαν ἔπαισεν αὐτόν.
Ἀνάγνωσις τοῦ σξϛ' μύθου
Ὄνος <ἐνδυσάμενος λεοντῆν> καὶ ἀλώπηξ
Ὄνος τις ἐνδυσάμενος λεοντῆν ἐφόβει τὰ θηρία. Ἀλωπὴξ δέ τις, ἀκούσασα αὐτοῦ φθεγγομένου οὐκ ἐδεδοίκει ἀλλά· τὴν φύσιν σου, ἐφη, μεμαθηκυῖα θαρσῶ.
Ἀνάγνωσις τοῦ σξζ' μύθου
Ὄνος ἵππον μακαρίζων
Ὄνος ἰδὼν ἵππον εὖ τρεφόμενον ἐφθόνησεν αὐτῷ. Ἐπεῖτα δέ, πολέμου γινομένου, ὁ ἱππεὺς ἤλαυνε τὸν ἵππον εἰς μάχην. Ὁ δὲ ὄνος θεασάμενος τὸν ἵππον ἀποθνῄσκοντα οὐκέτι ᾠήθη αὐτὸν εὐδαιμονεῖν.
Ἀνάγνωσις τοῦ σξη' μύθου
Ἡ βίβλος

Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σξθ', σο', σοα'
Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων
Ἀλέκτωρ καὶ ὄνος ἅμα ἐνέμοντο. Λέοντος δὲ προσελθόντος, ὁ ἀλέκτωρ φωνήσας ἐφόβησεν αὐτὸν ὥστε μακρὰν φυγεῖν. Ὁ δὲ ὄνος νομίζων τὸν λέοντα δεδοικέναι αὐτὸν ἐδίωκεν. Ὁ μὲν λέων οὐκέτι ἀκούων τοῦ ἀλέκτορος, ἐπιβαλὼν τῷ ὄνῳ, ἀπέκτεινεν αὐτόν. Καὶ τοῦτο ἐπρέψεν τῷ ὄνῳ ὡς υἱῷ ἀγαθῶν γονέων οὐκ ὄντι.
Ἀνάγνωσις τοῦ σξθ' μύθου
Ὄνος καὶ ἀλώπηξ καὶ λέων
Ὄνος καὶ ἀλώπηξ ἑταῖροι γενόμενοι ἅμα ἐθήρευον. Ἡ δὲ ἄλωπηξ λέοντα ἰδοῦσα προύδωκε τὸν ὄνον τῷ λέοντι ἵνα σώσαι ἑαυτήν. Καὶ τοῦτο ἤρεσε τῷ λέοντι. Ἡ οὖν ἀλώπηξ ἤγαγεν τὸν ὄνον εἰς πάγην. Ὁ δὲ λέων πρῶτον μὲν ἔφαγε τὴν ἀλώπεκα, δεύτερον δὲ τὸν ὄνον.
Ἀνάγνωσις τοῦ σο' μύθου
Ὄνος καὶ βάτραχοι
Ὄνος βαστάζων ξύλα καὶ διαβαίνων λίμνην σφαλεὶς ἔπεσεν. Καὶ πολὺ ὠγκᾶτο τὴν συμφορὰν ὀδυρόμενος. Οἱ δὲ βάτραχοι ἀκούσαντες αὐτοῦ ἐθαύμασον. Οἱ γὰρ ἐν τῇ λίμνῃ οἰκοῦντες οὐ συνίεσαν διατὶ ἐκεῖνος στενάζοι.
Ἀνάγνωσις τοῦ σοα' μύθου

