Textkit Logo

Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Moderator: annis

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Mon Jun 12, 2017 9:12 pm

bedwere wrote:Οἱ πάλαι ἰκτῖνοι φωνὴν καλὴν εἶχον. Ἀκούσαντες δὲ τὴν τῶν ἵππων ἐπεχείρουν μιμεῖσθαι ὥστε μὴ δυνάμενοι χρεμετίζειν ἀπώλεσαν καὶ τὴν ἑαυτῶν φωνήν.

Αἴσωπος wrote:Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τὴν πρώτην.

πρὸς τὸν Μᾶρκον οὗτος ὁ μῦθος εὔκαιρός ἐστιν. θέλων γὰρ πολλάκις Ἑλληνιστὶ γράφειν, κακῶς ταύτην τὴν γλῶσσαν γράφω. νῦν δὲ πολλὰς ἁμαρτίας ποιῶ ὅταν γράφω Βρεττανικῇ! οἴμοι!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Tue Jun 13, 2017 12:28 am

Πάντες ἐσμὲν ἁμαρτωλοί, ὦ φίλε. Τὸ γὰρ ἁμαρτάνειν ἀνθρώπινόν τί ἐστιν.
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Wed Jun 14, 2017 3:55 am

ἰδοῦ αἱ παραφάσεις:
Αἴσωπος, ρμβ' wrote:Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν...

Chambry 1925 Aliter wrote:παυσαμένου δὲ τοῦ πολέμου...

bedwere wrote:Ὁτε δ' εἰρήνη ὑπῆρχεν...

ἐν δὲ τῷ τῆς εἰρήνης καιρῷ...

καταπαύω-- ...3 τὸ ἐνεργ (ἐστι) ὡσαύτως τὸ μέσ., παύω ἐμαυτόν.
bedwere wrote:Πάντες ἐσμὲν ἁμαρτωλοί, ὦ φίλε. Τὸ γὰρ ἁμαρτάνειν ἀνθρώπινόν τί ἐστιν.

παρὰ δὲ Θεοῦ τὸ ἔλεος ἐστίν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 16, 2017 3:18 pm

Μῦθοι Αἰσώπειοι· ρπζ', ρπη', ρπθ'

Κύων <λέοντα διώκων> καὶ ἀλώπηξ

Image

Κύων θηρευτικὸς ἐδίωκε λέοντα. Ἐπειδὴ ὁ λέων ἐπιστραφεὶς ἐβρύχησατο, ὁ κύων ἔφυγεν. Ἀλώπηξ τις ταῦτα ἰδοῦσα κατεῖπεν αὐτοῦ τὴν δειλίαν.

Ἀνάγνωσις τοῦ ρπζ' μύθου

Κώνωψ καὶ λέων

Image

Κώνωψ τις οὐ φοβούμενος λέοντα καὶ μεγαλοφρονῶν ἐπῆλθεν αὐτῷ ἐν τῷ προσώπῳ. Ὁ δὲ οὐ δυνάμενος μὲν μάχεσθαι, τραυματίσας δὲ ἑαυτὸν τοῖς ὄνυξιν, ἡσσήθη. Ὁ οὖν κώνωψ ᾖσε περὶ τῆς νίκης. Ἀποπτάμενος δὲ καὶ πεσὼν εἰς δίκτυον ἀράχνης ἀπέθανεν. Μέγας μὲν ὁ λέων, ὃντινα ὁ κώνωψ ἐνίκησε, μικρὰ δὲ ἡ ἀράχνη, ἡ τὸν κώνωπα φαγοῦσα.

Ἀνάγνωσις τοῦ ρπη' μύθου

Κώνωψ καὶ ταῦρος


Image

Οὗτος ὁ κώνωψ ἀστεῖός ἐστιν. Μέλλων γὰρ ἀποπέτεσθαι ἀπὸ τοῦ κέρατος ταύρου τινός, ὅπου πολὺ χρόνον διέτριβεν, ἤρετο τὸν βοῦν πότερον δέοι ἀπελθεῖν. Ὁ δὲ ἀποκρινάμενος εἶπεν οὔτε τῆς ἀφίξεως αἰσθέσθαι οὔτε τῆς ἀποχωρήσεως αἰσθήσεσθαι.

Ἀνάγνωσις τοῦ ρπθ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sat Jun 17, 2017 11:45 pm

Αἴσωπος wrote:« Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας; »

βρυχηθμός -- ἀγρία φωνή (Λ.Σ.Κ.) στεναγμός, οἰμωγή (Φαβορίνο)
Αἴσωπος wrote:Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ᾿ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. »

bedwere wrote: Ὁ δὲ ἀποκρινάμενος εἶπεν οὔτε τῆς ἀφίξεως αἰσθέσθαι οὔτε τῆς ἀποχωρέσεως αἰσθήσεσθαι.