-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
δηλοῖ ὁ μῦθος ὅτι ἀεὶ τὴν προτέρην μάχην μαχόμεθα.Αἴσωπος wrote:Ὄνος ἅλας βαστάζων.
Ὄνος ἅλας ἔχων ποταμὸν διέβαινεν. Ὀλισθήσας δέ, ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἅλατος, κουφότερος ἐξανέστη. Ἡσθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται, καὶ δὴ ἑκὼν ὤλισθε. Συνέϐη δὲ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυνάμενον ἐξαναστῆναι ἐνταῦθα ἀποπνιγῆναι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σοβ', σογ', σοδ'
Ὄνος καὶ ἡμίονος ⟨ἐξ ἴσου ἐμπεφορτισμένοι⟩
Ὄνος καὶ ἡμίονος ἴσα φορτία βαστάζοντε ἠλαυνέσθην διὰ τῆς ὅδου. Ὁ δὲ ὄνος ὠδύρετο ὅτι τὴν ἡμίσειαν ἢ ἡ ἡμίονος τροφὴν δέχοιτο. Τῆς δὲ ὁδοῦ χαλεπωτέρης γιγνομένης, ὁ αὐτὲ ἐλαύνων διὰ ὀλίγον πᾶν ἐπέθηκε τὸ φορτίον ἐπὶ τὴν ἡμίονον. Ἡ δὲ ἀληθῶς ἀξία οὖσα τῆς περισσοτέρας τροφῆς ἤλεγξε τὸν ὄνον.
Ἀνάγνωσις τοῦ σοβ' μύθου
Ὄνος καὶ κηπουρός
Ὄνος τις δουλεύων κηπουρῷ διὰ τὸν μέγαν πόνον καὶ τὴν ὀλίγην τροφὴν προσεύξατο τῷ Διὶ ἵνα νεὸν δεσπότην ἔχοι. Κατανεύσαντος οὖν τοῦ Διός, κεραμεὺς ἐπρίατο τὸν ὄνον. Ὁ δὲ πάλιν προσευξάμενος τῷ Διὶ ὅτι ὁ δεύτερος δεσπότης κακίων τοῦ πρώτου εἴη, ὑπὸ βυρσοδέψου ἠγοράσθη. Ὁ δὲ τὰ δέρμα τῶν ζῴων ἐργαζόμενος κάκιστος δεσπότης τῷ ὄνῳ ἐγένετο. Καὶ δὶα τοῦτο ὁ ὄνος ἐστέναζεν.
Ἀνάγνωσις τοῦ σογ' μύθου
Ὄνος καὶ κόραξ καὶ λύκος
Ὄνος τις ἔχων ἕλκος ἐπὶ τῷ νώτῳ ἐν νομῇ ἐτρέφετο. Κόραξ δὲ καταπτόμενος ἤρξατο παίειν τὸ τραῦμα αὐτοῦ. Ὁ μὲν οὖν ὄνος ἀλγῶν ἐφθέγγετο καὶ ἐπήδα. Ὁ δὲ δεσπότης αὐτοῦ ὁρῶν ἐγέλα. Λύκος δέ τις παρατυχὼν ἐθαύμασεν. Οἱ γὰρ ἄνθρωποι ἰδόντες ἂν λύκους διώκουσιν, ἐὰν δ' ὄνοι ἐγγίσωσιν, γελῶσιν.
Ἀνάγνωσις τοῦ σοδ' μύθου
Ἡ βίβλος
Ὄνος καὶ ἡμίονος ⟨ἐξ ἴσου ἐμπεφορτισμένοι⟩
Ὄνος καὶ ἡμίονος ἴσα φορτία βαστάζοντε ἠλαυνέσθην διὰ τῆς ὅδου. Ὁ δὲ ὄνος ὠδύρετο ὅτι τὴν ἡμίσειαν ἢ ἡ ἡμίονος τροφὴν δέχοιτο. Τῆς δὲ ὁδοῦ χαλεπωτέρης γιγνομένης, ὁ αὐτὲ ἐλαύνων διὰ ὀλίγον πᾶν ἐπέθηκε τὸ φορτίον ἐπὶ τὴν ἡμίονον. Ἡ δὲ ἀληθῶς ἀξία οὖσα τῆς περισσοτέρας τροφῆς ἤλεγξε τὸν ὄνον.
Ἀνάγνωσις τοῦ σοβ' μύθου
Ὄνος καὶ κηπουρός
Ὄνος τις δουλεύων κηπουρῷ διὰ τὸν μέγαν πόνον καὶ τὴν ὀλίγην τροφὴν προσεύξατο τῷ Διὶ ἵνα νεὸν δεσπότην ἔχοι. Κατανεύσαντος οὖν τοῦ Διός, κεραμεὺς ἐπρίατο τὸν ὄνον. Ὁ δὲ πάλιν προσευξάμενος τῷ Διὶ ὅτι ὁ δεύτερος δεσπότης κακίων τοῦ πρώτου εἴη, ὑπὸ βυρσοδέψου ἠγοράσθη. Ὁ δὲ τὰ δέρμα τῶν ζῴων ἐργαζόμενος κάκιστος δεσπότης τῷ ὄνῳ ἐγένετο. Καὶ δὶα τοῦτο ὁ ὄνος ἐστέναζεν.
Ἀνάγνωσις τοῦ σογ' μύθου
Ὄνος καὶ κόραξ καὶ λύκος
Ὄνος τις ἔχων ἕλκος ἐπὶ τῷ νώτῳ ἐν νομῇ ἐτρέφετο. Κόραξ δὲ καταπτόμενος ἤρξατο παίειν τὸ τραῦμα αὐτοῦ. Ὁ μὲν οὖν ὄνος ἀλγῶν ἐφθέγγετο καὶ ἐπήδα. Ὁ δὲ δεσπότης αὐτοῦ ὁρῶν ἐγέλα. Λύκος δέ τις παρατυχὼν ἐθαύμασεν. Οἱ γὰρ ἄνθρωποι ἰδόντες ἂν λύκους διώκουσιν, ἐὰν δ' ὄνοι ἐγγίσωσιν, γελῶσιν.
Ἀνάγνωσις τοῦ σοδ' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 2966
- Joined: Sun Jun 21, 2009 8:07 pm
- Location: Colorado
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
τὸν Ῥοβέρτον Μᾶρκος ἀσπάζεται.
κελεύω σε ἐρρῶσθαι ἐν τῷ Κυρίῳ.
κηπουρός -- 1. ὁ φυλάττων κῆπον. 2. ὁ περιποιούμενος καὶ καλλιεργῶν κῆπον. (Λ.Σ.Κ.)Αἴσωπος wrote:Ὄνος ὑπηρετούμενος κηπωρῷ...
Ἰωαν. 20:15: ...ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ...
φυτηκόμος -- ὁ καλλιεργῶν φυτὰ ἢ δένδρα. (Λ.Σ.Κ.)Νόννος 20:15: Μαρίη δ'ἐφθέγξατο φωνὴν
ἐλπομένη κήποιο φυτηκόμον ἄνδρα νοῆσαι·
κεραμεύς -- ὁ ἐργαζόμενος τὸν πηλόν. (Λ.Σ.Κ.)bedwere wrote:...κεραμεὺς ἐπρίατο τὸν ὄνον.
Αἴσωπος wrote:βυρσοδέψῃ ἀπεμπολεῖται.
βυρσοδέψης, ου, ὁ --ὁ κατεργαζόμενος δέρματα. (Λ.Σ.Κ.)Chambry 1925, Aliter wrote:ὠνεῖται τοῦτον ὁ τὰς βύρσας ἐργάζων.
αἱ παραφράσεις:Αἴσωπος wrote:βέλτιον ἦν...
Chambry 1925, Aliter wrote:αἱρετώτερον ἦν...
Chambry 1925, Aliter wrote:κρεῖττον ἦν...
πρὸς τὸν Διάβολον ὁ μῦθος εὔκαιρος. ὢν γὰρ κάκιστος δεσπότης, τοὺς ἀπίστους βλάπτει ἐν τε τούτῳ τῷ κόσμῳ καὶ μετὰ θάνατον.bedwere wrote:Ὁ δὲ τὰ δέρμα τῶν ζῴων ἐργαζόμενος κάκιστος δεσπότης τῷ ὄνῳ ἐγένετο.
κελεύω σε ἐρρῶσθαι ἐν τῷ Κυρίῳ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σοε', σοϛ', σοζ'
Ὄνος καὶ κυνίδιον ἢ Κύων καὶ δεσπότης
Ὄνος τις ὁρῶν τὸν δεσπότην ἀεὶ παίζοντα κυνιδίῳ ἐκ Μελίτης καὶ δὴ καὶ μᾶλλον τρεφόντα αὐτὸ ἢ ἑαυτόν, διὰ φθόνον μιμησάμενος αὐτὸ ἐπήδησεν ἐπὶ τὸν δεσπότην. Ὁ δὲ ὀργισθεὶς ἐκέλευσε τὸν ὄνον πληχθῆναί τε καὶ ἐν τῷ σταθμῷ δεηθῆναι.
Ἀνάγνωσις τοῦ σοε' μύθου
Ὄνος καὶ κύων συνοδοιποροῦντες
Ὄνος καὶ κύων συνοδεύοντες ηὗρον ἐπιστολήν. Ὁ δὲ ὄνος ἄνοιξας αὐτὴν ἔχαιρεν ἀναγιγνώσκων. Ἦν γὰρ ἡ ἐπιστολὴ περὶ τοιούτων σίτων ὧν οἱ ὄνοι φιλοῦσιν. Ὁ οὖν κύων πρῶτον μὲν ἐπιθυμῶν τι περὶ τῆς ἑαυτοῦ τροφῆς ἀκούειν παρῄνεσε τὸν ὄνον ἐπιτελεῖν. Τέλος δὲ οὐδὲν ἄρεσκον εὑρὼν ἐκέλευσε τὴν ἐπιστολὴν ὡς ἄχρηστον βληθῆναι.
Ἀνάγνωσις τοῦ σοϛ' μύθου
Ὄνος καὶ ὀνηλάτης
Ὄνος δύσκολός τις βουλόμενος αὐτὸς ἄρχειν ἤγαγε τὸν ὀνηλάτην διὰ τῆς σκολιᾶς καὶ πετρώδους ὁδοῦ. Ἔπειτα δέ, τοῦ ὄνου εἰς τὴν ἅβυσσον καταπίπτειν μέλλοντος, ὁ δεσπότης εἷλκε τὴν οὐρὰν αὐτοῦ. Τέλος δὲ ἡσσώμενος ἀφῆκεν αὐτὸν λέγων ὅτι κακὴ νίκη εἴη αὐτῷ.
Ἀνάγνωσις τοῦ σοζ' μύθου
Ἡ βίβλος
Ὄνος καὶ κυνίδιον ἢ Κύων καὶ δεσπότης
Ὄνος τις ὁρῶν τὸν δεσπότην ἀεὶ παίζοντα κυνιδίῳ ἐκ Μελίτης καὶ δὴ καὶ μᾶλλον τρεφόντα αὐτὸ ἢ ἑαυτόν, διὰ φθόνον μιμησάμενος αὐτὸ ἐπήδησεν ἐπὶ τὸν δεσπότην. Ὁ δὲ ὀργισθεὶς ἐκέλευσε τὸν ὄνον πληχθῆναί τε καὶ ἐν τῷ σταθμῷ δεηθῆναι.
Ἀνάγνωσις τοῦ σοε' μύθου
Ὄνος καὶ κύων συνοδοιποροῦντες
Ὄνος καὶ κύων συνοδεύοντες ηὗρον ἐπιστολήν. Ὁ δὲ ὄνος ἄνοιξας αὐτὴν ἔχαιρεν ἀναγιγνώσκων. Ἦν γὰρ ἡ ἐπιστολὴ περὶ τοιούτων σίτων ὧν οἱ ὄνοι φιλοῦσιν. Ὁ οὖν κύων πρῶτον μὲν ἐπιθυμῶν τι περὶ τῆς ἑαυτοῦ τροφῆς ἀκούειν παρῄνεσε τὸν ὄνον ἐπιτελεῖν. Τέλος δὲ οὐδὲν ἄρεσκον εὑρὼν ἐκέλευσε τὴν ἐπιστολὴν ὡς ἄχρηστον βληθῆναι.
Ἀνάγνωσις τοῦ σοϛ' μύθου
Ὄνος καὶ ὀνηλάτης
Ὄνος δύσκολός τις βουλόμενος αὐτὸς ἄρχειν ἤγαγε τὸν ὀνηλάτην διὰ τῆς σκολιᾶς καὶ πετρώδους ὁδοῦ. Ἔπειτα δέ, τοῦ ὄνου εἰς τὴν ἅβυσσον καταπίπτειν μέλλοντος, ὁ δεσπότης εἷλκε τὴν οὐρὰν αὐτοῦ. Τέλος δὲ ἡσσώμενος ἀφῆκεν αὐτὸν λέγων ὅτι κακὴ νίκη εἴη αὐτῷ.
Ἀνάγνωσις τοῦ σοζ' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Neophyte
- Posts: 23
- Joined: Sun Jul 17, 2016 4:16 pm
Re: Μῦθοι Αἰσώπειοι
Suntne textus harum fabularum Anglice vel Latine versi?
Corrections are welcome.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σοη', σοθ', σπ'
Ὄνος καὶ τέττιγες
Ὄνος τις ἤρετο τοὺς τέττιγας τὶ ἐσθίοντες οὕτως ἡδὺ ᾄδοιεν. Οἱ μὲν ἀπεκρίναντο ὅτι τὸ δρόσον εἴη αὐτοῖς τροφή. Ὁ δ' ὄνος διὰ χρόνου μόνον δρόσον φαγὼν λιμῷ ἀπέθανεν.
Ἀνάγνωσις τοῦ σοη' μύθου
Ὄνος <νομιζόμενος λέων εἶναι>
Ὄνος τις λεοντὴν ἐνδεδυμένος ἐφόβει ἀνθρώπους τε καὶ ζῷα. Τοῦ δὲ ἀνέμου τὴν δορὰν ἀποσπάσαντος, πάντες ἀγανακτήσαντες ἤρξαντο πλήσσειν τὸν ὄνον.
Ἀνάγνωσις τοῦ σοθ' μύθου
Ὄνος <παλιούρους ἐσθίων> καὶ ἀλώπηξ
Ἀλώπηξ τις ἰδοῦσα ὄνον σκληρὸν καὶ ἀκάνθινον φυτὸν ἐσθίοντα σκώπτουσα ἤρετο ὅπως ἐκεῖνος μαλακῇ γλώσσῃ δρᾶν δύναιτο.
Ἀνάγνωσις τοῦ σπ' μύθου

Μῦθοι Αἰσώπειοι· σπα', σπβ', σπγ'
Ὄνος <χωλαίνειν προσποιούμενος> καὶ λύκος
Ὄνος τις ἐν νομῇ τρεφόμενος ἰδὼν λύκον προιόντα προσεποιεῖτο χωλὸς ὤν. Τῷ δὲ λύκῳ περὶ τούτου ἐρομένῳ ὁ ὄνος εἶπεν ὅτι ἄκανθα ἐν τῷ ποδὶ αὐτοῦ εἴη καὶ δέοι τὸν λύκον ἀποσπάσαι αὐτὴν πρὶν τοῦτον φαγεῖν τὸν ὄνον. Ὁ μὲν οὖν λύκος πειθεὶς ὀπίσω τοῦ ὄνου ἦλθε ζητήσων τὴν ἄκανθαν. Ὁ δ' ὄνος ἐλάκτισεν αὐτόν. Οὐ γὰρ ὁ λύκος ἰατρὸς πέφυκε ἀλλὰ μάγειρος.
Ἀνάγνωσις τοῦ σπα' μύθου
Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί
Ὀρνίθων θηρευτής τις ἔθηκε τὰς ἑαυτοῦ περιστερὰς παρὰ τὰ δίκτυα. Αἱ δὲ ἄγριαι περιστεραὶ ἰδοῦσαι αὐτὰς ἀπατηθεῖσαι ἔπεσον εἰς τὴν πάγην. Τούτων δὲ μεμφομένων αὐτὰς διὰ τὴν ἀδικίαν, ἐκεῖναι εἶπον ὅτι μᾶλλον τὸν δεσπότην φοβοῖντο ἢ τὰς συγγενεῖς φιλοῖεν.
Ἀνάγνωσις τοῦ σπβ' μύθου
Ὀρνιθοθήρας καὶ κορύδαλος
Ὀρνιθευτὴς ἐποίει πάγην τοῦ τοὺς ὄρνιθας λαβεῖν. Κορυδὸς δὲ ἐπιτυχὼν ἤρετο αὐτὸν τί τοῦτο τὸ πρᾶγμα εἴη. Πόλιν, ἔφη, τοῖς ὄρνισιν οἰκοδομῶ. Ὁ δὲ ὄρνις ὑπο τοῦς θηρευτοῦ πειθεὶς καὶ πεσὼν εἰς τὸ δίκτυον ἀπεκρίνατο λέγων ὀλίγους τοὺς ἐν τοιαύτῃ πόλει οἰκοῦντας ἔσεσθαι.
Ἀνάγνωσις τοῦ σπγ' μύθου

Μῦθοι Αἰσώπειοι· σπδ', σπε', σπϛ'
Ὀρνιθοθήρας καὶ πελαργός
Ὀρνιθευτὴς παρασκευασάμενος παγίδα τοῖς γεράνοις ἀπῆλθεν ἵνα προσδοκῴη. Καὶ ἐπανελθὼν ηὗρε πελαργὸν ἐν τῇ ἄγρᾳ. Ὁ μὲν ἱκέτευσεν ἐλευθερωθῆναι ὅτι ἐσθίων ὄφεις καὶ ἕρπετα ὀφελὴς εἴη τοῖς ἀνθρώποις. ὁ δὲ οὐκ ἐπείσθη ὅτι ἐκεῖνος μετὰ τῶν κακῶν διατρίβοι.
Ἀνάγνωσις τοῦ σπδ' μύθου
Ὀρνιθοθήρας καὶ πέρδιξ
Ὀρνιθευτὴς εἶχεν ἥμερον πέρδικα ἵνα αὐτῷ χρώμενος τοὺς ἀγρίους ἐπικαλοίη. Φίλου δὲ προσελθόντος εἰς δεῖπνον, οὐ φεισάμενος τοῦ ὄρνιθος τοῦ παραιτουμένου, ἀπέκτεινεν αὐτόν. Ἀεὶ γὰρ ἔσῃ, ἔφη, μετὰ τῶν συγγενῶν σου.
Ἀνάγνωσις τοῦ σπε' μύθου
Ὄρνις καὶ χελιδών
Χελιδὼν τις εἶδεν ὄρνιν πρῶτον μὲν θερμαίνουσαν ᾠὰ ὄφεων ἔπειτα δὲ βοηθοῦσαν τοῖς ὀφιδίοις πρὸς τὸ ἐξελθεῖν ἐκ τῶν ᾠῶν. Διὰ τοῦτο κατεῖπεν αὐτῆς τὴν μωρίαν. Ἀνάγκη γὰρ τοὺς ὄφεις τοτὲ κατέδεσθαι αὐτήν.
Ἀνάγνωσις τοῦ σπϛ' μύθου
Σημείωσαι· οὔπω ἔξεστι τὰς νέας ἠχωγραφὰς λαβεῖν ἐκ τοῦ ἀρχείου τοῦ διαδικτύου. Ἔγραψα δὲ πρὸς τοὺς ἐπιμελητάς.
Δίς σημείωσαι· νῦν ἔξεστι ταύτας τὰς ἠχωγραφὰς λαβεῖν.

πρὸς τὸ C.I.A. εὔκαιρος ὁ μῦθος. οὗτοι γὰρ τὸν Bin Laden ἔτρεφον ἔτι ᾠὸν ὄντα. ὕστερον δὲ δράκων ἔγενετο.bedwere wrote:Ὄρνις καὶ χελιδών
Χελιδὼν τις εἶδεν ὄρνιν πρῶτον μὲν θερμαίνουσαν ᾠὰ ὄφεων ἔπειτα δὲ βοηθοῦσαν τοῖς ὀφιδίοις πρὸς τὸ ἐξελθεῖν ἐκ τῶν ᾠῶν. Διὰ τοῦτο κατεῖπεν αὐτῆς τὴν μωρίαν. Ἀνάγκη γὰρ τοὺς ὄφεις τοτὲ κατέδεσθαι αὐτήν.
χαίρω τοῦτο μαθών.bedwere wrote:Δίς σημείωσαι· νῦν ἔξεστι ταύτας τὰς ἠχωγραφὰς λαβεῖν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σπξ', σπη', σπθ'
Ὄρνις χρυσοτόκος
Πλεονέκτης τις εἶχεν ὄρνιν ἣ ᾠὰ χρυσῆ ἔτικτεν. Ὁ δ' ἐλπίσας πολὺν χρυσὸν ἔνδον εὑρήσεσθαι ἀπέκτεινεν αὐτήν. Εὕρεν μέντοι μόνον τὰ σπλάγχνα.
Ἀνάγνωσις τοῦ σπξ' μύθου
Οὐρὰ καὶ μέλη ὄφεως
Ἡ οὐρὰ τῆς ὄφεως καίπερ τυφλὴ οὖσα ἐβούλετο ἡγεῖσθαι πᾶν τὸ σῶμα. Ἔπειτα δέ, πάντων τῶν μέλων εἰς τὴν ἄβυσσον καταπεσόντων, παρῃτήσατο τὴν κεφαλὴν σῶσαι τὸν ὄφιν.
Ἀνάγνωσις τοῦ σπη' μύθου
Ὄφις καὶ γαλῆ καὶ μύες
Γαλῆς καὶ ὄφεως πρὸς ἀλλήλους μαχομένων, οἱ μῦες ἐθεῶντο. Ἐξαίφνης δὲ ἡ γαλῆ καὶ ὁ ὄφις ἰδόντες τοὺς μῦας ἐπίβαλον ἐπ' αὐτούς.
Ἀνάγνωσις τοῦ σπθ' μύθου
Ἡ βίβλος
Ὄρνις χρυσοτόκος
Πλεονέκτης τις εἶχεν ὄρνιν ἣ ᾠὰ χρυσῆ ἔτικτεν. Ὁ δ' ἐλπίσας πολὺν χρυσὸν ἔνδον εὑρήσεσθαι ἀπέκτεινεν αὐτήν. Εὕρεν μέντοι μόνον τὰ σπλάγχνα.
Ἀνάγνωσις τοῦ σπξ' μύθου
Οὐρὰ καὶ μέλη ὄφεως
Ἡ οὐρὰ τῆς ὄφεως καίπερ τυφλὴ οὖσα ἐβούλετο ἡγεῖσθαι πᾶν τὸ σῶμα. Ἔπειτα δέ, πάντων τῶν μέλων εἰς τὴν ἄβυσσον καταπεσόντων, παρῃτήσατο τὴν κεφαλὴν σῶσαι τὸν ὄφιν.
Ἀνάγνωσις τοῦ σπη' μύθου
Ὄφις καὶ γαλῆ καὶ μύες
Γαλῆς καὶ ὄφεως πρὸς ἀλλήλους μαχομένων, οἱ μῦες ἐθεῶντο. Ἐξαίφνης δὲ ἡ γαλῆ καὶ ὁ ὄφις ἰδόντες τοὺς μῦας ἐπίβαλον ἐπ' αὐτούς.
Ἀνάγνωσις τοῦ σπθ' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σϙ', σϙα', σϙβ'
Ὄφις καὶ καρκῖνος
Κοινωνία ἦν μετὰ καρκίνου καὶ ὄφεως. Ὁ μὲν ἀγαθὸς ἦν, ὁ δὲ πονηρός. Καὶ ὁ καρκῖνος ἀεὶ παρᾔνει τῷ ὄφει ὀρθωθῆναι. Ἐκεῖνος δὲ οὐκ ἤθελεν. Τέλος δέ, τοῦ ὄφεως καθεύδοντος, ὁ καρκῖνος ἐπὶ τιμωρίᾳ ἀπέκτειν αὐτόν. Ἐπειδὴ ὁ νεκρὸς τοῦ ὄφεως ὠρθωμένος ἦν, ὁ καρκῖνος εἶπεν ὅτι ἔδει τὸν ὄφιν ἐκτείνεσθαι πρὸ τοῦ ἀποθανεῖν.
Ἀνάγνωσις τοῦ σϙ' μύθου
Ὄφις πατούμενος καὶ Ζεύς
Ὄφις τις ὑπὸ τῶν ἀνθρώπων πατούμενος ἱκέτευσε τὸν Δία ἵνα ὠφελοίη. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι ἔδει τὸν ὄφιν δακεῖν τὸν πρῶτον πατήσαντα τοῦ τοὺς ἄλλους διδάσκειν.
Ἀνάγνωσις τοῦ σϙα' μύθου
Παιδίον ἐσθίον σπλάγχνα
Ποιμένες τινὲς αἶγα θύσαντες ἐκάλεσαν τοὺς παρόντας εἰς δεῖπνον. Καὶ μετ' ἐκείνων ἦσαν γύνη τις πενομένη καὶ τὸ παιδίον αὐτῆς. Οὕτω δὲ τὸ παιδίον κατέφαγεν ὥστε ἀλγοῦν τὴν γαστέρα ἐκβάλλειν τὸ κρέας διὰ τοῦ στόματος. Μεριμνῶντος δὲ τοῦ παίδος μὴ τὰ ἑαυτοῦ σπλάγχνα ἐμῇ, ἡ μήτηρ παρέκαλεσὲν αὐτὸν λεγοῦσα ὅτι ταῦτα εἴη τῆς αἰγός, οὐδὲ τοῦ υἱοῦ.
Ἀνάγνωσις τοῦ σϙβ' μύθου