ὅτε μὲν ἔρχεταί τις, ἄφιξις ἔστιν. ὅτε δ' ἀπέρχεταί τις, ἀποχώρισις (ἢ ἀποχώρησις) ἔστιν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Jun 18, 2017 12:32 am

Χάριν ἔχω σοι, ὦ φίλε, εὑρόντι ἓν τῶν σφαλμάτων μου.
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 23, 2017 11:17 am

Μῦθοι Αἰσώπειοι· ρϙ', ρϙα', ρϙβ'

Λαγωοὶ καὶ ἀλώπεκες

Image

Οἱ λαγωοὶ πολεμοῦντες τοῖς ἀετοῖς ᾔτησαν τὰς ἀλώπεκας συμμάχους γενέσθαι ἐπ' αὐτούς. Αἱ δὲ ἀλώπεκες οὐκ εὐμενῶς ἔχουσαι πρὸς τοὺς λαγωοὺς ἠρνήσαντο.

Ἀνάγνωσις τοῦ ρϙ' μύθου

Λαγωοὶ καὶ βάτραχοι


Image

Οἱ λαγωοὶ δοκοῦντες ταλαίπωροι εἶναι ἐβουλεύσαντο αὐτοχειρὶ ἀποθανεῖν ὡς εἰς λίμνην πηδησόμενοι. Οἱ δὲ βάτραχοι ἰδόντες τοσούτους λαγωοὺς εἰς τὴν λίμνην ἔσπευσαν. Εἷς δὲ τῶν λαγωῶν φρονιμώτερος ὢν εἶπεν ὅτι δέοι στῆναι. Ἄλλους γὰρ εἶναι ταλαιπωροτέρους τῶν λαγωῶν.

Ἀνάγνωσις τοῦ ρϙα' μύθου

Λαγωὸς καὶ ἀλώπηξ

Image

Λαγωός τις βουλόμενος εἰδέναι πότερον ἡ ἀλώπηξ ὄντως κερδαλέα εἴη, εἰς δεῖπνον κληθείς, ἔμαθεν αὐτὸς ὢν τῇ ἀλώπεκι δεῖπνον.

Ἀνάγνωσις τοῦ ρϙβ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Fri Jun 23, 2017 8:56 pm

ρπη. Κώνωψ καὶ λέων.
“μὴ φοβούμενος”·
ακριβεστερον “οὐ”, των νεωτερων δ’ επι των τοιουτων πολλακις το “μή”. ὁμοιως δε και εν τοις ἑξης επι του “μη δυναμενος”.

“Ὁ μὲν μὴ δυνάμενος μάχεσθαι, τραυματίσας δὲ ἑαυτὸν τοῖς ὄνυξιν, ἡσσήθη”·
“Ὁ μὲν” κακως. αλλὰ γαρ θελεις “ο δε (λεων) μη μεν δυναμενος …” ητοι “ο δε (λεων) μη δυναμενος μεν …”. ο λεων γαρ απο κοινου.

Λαγωοὶ καὶ ἀλώπεκες.
“Οἱ λαγωοὶ ᾔτησαν τοὺς ἀετοὺς συμμαχοὺς γένεσθαι ἐπὶ τὰς ἀλώπεκας. Οἱ δὲ ἀετοὶ εἰδότες τοὺς λαγωούς τε καὶ τὰς ἀλώπεκας ἠρνήσαντο.”
ουκ ορθως δοκεις μοι ω φιλε τουτον τον μυθον κατειληφεναι. ου γαρ ο νους μαλλον εστι τοιοσδε; “λαγωοὶ (πολεμουντες αετοις) ᾔτησαν ἀλώπεκας συμμαχους γενεσθαι επι τους αετους. αἱ δὲ (αλωπεκες) (ουκ ευμενως εχουσαι προς τους λαγωους) ἠρνήσαντο.”
(και διορθωτεοι οι τονοι του “συμμαχους γενεσθαι”)

Λαγωοὶ καὶ βάτραχοι.
ἀποθάνειν· ἀποθανεῖν.

“… εἶπεν ὅτι δέοι στῆναι. Ἄλλοι γὰρ εἴησαν ταλαιπωρότεροι τῶν λαγωῶν.”
βελτιον αν ειη “... Αλλους γαρ ειναι ταλ.-ους”.