Μῦθοι Αἰσώπειοι· σϙγ', σϙδ', σϙε'
Παῖς <ἀκρίδας θηρεύων> καὶ σκορπίος
Παῖς τις ἐθήρευεν ἀκρίδας. Ἰδὼν δὲ σκορπίον, ἐπάρας τὴν χεῖρα, ἔμελλε συλλαμβάνειν αὐτόν. Ὁ δὲ σκορπίος δείξας τὸ κέντρον· ὦ οὗτος ἔφη, εἰ συνέλαβές με, ὥσπερ αἱ ἀκρίδες ἀπέθανες ἄν.
Ἀνάγνωσις τοῦ σϙγ' μύθου
Παῖς καὶ κόραξ
Γύνη τις ἤκουσε ἀπο τῶν μάντεων ὅτι ὁ ἑαυτῆς υἱὸς ὑπὸ κόρακος ἀποθανεῖται. Διὸ εἰσθεῖσα τὸ τέκνον εἰς κιβωτὸν ἔτρεφετο αὐτὸ ἐκεῖ ἐγκεκλῃμένον. Τέλος δέ, τῆς μητρὸς τὸν σῖτον παρεχούσης, τὸ παιδίον ἐξετείνε τὴν κεφαλήν. Καὶ τῆς βαρείας τοῦ κιβωτοῦ λαβῆς ὑπ' αὐτὸ πεσούσης, τὸ παιδίον ἀπέκτεινεν κατὰ τὴν μοῖραν. Ὀνομάζεται γὰρ διὰ τὴν μορφὴν ἡ λαβὴ κόραξ.
Ἀνάγνωσις τοῦ σϙδ' μύθου
Παῖς καὶ λέων <γεγραμμένος>
Πρέσβυς τις διὰ ὀνείρου εἶδε τὸν μονογενῆ υἱὸν ὑπὸ λέοντος ἀποθανεῖν. Μάλα οὖν φοβούμενος μὴ τοῦτο ἀληθῶς συμβῇ, τὸ ὄναρ τῷ υἱῷ ἐξηγησάμενος, ἔκλεισεν αὐτὸν ἐν καλλίστῃ οἰκίᾳ. Αὐτὴ δ' ἦν ζῴων εἰκόσι ποικίλων κεκοσμημένη. Ὁ δὲ νεανίας τὴν ἐλευθερίαν ἐπιθυμῶν, θεασάμενος λέοντα γεγραμμένον, ἔπαισε τῆ χειρὶ τὸν τοῖχον. Καὶ διὰ τοῦτο τραυματισθεὶς ἐπύρεξε. Καὶ οὐκ ἐσώθη ἀλλ' ἐτελεύτησεν κατὰ τὴν μοῖραν.
Ἀνάγνωσις τοῦ σϙε' μύθου

ὁ μὲν γραπτὸς λέων ἀπέκτεινε. ὁ δὲ γραπτὸς Λόγος ζωὴν δίδωσι.Αἴσωπος wrote:Ὁ δὲ λέων καίπερ γραπτὸς ὢν τοῦτον ἀνῃρήκει...
θέλεις λέγειν τὸ ὑπὸ λέοντος?bedwere wrote:Πρέσβυς τις διὰ ὀνείρου εἶδε τὸν μονογενῆ υἱὸν ὑπὸ λέοντα ἀποθανεῖν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Ναί, ὀρθῶς λέγεις, ὦ φίλε. Δεῖ γὰρ χρῆσθαι τῇ γενικῇ.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σϙϛ', σϙζ', σϙη'
Παῖς κλέπτης καὶ μήτηρ
Κλεπτής τις ἐπὶ θάνατον ἤγετο, τῆς μητρὸς αὐτῷ ἀκολουθούσης. Ὁ δὲ μεμνημένος ὅτι πρῶτον μὲν παιδίον ὢν κλέψας τὸν πίνακα συμμαθητοῦ τινος ἐνέγκοι τῇ μητρὶ ἐπαινούσῃ αὐτόν, ἔπειτα δὲ κλέψας ἱμάτιον αὖθις ὑπὸ τῆς μητρὸς ἐπαινεθείη, τέλος δὲ καὶ λῃστὴς γένοιτο, καλέσας τὴν μητέρα ὡς ἐρῶν τι πρὸς τὸ οὖς, ἔδακεν αὐτό. Ἡ μὲν κατεῖπεν αὐτοῦ τῆς ἀσεβείας. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι δέοι αὐτὴν κολάσαι αὐτὸν τὸ πρῶτον κλέψαντα.
Ἀνάγνωσις τοῦ σϙϛ' μύθου
Παῖς λουόμενος
Παιδίον τι ἐν ποταμῷ οὐκέτι δυνάμενος νεῖν καὶ ἐν κινδύνῳ ὢν ἰδὼν ὁδοιπόρον ἐκάλεσεν εἰς βοηθείαν. Ὁ μὲν κατεῖπεν αὐτὸν τῆς ἀφροσύνης, τὸ δὲ παιδίον· ὦ οὖτος, ἔφη, πρῶτον σῶσόν με, ἔπειτα κατεῖπε.
Ἀνάγνωσις τοῦ σϙζ' μύθου
Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος
Ψευδὴς ἄνθρωπός τις δεδεγμένος ἀργύριον ἀπὸ ἄλλου οὐκ ἐβούλετο ἀποδοῦναι. Ἐκείνου δ' ἐκ τῆς πόλεως ἐξιόντος ἵνα μὴ ὀμόσῃ, ὁ Ὅρκος, ὁ τοῦ ὀμνύναι θεός, ἐφάνη ἐν μορφῇ χωλοῦ τινος ὡς τοὺς ἐπιόρκους διώξοντος. Ὁ μὲν κάκουργος ἤρετο αὐτὸν ὅποτε ἐπανιείη εἰς τὴν πόλιν. Ὁ δὲ · μετὰ τεσσεράκοντα, ἔφη, ἢ τριάκοντα ἔτη. Διόπερ ὁ πάνουργος θαρσεὶς ὤμοσεν οὐ λαβεῖν τὴν παρακαταθήκην. Τῇ δ' ὑστεραίᾳ ὁ Ὅρκος ἤγαγεν αὐτὸν ἐπὶ κρημνὸν ἵνα καταπέμψαι αὐτόν. Ἀλλ' οὐ μετὰ τεσσεράκοντα ἢ τριάκοντα ἔτη, ἐφὴ ὁ ἐπίορκος ἐπανέρχῃ. Ὁ δ' Ὅρκος ἀποκρινάμενος εἶπε καὶ καθ' ἡμέραν τοὺς ἑαυτοῦ καταφρονοῦντας ἐπισκοπεῖσθαι.
Ἀνάγνωσις τοῦ σϙη' μύθου

bedwere wrote:πρῶτον σῶσόν με, ἔπειτα κατεῖπε.
Αἴσωπος wrote:ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ.
Chambry 1925, Aliter wrote:ἀλλὰ νῦν μοι βοήθησον, ὕστερον δὲ σωθέντα μέμφου.
πρῶτον μὲν ῥῦσαί με. μετὰ δὲ τοῦτο, ἔλεγχε.Chambry 1925, Aliter wrote:ἄρτι μοι βοήθει, ἕξεις δὲ καιρὸν ἐλέγχειν, ὅταν σώσῃς με.
ὅτι Θεὸς εὐεργέτης ἐστὶν δηλοῖ ὁ μῦθος. πρῶτον γὰρ ὁ Υἱὸς σῴζει ἡμᾶς . ἔπειτα δὲ τὸ Ἅγιον Πνεῦμα ἐλέγχει ἡμᾶς.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Εὐχαριστῶ σε, ὦ Μαρκε, εὐχόμενός σοι πολλὰ κἀγαθά.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· σϙθ', τ', τα'
Πάτηρ καὶ θυγατέρες
Πατήρ τις εἶχε θυγατέρε. Ἡ μὲν ἑτέρα γυνὴ ἐγένετο κηπουροῦ, ἡ δ' ἑτέρα κεραυμέως. Προσελθὼν δ' ὁ πατὴρ ὡς τὴν τοῦ κηπουροῦ καὶ ἐρόμενος περὶ τῶν πραγμάτων αὐτῆς, ἐπύθετο πάντα καλῶς ἂν ἔχειν, εἰ μόνον οἱ θέοι πέμψαιεν ὑετόν. Τὰ γὰρ λάχανα χρείαν ὑδατος ἔχειν. Παραγενόμενος δὲ τῇ τοῦ κεραυμέως ἤρετο πῶς τὰ πράγματα αὐτῆς ἔχοι. Καὶ ἀποκρινομένης αὐτῆς ὅτι οἱ κέραμοι χρείαν εὐδίας ἔχοιεν καὶ εἴθ' οἱ θεοὶ βροχὴν δοῖεν, ὀ ἀνὴρ ἠπόρησε σὺν ποτέρᾳ θυγατρὶ συνεύχοιτο.
Ἀνάγνωσις τοῦ σϙθ' μύθου
Πέρδιξ καὶ ἄνθρωπος
Θηρευτής τις πέρδικα συλλαβὼν ἔμελλεν θύειν αὐτήν. Ἡ μὲν οὐ θέλουσα ἀποθανεῖν ὑπέσχετο ὡς ζῶσα προσοίσειν αὐτῷ ἀλλὰς πέρδικας. Ὁ δὲ κατειπὼν αὐτῆς τὴν πρόδοσιν ἀπέκτεινεν αὐτήν.
Ἀνάγνωσις τοῦ τ' μύθου
Περιστερὰ διψῶσα
Διψῶσα περιστερά τις ἰδοῦσα εἰκόνα ὕδατος ἔνομισε τοῦτο ἀληθὲς εἶναι. Καὶ καταπεσοῦσα ἐπὶ τὸ τεῖχος καὶ τραυματισθεῖσα συνελήφθη ὑπό τινος παρατυχόντος.
Ἀνάγνωσις τοῦ τα' μύθου

τὸν Βεδωερε χαίρειν ἐν Χριστῷ κελεύω.
οὕτως εἶπε ἡ πέρδιξ. ὁ δ' Ἰησοῦς εἶπε «Θεοῦ θέλοντος, ἄγε με πρὸς θάνατον. ἄλλους γὰρ θέλω σῷσαι καὶ πολλούς.»
εὐτύχου ἐν Κυρίου.
bedwere wrote:Ἡ μὲν οὐ θέλουσα ἀποθανεῖν ὑπέσχετο ὡς ζῶσα προσοίσειν αὐτῷ ἀλλὰς πέρδικας..
Αἴσωπος wrote:Ἡ δὲ παρεκάλει ἐκλυθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ
Chambry 1925, Aliter wrote:Ἔασόν με ζῆν, κυνηγέτα περδίκων,
ὅπως σοι κἀγὼ πέρδιξ πολλὰς προσάξω.
θέλω ζῆν. ἄλλους οὖν πρὸς θάνατον ἄξω.Chambry 1925, Aliter wrote:Ἔασόν με ζῆν καὶ ἀντ᾿ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω.
οὕτως εἶπε ἡ πέρδιξ. ὁ δ' Ἰησοῦς εἶπε «Θεοῦ θέλοντος, ἄγε με πρὸς θάνατον. ἄλλους γὰρ θέλω σῷσαι καὶ πολλούς.»
πρὸς τοὺς εἰδωλολάτρας ὁ μῦθος εὔκαιρος. εἰκόνας γὰρ νομίζουσιν ἀληθινοὺς εἶναι. κακῶς δὲ νομίζουσι.bedwere wrote:Διψῶσα περιστερά τις ἰδοῦσα εἰκόνα ὕδατος ἔνομισε τοῦτο ἀληθὲς εἶναι.
εὐτύχου ἐν Κυρίου.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Εὐχαριστῶ σοι, ὦ Μαρκε. Εὐλογήσαι δέ σε ὁ Θεός.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· τβ', τγ', τδ'
Περιστερὰ καὶ κορώνη
Κορώνη ἀκούσασα περιστερᾶς ἐν οἰκίσκῳ οὖσης καὶ περὶ τῶν τέκνων αὐτῆς καυχωμένης· παῦε, ἔφη, μεγαλοφρονοῦσα, ὦ μῆτερ τῶν μελλόντων δούλων.
Ἀνάγνωσις τοῦ τβ' μύθου
Πῆραι δύο
Προμηθεὺς ὁ δημιουργὸς ἔκτισε τοὺς ἀνθρώπους πήρα βαστάζοντας. Ἡ μὲν γὰρ ἔμπροσθεν ἔχει τὰ τῶν ἄλλων κακά, ἃτινα ἔξεστιν ἡμῖν κατανοεῖν. Ἡ δὲ ὀπίσω τὰ ἡμῶν αὐτῶν, ἀόρατα ὄντα.
Ἀνάγνωσις τοῦ τγ' μύθου
Πίθηξ καὶ ἁλιεῖς
Πίθηκός τις ἰδὼν ἁλιεῖς εἰς ποταμὸν τὰ δίκτυα βάλλοντας, ἐβούλετο μιμεῖσθαι αὐτούς. Ἀποχωρησάντων οὖν τῶν ἁλιέων, τὸ ζῷον προσελθὸν ἔβαλε τὴν σαγήνην. Ἁψάμενος μέντοι τῶν δικτύων ἔμελλεν ἀποθνῄσκειν. Διόπερ κατεῖπεν ἑαυτοῦ τὴν μανίαν ὡς ταῦτα πειρασάμενος ἃ οὐκ εἰδείη.
Ἀνάγνωσις τοῦ τδ' μύθου

Ῥοβέρτον κελεύω χαίρειν.
ἔρρωσο ἐν Κυρίῳ.
θαυμάζω, φίλτατε, ὅτι ταύτην τὴν εἰκόνα εὗρες. δείκνυσι γὰρ αὕτη, καθὼς ὁ μῦθος, ἄνθρωπόν τινα φοροῦντα δύο πήρας, τὴν μέν μείζονα ὀπίσω αὐτοῦ, τὴν δὲ μικρὰν πρὸ αὐτοῦ. εὖγε οὖν!bedwere wrote:Πῆραι δύο
bedwere wrote: Πίθηξ καὶ ἁλιεῖς
Πίθηκός τις ἰδὼν ἁλιεῖς εἰς ποταμὸν τὰ δίκτυα βάλλοντας, ἐβούλετο μιμεῖσθαι αὐτούς. Ἀποχωρησάντων οὖν τῶν ἁλιέων, τὸ ζῷον προσελθὸν ἔβαλε τὴν σαγήνην. Ἁψάμενος μέντοι τῶν δικτύων ἔμελλεν ἀποθνῄσκειν. Διόπερ κατεῖπεν ἑαυτοῦ τὴν μανίαν ὡς ταῦτα πειρασάμενος ἃ οὐκ εἰδείη.
πρὸς ἐμὲ (οἴμοι!) τούτῳ τῷ μύθῳ χρήσαιτο ἄν τις. ἑλληνίζειν γὰρ μὴ μαθὼν, τούτῳ τῷ ἔργῳ ἐπικεχείρηκα. πιθηκοειδὴς οὖν ὁ ΜᾶρκοςΑἴσωπος wrote:Ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; »
ἔρρωσο ἐν Κυρίῳ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μηδαμῶς, ἀλλ' εὐγενής.Markos wrote: πιθηκοειδὴς οὖν ὁ Μᾶρκος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· τε', τϛ', τζ'
Πίθηκος καὶ δελφίς
Πίθηκός τις ἔπλειν ἐν νηΐ, ὡς χαρίζων τοὺς ἀνθρώπους. Ναυαγίας δὲ διὰ χειμῶνα γενομένης, δελφίς τις ἐκόμιζον αὐτὸν νομίζων ἐκεῖνον εἶναι ἄνθρωπον. Ὁ οὖν δελφὶς πρὸς τὴν Ἀττικὴν νέων ἤρετο εἰ Ἀθηναῖος εἴη. Ὁ δὲ ψευδὴς πίθηκος ἀπεκρίνατο λέγων καὶ γενναῖος Ἀθηναῖος εἶναι. Πάλιν δὲ τοῦ δελφῖνος ἐρομένου εἰ εἰδείη τὸν Πειραιᾶ, τοῦτ' ἐστιν ὁ λιμὴν τῶν Ἀθηνῶν, ὁ πίθηκος εἶπεν ἐκεῖνον ἑταῖρον ἑαυτοῦ εἶναι. Διὰ τοῦτο ὁ μὲν δελφὶς ὀργισθεὶς ἀπέλιπεν ἐκεῖ τὸν πίθηκον, ὅς δὲ ἀπέθανεν.
Ἀνάγνωσις τοῦ τε' μύθου
Πίθηκος καὶ κάμηλος
Ἐγένετό τοτε σύνοδος τῶν ἀλόγων ζῴων καὶ πίθηκος ἐποίησεν ὄρχησιν. Πάντων δὲ κροτήσαντων, κάμηλός τις ἐπιθυμοῦσα τὴν ἑαυτῆς δόξαν κακῶς ὠρχεῖτο ὥστε τὰ ἄλλα ζῷα παίοντα ἀποβαλεῖν αὐτήν.
Ἀνάγνωσις τοῦ τϛ' μύθου
Πιθήκου παῖδες
Πιθήκου γίγνονται παῖδες δύο, ὁ μὲν ἀγαπώμενος, ὁ δὲ μισούμενος. Ἔπειτα δ' ὁ μὲν ἀγαπητὸς διὰ περισσὸν στέργειν ἀποπνίγεται ὑπὸ τῆς μητρός. Ὁ δὲ μισητὸς ἰσχυρὸς καὶ τέλειος πιθηκὸς γίγνεται.
Ἀνάγνωσις τοῦ τζ' μύθου