Λαγωὸς καὶ ἀλώπηξ.
προς το την αλωπεκα και την κερδὼ καλεισθαι.

“Λαγωός τις βουλόμενος εἰδέναι πότερον ἡ ἀλώπηξ ὄντως κερδαλέα εἴη, εἰς δεῖπνον κληθείς, παρέσχεν ἑαυτὸν δεῖπνον αὐτῇ”·
“παρέσχεν ἑαυτὸν” κακως· ου γαρ ἑκων. βελτιον ουν “εμαθεν αυτος ων τη αλωπεκι δειπνον.”

ευτύχει
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jun 24, 2017 2:33 pm

Χαῖρε, ὦ βέλτιστε Μιχαήλ. Ἀσπάζομαί σε ἐν τῇ Νεαπόλει ὢν καὶ πολλὴν χάριν δίδωμί σοι.
Ὑγιαίνει.

Ὁ δὲ οὐ δυνάμενος μὲν μάχεσθαι, τραυματίσας δὲ ἑαυτὸν τοῖς ὄνυξιν, ἡσσήθη.

Οἱ λαγωοὶ πολεμοῦντες τοῖς ἀετοῖς ᾔτησαν τὰς ἀλώπεκας συμμάχους γενέσθαι ἐπ' αὐτούς. Αἱ δὲ ἀλώπεκες οὐκ εὐμενῶς ἔχουσαι πρὸς τοὺς λαγωοὺς ἠρνήσαντο.

ἀποθανεῖν

Ἄλλους γὰρ εἶναι ταλαιπωροτέρους τῶν λαγωῶν

ἔμαθεν αὐτὸς ὢν τῇ ἀλώπεκι δεῖπνον.
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Sat Jun 24, 2017 5:05 pm

χαιρε και συ ω φιλε. περυσι καγω εν τη Νεαπολει ετυγχανον ων, και ταυτα μαλ’ηδεως.

εδει σε γραψαι “γενέσθαι επ’αυτούς” και “ευμενῶς”

υγίαινε
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jun 24, 2017 7:21 pm

Πάλιν ἔχω χάριν σοι, ὦ Μιχαήλ. Αὔριον δ' ἐπιβήσομαι τὴν ναῦν τὴν πρὸς τὸν Πάνορμον.
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Sat Jun 24, 2017 8:47 pm

Bedwere,
When you retroactively make changes to your posts with no indication that you’ve done so (not even an automatic "Edited") it makes nonsense of mine. I don’t greatly mind, but as a matter of general principle I do query this exercise of a moderator’s power. I suppose I should be grateful you don't change mine. :)

Have a good trip to Palermo, where I’ve been only once (thanks to a diverted plane). I’ve spent more time on the east of the island, and have an old friend in Vittoria, born and bred there.

Michael
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby jeidsath » Sat Jun 24, 2017 9:26 pm

I wouldn't mind having the normal editted message on my posts, actually, but it seems to go away as a moderator.

Imagine how maddening the critical editions of forum posts will be in a thousand years.
User avatar
jeidsath
Global Moderator
Global Moderator
 
Posts: 1735
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun Jun 25, 2017 6:31 pm

Αἴσωπος wrote:Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφησαν· « Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. »

ὁ μῦθος εὔκαιρός ἐστιν πρὸς τοὺς θέλοντας ἡμᾶς γενέσθαι συμμάχους τῇ Οὐκρανίᾳ ἐπὶ τὴν Ῥωσσίαν.
bedwere wrote:Λαγωός τις βουλόμενος εἰδέναι πότερον ἡ ἀλώπηξ ὄντως κερδαλέα εἴη, εἰς δεῖπνον κληθείς, ἔμαθεν αὐτὸς ὢν τῇ ἀλώπεκι δεῖπνον.

ὁ λόγος δηλοῖ ὅτι παθήματα μαθήματα γίγνεται.
bedwere wrote: Αὔριον δ' ἐπιβήσομαι τὴν ναῦν τὴν πρὸς τὸν Πάνορμον.

δήσει οὖν σε τὸ ναῦλον διδόναι.
ΙΩΝΑΣ 1:3: καὶ ἀνέστη Ιωνας τοῦ φυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ’ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου.

πολλὰ χαίρων ἴθι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Tue Jun 27, 2017 9:15 am

Hi Michael,

I'll make sure from now on to leave a record of my editing. Thank you for all your help! I'd better go back to the meeting,

Cheers!


mwh wrote:Bedwere,
When you retroactively make changes to your posts with no indication that you’ve done so (not even an automatic "Edited") it makes nonsense of mine. I don’t greatly mind, but as a matter of general principle I do query this exercise of a moderator’s power. I suppose I should be grateful you don't change mine. :)

Have a good trip to Palermo, where I’ve been only once (thanks to a diverted plane). I’ve spent more time on the east of the island, and have an old friend in Vittoria, born and bred there.