Μῦθοι Αἰσώπειοι· τη', τθ', τι'
Πλέοντες
Χειμῶνος γενομένου, οἱ ἐπὶ τῇ νηῒ φοβούμενοι προσηύχοντο τοῖς θεοῖς μὴ ναυαγίαν πάθοιεν. Ἐπεῖτα δέ, τῆς γαλήνης ἐπανελθούσης, μάλα ἔχαιρον. Ὁ οὖν κυβερνήτης διδάσκων εἶπεν αὐτοῖς ὅτι δέοι ποτὲ χειμῶνα αὖ γένεσθαι.
Ἀνάγνωσις τοῦ τη' μύθου
Πλούσιος καὶ βυρσοδέψης
Πλούσιός τις ἐγένετο γείτων βυρσοδέψου, τοῦ τὰ δέρμα παρασκευάζοντος. Καὶ τὴν κακὴν ὀσμὴν μισῶν πολλάκις παρεκάλει τὸν ἐργάτην ποιῆσαί τι. Ὁ οὖν πολλὰ δὴ ὑπισχνούμενος, οὐκ ἐποίησεν οὐδέν. Ἕως ὁ πλούσιος ἐθίσας τὴν ὀσμὴν ἐπαύσατο σχετλιάζειν.
Ἀνάγνωσις τοῦ τθ' μύθου
Πλούσιος καὶ θρηνῳδοί
Τῆς ἑτέρας θυγατρὸς πλουσίου τινὸς ἀποθανούσης, ὁ πάτηρ ἐμισθώσατο γυναῖκας ἵνα θρηνοῖεν αὐτήν. Τὸ μὲν τῆς ἑτέρας θυγάτριον ἐθαύμαζε τῶν κλαιουσῶν ὅτι μᾶλλον δοκοῖεν ἀλγῆσαι ἢ οἱ συγγενεῖς. Ἡ δὲ μήτηρ ὑπολαβοῦσα· ἕνεκα τούτου, ἔφη, τὸν μισθὸν ἐδέξαντο.
Ἀνάγνωσις τοῦ τι' μύθου

Μῦθοι Αἰσώπειοι· τια', τιβ', τιγ'
Ποιμὴν καὶ θάλασσα
Ποιμήν τις παρὰ τὴν θάλασσαν τὰ πρόβατα τρέφων, γαλήνης ἐχούσης, ἐψηφίσατο ἔμπορος γενέσθαι. Πωλήσας οὖν τὸ ποίμνιον καὶ πριάμενος φοινίκας, ἀνέβη εἰς ναῦν. Ἐπεῖτα δέ, χειμῶνος γενομένου, ἐδέησε αὐτὸν τὸ φόρτιον ἐκβαλεῖν ἐκ τῆς νεὼς ἵνα σωθείη. Μετὰ δὲ ὀλίγον χρόνον, θαυμάσαντί τινι τῆς θαλάσσης ἡσυχαζούσης εἶπεν αὐτὴν βούλεσθαι πλείονας φοινίκας.
Ἀνάγνωσις τοῦ τια' μύθου
Ποιμὴν καὶ κύων <τὰ πρόϐατα σαίνων>
Ποιμήν τις θρέψας τὸν κύνα τοῖς νοσοῦσιν προβάτοις, εἶδεν αὐτὸν ἐπιθυμοῦντα καὶ τὰ ἄλλα. Μὴ αὑτὴ ἡ συμφορὰ γένοιτο, ἔφη ὁ ἀνήρ.
Ἀνάγνωσις τοῦ τιβ' μύθου
Ποιμὴν καὶ λυκιδεῖς
Ποιμήν τις εὑρὼν τέκνα λύκου ἤνεγκε πρὸς τὸν οἶκον. Ἤλπιζε γὰρ χρήσεσθαι αὐτοῖς τοῦ τε ἀμύνεσθαι τὴν ποίμνην καὶ τοῦ ἁρπάζειν τὰ πρόβατα τῶν γειτόνων. Ἀλλὰ οἱ λύκοι εἰς ἡλικίαν ἀφικόμενοι διέφθειραν πρῶτον τὰ αὐτοῦ. Διόπερ ἤλεγξεν ἑαυτὸν περὶ τῆς μωρίας.
Ἀνάγνωσις τοῦ τιγ' μύθου

Μᾶρκος τῷ Βεδωερε χάριν ἔχει τῷ καινοὺς μύθους δίδοντι.
ἰδοῦ τὰ συνονομασμένα:
ὁ δ' ἀντίχριστος, ὁ τοῦ Διαβόλου υἱὸς ὤν, λυκιδεύς ἐστι.
χάρις σοι, φίλε Βεδωερε.
ἰδοῦ τὰ συνονομασμένα:
Αἴσωπος wrote:Ποιμὴν εὑρὼν λυκιδεῖς...
Chambry 1925, Aliter wrote:Ποιμὴν εὑρὼν λυκίδια...
λυκιδεύς, έως, ὁ -- νεογνὸν λύκου (Λ.Σ.Κ.)bedwere wrote:Ποιμήν τις εὑρὼν τέκνα λύκου...
ὁ δ' ἀντίχριστος, ὁ τοῦ Διαβόλου υἱὸς ὤν, λυκιδεύς ἐστι.
πρὸς τοὺς χρωμένους τοῖς τοῦ Διαβόλου εὔκαιρος ὁ μῦθος.bedwere wrote:Ἤλπιζε γὰρ χρήσεσθαι αὐτοῖς τοῦ τε ἀμύνεσθαι τὴν ποίμνην καὶ τοῦ ἁρπάζειν τὰ πρόβατα τῶν γειτόνων.
χάρις σοι, φίλε Βεδωερε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Χάριν πλείσταν, ὦ βέλτιστε, ἔχω σοι.
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· τιδ', τιε', τιϛ'
Ποιμὴν καὶ λύκος <σὺν κυσὶ τρεφόμενος>
Ποιμήν τις ἔθρεψε σκύλακα λύκου ἅμα τοῖς κυσίν. Ὁ δέ, λύκος γενόμενος, ὅτε ἄλλος λύκος πρόβατον ἐκλάβοι, ἐδίωκε μετὰ τῶν κυνῶν. Τῶν δὲ κυνῶν τὴν δίωξιν καταλιπόντων, ἐμέριζε τὴν θήραν μετὰ τοῦ ἀγρίου λύκου. Καὶ δὴ καὶ ἐδιδάσκε τοὺς κύνας ἐσθίειν τὰ πρόβατα. Τέλος δὲ ὁ ποιμὴν ταῦτα μαθὼν ἔθυσε τὸ κακὸν ζῷον.
Ἀνάγνωσις τοῦ τιδ' μύθου
Ποιμὴν καὶ λύκου σκύμνος
Ποιμήν τις εὑρὼν μικρὸν λύκον ἐδίδαξεν αὐτὸν θηρεύειν τὰ πρόβατα τῶν γειτόνων. Οὗτος δὲ ηὐξημένος ἐβούλετο ἐσθίειν καὶ τὰ τοῦ δεσπότου.
Ἀνάγνωσις τοῦ τιε' μύθου
Ποιμὴν καὶ πρόβατα
Ποιμὴν ἀγαγὼν τὴν ποίμνην παρὰ δρῦν πολλὰς βαλάνους ἔχουσαν, στορέσας τὸ ἱμάτιον, ἀνέβη ἀνὰ τὸ δένδρον ἵνα κατασείσαι τοὺς καρπούς. Αἱ δὲ οἶες, αἱ τὸ ἔριον τοῖς ἀνθρώποις διδοῦσαι ὑπὲρ ἐσθῶν, φαγοῦσαι τὰς βαλάνους διέφθειραν τὴν ἐσθὴν αὐτοῦ. Διόπερ ἐκεῖνος ἐμέμψατο τὰ πονηρὰ ζῷα.
Ἀνάγνωσις τοῦ τιϛ' μύθου

Αἴσωπος wrote:Ποιμὴν...ὡς ἐθεάσατο δρῦν...ἐπὶ ταύτην ἀνέϐη
καλὸν μὲν οὗτος ὁ ποιμήν. μείζων δ' Ἰησοῦς. ὁ γὰρ μὲν ἀνέβη ἐπὶ δένδρον τοῦ διδόναι τὸ βρῶμα τὸ ἀπολλύμενον. ὁ δὲ Χριστός, ὁ ἡμῶν καλὸν Ποιμήν, ἀνέβη ἐπὶ δένδρον (λέγω τὸν σταυρόν) τοῦ διδόναι ζωὴν αἰώνιον ἡμῖν τοῖς προβάτοις αὐτοῦ.bedwere wrote:Ποιμὴν ...ἀνέβη ἀνὰ τὸ δένδρον...
1. τὰ πρόβατα τὰς βαλάνους ἐσθίει.bedwere wrote:Αἱ δὲ οἶες...φαγοῦσαι τὰς βαλάνους διέφθειραν τὴν ἐσθὴν αὐτοῦ.
2. τὰ πρόβατα τὸ ἱμάτιον ἐσθίει.
3. τὰ οὖν πρόβατα ἐσθίει καὶ τὰς βαλάνους καὶ τὸ ἱμάτιον.
3α. τὰ οὖν πρόβατα, ἐσθίοντα τὰς βαλάνους, συγκατέφαγον καὶ τὸ ἱμάτιον.
συγκατεσθίω --κατεσθίω μετά τινός. (Λ.Σ.Κ.)Chambry 1925, Aliter wrote:τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους συγκατέφαγον καὶ τὸ ἱμάτιον.
τὸ δεῖπνον ἐσθίων τὸ κυριακὸν καὶ τὴν τοῦ Ἰησοῦ σαρκὰ συγκατεσθίω.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· τιζ', τιη', τιθ'
Ποιμὴν <λύκον εἰς μάνδραν εἰσάγων> καὶ κύων
Ποιμήν τις εἰσῆγε λύκον μετὰ τῶν προβάτων εἰς περικεκλημένον τόπον. Ὁ δὲ κυὼν ἰδὼν ἐνουθέτησε αὐτόν.
Ἀνάγνωσις τοῦ τιζ' μύθου
Ποιμὴν παίζων
Ποιμήν τις εἰώθει παίζων καλεῖν τοὺς οἰκοῦντας τὴν κώμην εἰς βοηθείαν ὡς ἐπὶ προσίοντας λύκους. Ἤδη δὴ τῶν λύκων ἀληθῶς προσελθόντων οἱ μὲν κωμῆται οὐκ ἐπίστευσαν, τὰ δὲ πρόβατα ἀπώλετο.
Ἀνάγνωσις τοῦ τιη' μύθου
Πόλεμος καὶ Ὕβρις
Ἐν τοῖς γάμοις τῶν θεῶν, Πόλεμος ἔσχατος γενόμενος ἐδέξατο Ὕβριν. Πῶς γὰρ οὔ; Ἀκουόντων οὖν καὶ οἱ νῦν ἄνρθωποι. Πόλεμος γὰρ καὶ Ὕβρις ἀεὶ συγγίγνονται.
Ἀνάγνωσις τοῦ τιθ' μύθου
Ἡ βίβλος
Ποιμὴν <λύκον εἰς μάνδραν εἰσάγων> καὶ κύων
Ποιμήν τις εἰσῆγε λύκον μετὰ τῶν προβάτων εἰς περικεκλημένον τόπον. Ὁ δὲ κυὼν ἰδὼν ἐνουθέτησε αὐτόν.
Ἀνάγνωσις τοῦ τιζ' μύθου
Ποιμὴν παίζων
Ποιμήν τις εἰώθει παίζων καλεῖν τοὺς οἰκοῦντας τὴν κώμην εἰς βοηθείαν ὡς ἐπὶ προσίοντας λύκους. Ἤδη δὴ τῶν λύκων ἀληθῶς προσελθόντων οἱ μὲν κωμῆται οὐκ ἐπίστευσαν, τὰ δὲ πρόβατα ἀπώλετο.
Ἀνάγνωσις τοῦ τιη' μύθου
Πόλεμος καὶ Ὕβρις
Ἐν τοῖς γάμοις τῶν θεῶν, Πόλεμος ἔσχατος γενόμενος ἐδέξατο Ὕβριν. Πῶς γὰρ οὔ; Ἀκουόντων οὖν καὶ οἱ νῦν ἄνρθωποι. Πόλεμος γὰρ καὶ Ὕβρις ἀεὶ συγγίγνονται.
Ἀνάγνωσις τοῦ τιθ' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· τκ', τκα', τκβ'
Ποταμὸς καὶ βύρσα
Δέρμα ἐκ βοὸς ἐφέρετο ἐπὶ ποταμοῦ. Ὁ μὲν ἤρετο τί ὄνομα αὐτῷ εἴη. Τὸ δὲ ἀπεκρίνατο λέγον ὅτι στερεόν. Ὁ δὲ ποταμὸς ὑπολαβών· ἐγώ, ἔφη, μαλακόν σε ποιήσω.
Ἀνάγνωσις τοῦ τκ' μύθου
Πρόβατον κειρόμενον
Ὦ κείρων, ἔφη ἡ ὄϊς, οὕτως ἄτεχνος εἶ ὥστε οὐκ οἶδα πότερον βούλει τὸ κρέας μου ἢ τὸ ἔριόν μου.
Ἀνάγνωσις τοῦ τκα' μύθου
Προμηθεὺς καὶ ἄνθρωποι
Τοῦ Προμηθέως τοὺς ἀνθρώπους τε καὶ τὰ ἄλογα ζῷα ποιούντος, ὁ Ζεὺς ἴδων ταῦτα πλείω εἶναι ἐκείνων, ἐκέλευσε τὸν τιτᾶν ἀλλάξαι ἔνια θηρία εἰς ἀνθρώπους. Διόπερ οὗτοι οἱ ἄνθρωποι ἔσω ἄγριοί εἰσιν.
Ἀνάγνωσις τοῦ τκβ' μύθου

Μῦθοι Αἰσώπειοι· τκγ', τκδ', τκε'
Ῥόδον καὶ ἀμάραντον
Τὸ μὲν ἀμάραντον αἰσχρὸν ὂν ἐπῄνεσε τὸ τοῦ ῥόδου κάλλος. Τὸ δὲ ῥόδον ὀλιγόβιον ὂν ἐπῆρε τὴν τοῦ ἀμαράντου μακροβιότητα.
Ἀνάγνωσις τοῦ τκγ' μύθου
Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία καὶ βάτος
Ἔρις ἦν μετὰ τῆς ῥοιᾶς καὶ τῆς μηλέας καὶ τῆς ἐλαίας τίς διδοίη τοὺς ἀρίστους καρπούς. Ἡ δὲ βάτος καίπερ μηδένα καρπὸν διδοῦσα· μὴ ἐπιμένοι, ἔφη, αὕτη ἡ μεθ' ἡμῶν μάχη.
Ἀνάγνωσις τοῦ τκδ' μύθου
Σαλπιγκτής
Σαλπιγκτής τις ὑπὸ τῶν πολεμίων ἁλοὺς ἐδεήθη τοῦ φείσασθαι ὅτι οὐδένα αὐτῶν ἀποκτείναι. Οἱ δ' οὐ ἐπείσθησαν ὑπὸ αὐτοῦ, καίπερ οὐ μαχομένου, τοὺς ἄλλους εἰς μάχην παρακαλοῦντος.
Ἀνάγνωσις τοῦ τκε' μύθου