Michael
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jun 30, 2017 6:42 am

Μῦθοι Αἰσώπειοι· ρϙγ', ρϙδ', ρϙε'

Λάρος καὶ ἰκτῖνος

Image

Λάρος οὐ δυνάμενος μείζονα ἰχθὺν καταφαγεῖν ἀπέθανεν. Ἰκτῖνος δὲ θεασάμενος εἶπεν ὅτι τοῦτο ἐπιπρέποι τῷ μὲν πετομένῳ τρεφομένῳ δὲ ἐπὶ τῆς θαλάσσης.

Ἀνάγνωσις τοῦ ρϙγ' μύθου

Λέαινα καὶ ἀλώπηξ

Image

Ὦ ἀλώπηξ, ἔφη ἡ λέαινα, ἓν μὲν τέκνον τίκτω, λέοντα δ' ὄν.

Ἀνάγνωσις τοῦ ρϙδ' μύθου

Λέοντος βασιλεία

Image

Ἐν τῇ τοῦ ἀγαθοῦ λέοντος βασιλείᾳ εἰρήνη καὶ δικαιοσύνη ἦσαν. Ἔδει γὰρ τὰ ζῷα ἀθροισθῆναι ἵνα τὰ βίαια δίκην δοίη τοῖς εὐτελέσιν. Διόπερ ἐχάρη ὁ πτώξ, τοῦτ' ἔστι λαγωός.

Ἀνάγνωσις τοῦ ρϙε' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Tue Jul 04, 2017 6:01 pm

τῷ Ῥοβέρτῷ Μᾶρκος χαίρειν πλεῖστα.
Αἴσωπος wrote:Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. »

bedwere wrote:Image
Ὦ ἀλώπηξ, ἔφη ἡ λέαινα, ἓν μὲν τέκνον τίκτω, λέοντα δ' ὄν.

ὁ μῦθος δηλοῖ ὅτι ὁμοῖος λεαίνᾳ Θεός ἐστιν. υἱοὺς γὰρ πολλοὺς ἔχει ὁ μὲν Διάβολος. ὁ δὲ Θεὸς μόνον ἕνα υἱὸν ἐγέννησε, ἀλλὰ τὸν Ἰησοῦν!

εὐτύχει ἐν ὀνόματι Χριστοῦ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Tue Jul 04, 2017 6:57 pm

Χαῖρε, ὦ φίλτατε Μᾶρκε. Καλῶς δὲ λέγεις. Γέγραπται γάρ·

Ἀπο 5,5

ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα

Ἀσπάζομαί σε ἐν τῇ Ματέρᾳ ὤν.

Ἔρρωσο
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 07, 2017 3:24 pm

Μῦθοι Αἰσώπειοι· ρϙϛ', ρϙζ', ρϙη'

Λέων <γηράσας> καὶ ἀλώπηξ

Image

Παλαιὸς λέων τις, οὐχ οἷός τ' ὢν θηρεύειν, παρεκάλει τὰ ζῷα εἰσελθεῖν εἰς τὸ σπήλαιον αὐτοῦ λέγων ὅτι ἀσθενὴς εἴη, ὡς ἐδόμενος αὐτά. Ἡ δ' ἀλώπηξ ἰδοῦσα τὰ ἴχνη μόνον εἰσερχόμενα οὖσα, οὐκ ἐπείσθη τῷ λέοντι.

Ἀνάγνωσις τοῦ ρϙϛ' μύθου

Λέων <ἐγκλεισθεὶς> καὶ γεωργός

Image

Ἡ τοῦ γεωργοῦ γύνη εἶπε τῷ ἀνδρὶ τῷ κλείσαντι λέοντα ἐν τῇ αὐλῇ ὅπου οὗτος τὰ πρόβατα ἀπέκτεινεν ὅτι τοῦτο δικαίως γένοιτο αὐτῷ. Δέοι γὰρ τὸν γεωργὸν φυγεῖν τὸν λέοντα, μηδὲ κλεῖσαι.