παραφύω -- Παθ: φύομαι πλησίον ἢ παραπλεύρως. (Λ.Σ.Κ.)Αἴσωπος wrote:Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη...
Αἴσωπος wrote:Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη· « Οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας. » Τὸ δὲ εἶπεν· « Ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον. »
περὶ Ἰησοῦ εὔκαιρος ὁ μῦθος. καλὸς γὰρ κατὰ σάρκα οὐκ ἦν, (ἀλλ' ἀγαθὸς κατὰ πάντα.) γέγραπται γάρ:bedwere wrote:Τὸ μὲν ἀμάραντον αἰσχρὸν ὂν ἐπῄνεσε τὸ τοῦ ῥόδου κάλλος. Τὸ δὲ ῥόδον ὀλιγόβιον ὂν ἐπῆρε τὴν τοῦ ἀμαράντου μακροβιότητα.
τὸν δ' Ἰησοῦν, μὴ καλὸν τῷ εἴδει ὄντα μηδὲ ὡραῖον τῇ ὄψει, ἐν νεκρῶν Θεὸς ἀνέστησεν. ζῇ οὖν εἰς τοὺς αἰῶνας.Ησ. 53:2: καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· τκϛ', τκζ', τκη'
Σπάλαξ <καὶ μήτηρ>
Ὁ υἱὸς τῆς σπάλακος, καίπερ τυφλὸς ὤν, εἶπε τῇ μητρὶ ὅτι βλέποι. Ἡ δὲ προσσχοῦσα αὐτῷ κόκκον λιβάνου, ἔφη· τί ἐστι τοῦτο; τοῦ υἱοῦ ἀποκριναμένου ὅτι λιθίδιον εἴη, ἡ μήτηρ ἔγνω τὸ τέκνον οὔτε δυνάμενον ὄν βλέπειν οὔτε ὀσφραίνεσθαι.
Ἀνάγνωσις τοῦ τκϛ' μύθου
Σῦς ἄγριος καὶ ἀλώπηξ
Ὗς ἄγριος τοὺς ὀδόντας ὀξεῖς ἐποιεῖτο. Ἀλώπεκι δ' ἐρομένῃ τὴν αἰτίαν, οὐδενὸς κινδύνου παρόντος, ὁ ὗς εἶπεν ὅτι οὐ ἀν εἴη αὐτῷ σχολὴ τοῦ ποιεῖν τοῦτο, εἰ κίνδυνος παρείη.
Ἀνάγνωσις τοῦ τκζ' μύθου
Σῦς <ἄγριος> καὶ ἵππος καὶ κυνηγέτης
Ὗς καὶ ἵππος ἐν τῷ αὐτῷ νέμῳ ἐτρέφοντο. Τοῦ ὑὸς ρὑπαροῦ καὶ ἀγρίου ὄντος, ὁ ἵππος ἐκάλεσε θηρευτὴν εἰς βοήθειαν ἐπ' αὐτόν. Ἀνάγκη δὲ ἦν τὸν ἱππὸν δέξασθαι τὸν χαλινὸν ἀπὸ τοῦ ἀνθρώπου. Ὁ μὲν θηρευτὴς ἐπιβὰς ἤλαυνε τὸν ἵππον ὥστε νικῆσαι τὸν ὗα. Ἐπεῖτα μὴν οὐκ ἠλευθέρωσεν αὐτόν.
Ἀνάγνωσις τοῦ τκη' μύθου
Ἡ βίβλος
Σπάλαξ <καὶ μήτηρ>
Ὁ υἱὸς τῆς σπάλακος, καίπερ τυφλὸς ὤν, εἶπε τῇ μητρὶ ὅτι βλέποι. Ἡ δὲ προσσχοῦσα αὐτῷ κόκκον λιβάνου, ἔφη· τί ἐστι τοῦτο; τοῦ υἱοῦ ἀποκριναμένου ὅτι λιθίδιον εἴη, ἡ μήτηρ ἔγνω τὸ τέκνον οὔτε δυνάμενον ὄν βλέπειν οὔτε ὀσφραίνεσθαι.
Ἀνάγνωσις τοῦ τκϛ' μύθου
Σῦς ἄγριος καὶ ἀλώπηξ
Ὗς ἄγριος τοὺς ὀδόντας ὀξεῖς ἐποιεῖτο. Ἀλώπεκι δ' ἐρομένῃ τὴν αἰτίαν, οὐδενὸς κινδύνου παρόντος, ὁ ὗς εἶπεν ὅτι οὐ ἀν εἴη αὐτῷ σχολὴ τοῦ ποιεῖν τοῦτο, εἰ κίνδυνος παρείη.
Ἀνάγνωσις τοῦ τκζ' μύθου
Σῦς <ἄγριος> καὶ ἵππος καὶ κυνηγέτης
Ὗς καὶ ἵππος ἐν τῷ αὐτῷ νέμῳ ἐτρέφοντο. Τοῦ ὑὸς ρὑπαροῦ καὶ ἀγρίου ὄντος, ὁ ἵππος ἐκάλεσε θηρευτὴν εἰς βοήθειαν ἐπ' αὐτόν. Ἀνάγκη δὲ ἦν τὸν ἱππὸν δέξασθαι τὸν χαλινὸν ἀπὸ τοῦ ἀνθρώπου. Ὁ μὲν θηρευτὴς ἐπιβὰς ἤλαυνε τὸν ἵππον ὥστε νικῆσαι τὸν ὗα. Ἐπεῖτα μὴν οὐκ ἠλευθέρωσεν αὐτόν.
Ἀνάγνωσις τοῦ τκη' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
- bedwere
- Global Moderator
- Posts: 5110
- Joined: Fri Mar 07, 2008 10:23 pm
- Location: Didacopoli in California
- Contact:
Re: Μῦθοι Αἰσώπειοι
Μῦθοι Αἰσώπειοι· τκθ', τλ', τλα'
Σῦς καὶ κύων <ἀλλήλαις λοιδορούμεναι>
Ἔρις ἦν μετὰ ὑὸς καὶ κύνος. Ἡ μὲν ὑς ὅρκος κατὰ Ἀφροδίτης ἐποίησεν ἀπολεῖν τὴν κύνα. Ἡ δὲ κύων καταγελᾶσα αὐτῆς εἶπεν οὐκ ἐξεῖναι τοὶς τὰ ὑϊκὰ φαγοῦσι τὸν τῆς θεοῦ ναὸν εἰσιέναι ὡς ἀκαθάρτοις οὖσιν. Ἀλλὰ ὦ κακὴ κεφαλή, ἔφη ἡ ὗς, διὰ τόδε ἡ θεὸς φιλεῖ με ὅτι ἐκ τοῦ ἱεροῦ ἐκβάλλει τοὺς μισοῦντάς με.
Ἀνάγνωσις τοῦ τκθ' μύθου
Σφῆκες καὶ πέρδικες καὶ γεωργός
Σφῆκες καὶ πέρδικες διψῶντες ἦλθον παρὰ γεωργὸν ἵνα ὕδωρ αἰτήσαιεν. Ἀντὶ γὰρ τούτου οἱ μὲν σφῆκες φυλάξονται τὸν ἀμπελῶνα αὐτοῦ οἱ δὲ πέρδικες σκάψουσι τὸν ἀγρόν. Ἀλλὰ ὁ γεωργὸς εἵλετο τὸ ὕδωρ τοῖς βουσίν.
Ἀνάγνωσις τοῦ τλ' μύθου
Σφὴξ καὶ ὄφις
Ὄφις τις οὕτως ἤλγει διὰ σφῆκος κεντοῦντος τὴν κεφαλὴν ὥστε θεὶς αὐτὴν ὑπὸ τροχοῦ ἁμάξης σὺν τῷ ἐχθρῷ ἀπέθανεν.
Ἀνάγνωσις τοῦ τλα' μύθου
Ἡ βίβλος
Σῦς καὶ κύων <ἀλλήλαις λοιδορούμεναι>
Ἔρις ἦν μετὰ ὑὸς καὶ κύνος. Ἡ μὲν ὑς ὅρκος κατὰ Ἀφροδίτης ἐποίησεν ἀπολεῖν τὴν κύνα. Ἡ δὲ κύων καταγελᾶσα αὐτῆς εἶπεν οὐκ ἐξεῖναι τοὶς τὰ ὑϊκὰ φαγοῦσι τὸν τῆς θεοῦ ναὸν εἰσιέναι ὡς ἀκαθάρτοις οὖσιν. Ἀλλὰ ὦ κακὴ κεφαλή, ἔφη ἡ ὗς, διὰ τόδε ἡ θεὸς φιλεῖ με ὅτι ἐκ τοῦ ἱεροῦ ἐκβάλλει τοὺς μισοῦντάς με.
Ἀνάγνωσις τοῦ τκθ' μύθου
Σφῆκες καὶ πέρδικες καὶ γεωργός
Σφῆκες καὶ πέρδικες διψῶντες ἦλθον παρὰ γεωργὸν ἵνα ὕδωρ αἰτήσαιεν. Ἀντὶ γὰρ τούτου οἱ μὲν σφῆκες φυλάξονται τὸν ἀμπελῶνα αὐτοῦ οἱ δὲ πέρδικες σκάψουσι τὸν ἀγρόν. Ἀλλὰ ὁ γεωργὸς εἵλετο τὸ ὕδωρ τοῖς βουσίν.
Ἀνάγνωσις τοῦ τλ' μύθου
Σφὴξ καὶ ὄφις
Ὄφις τις οὕτως ἤλγει διὰ σφῆκος κεντοῦντος τὴν κεφαλὴν ὥστε θεὶς αὐτὴν ὑπὸ τροχοῦ ἁμάξης σὺν τῷ ἐχθρῷ ἀπέθανεν.
Ἀνάγνωσις τοῦ τλα' μύθου
Ἡ βίβλος
Corrections are welcome (especially for projects).
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
Blogger Profile My library at the Internet Archive
Meae editiones librorum. Αἱ ἐμαὶ ἐκδόσεις βίβλων.
-
- Textkit Zealot
- Posts: 4815
- Joined: Fri Oct 18, 2013 2:34 am
Re: Μῦθοι Αἰσώπειοι
You mean θήκας? But shd be θείς.
επι: υπο?
Why not απέθανεν?
επι: υπο?
Why not απέθανεν?