Ἀνάγνωσις τοῦ ρϙζ' μύθου

Λέων <ἐρασθεὶς> καὶ γεωργός

Image

Λέων τις ἤρατο τῆς θυγατρὸς τοῦ γεωργοῦ. Ὁ οὖν γεωργὸς φοβούμενος μὲν αὐτόν, οὐδὲ βουλόμενος τὴν θυγατέρα δοῦναι τῷ θηρίῳ, ἔπεισε τὸν λέοντα ἀποστερεῖσθαι τῶν τε ὀδόντων καὶ τῶν ὀνύχων ἵνα ἄξιος γένοιτο τῆς κόρης. Τούτων δὲ γενομένων, ὁ γεωργὸς θαρσήσας βίᾳ ἐξέβαλε τὸν λέοντα.

Ἀνάγνωσις τοῦ ρϙη' μύθου


Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Tue Jul 11, 2017 8:36 pm

Αἴσωπος wrote:Λέων...μὴ δυνάμενος...ἑαυτῷ τροφὴν πορίζειν...

ἰδοῦ, αἱ παραφράσεις...
Chambry 1925, Aliter wrote:Λέων...μὴ δυνάμενος διαρκέσαι αὑτῷ εἰς τροφὴν...

Chambry 1925, Aliter wrote:Λέων...μὴ δυνάμενος θηρᾶν καὶ ἑαυτὸν διατρέφειν...

Chambry 1925, Aliter wrote:Λέων...μὴ δυνάμενος αὑτῷ...ἀρκέσαι τροφὴν ἰδίαν...

Chambry 1925, Aliter wrote:Λέων...κυνηγεῖν οὐκ ἠδύνατο..

Chambry 1925, Aliter wrote:Λέων...τροφῆς ἀπορῶν..

bedwere wrote:...λέων τις, οὐχ οἷός τ' ὢν θηρεύειν...


Αἴσωπος wrote:«...ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός. »

πρὸς τοὺς ἐν τῷ ᾅδῃ εὔκαιρος ὁ λόγος. εἰς γὰρ τοῦτον τὸν τόπον πολλοὶ εἰσέρχονται. ἐκεῖθεν δ' ἐξελεύσεται οὐδείς.

bedwere wrote:Λέων τις ἤρατο τῆς θυγατρὸς τοῦ γεωργοῦ. Ὁ οὖν γεωργὸς φοβούμενος μὲν αὐτόν, οὐδὲ βουλόμενος τὴν θυγατέρα δοῦναι τῷ θηρίῳ, ἔπεισε τὸν λέοντα ἀποστερεῖσθαι τῶν τε ὀδόντων καὶ τῶν ὀνύχων ἵνα ἄξιος γένοιτο τῆς κόρης. Τούτων δὲ γενομένων, ὁ γεωργὸς θαρσήσας βίᾳ ἐξέβαλε τὸν λέοντα.

δηλοῖ ὁ μῦθος ὅτι οὐκ δεῖ τὸν Χριστιανὸν τὴν ἀπίστην γαμήσαι. γέγραπται γάρ:
Κορ. Β. 6:14: Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;

bedwere wrote:Χαῖρε, ὦ φίλτατε Μᾶρκε...Ἀσπάζομαί σε ἐν τῇ Ματέρᾳ ὤν.

κἀγώ σε ἀσπάζομαι ἐν τῇ μητρὶ τοῦ Θεοῦ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Tue Jul 11, 2017 9:45 pm

You know Ben-Hur was shot in Matera (as so many movies have been)? I was there earlier this year.
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Wed Jul 12, 2017 4:23 am

mwh wrote:You know Ben-Hur was shot in Matera (as so many movies have been)? I was there earlier this year.

Hi Michael,

Which Ben-Hur? The one with Charlton Heston? Anyway, it's an out-of-time place. Greetings from Bologna Airport, heading to Lexington, where there is ἡ ἑλληνικὴ σύνοδος

Χαῖρε καὶ σύ, Μᾶρκε.
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 14, 2017 12:13 pm

Μῦθοι Αἰσώπειοι· ρϙθ'

Λέων καὶ ἀλώπηξ καὶ ἔλαφος

Image

Λέων τις, βασιλεύων μὲν νοσῶν δέ, ἐκέλευσεν ἀλώπεκα ἄγειν μεγίστην ἔλαφον παρὰ σὲ ἵνα καταφάγοι αὐτήν. Ἡ οὖν ἀλώπηξ, κερδλέα οὖσα καὶ προσελθοῦσα παρὰ τῇ ἐλάφῳ, χαῖρε, ἐφη, ὁ λέων ἀποθνῄσκων εἵλετό σε ὡς μέλλουσαν βασιλίσσαν. Ὀ μὲν γὰρ σῦς οὐκ ἔχει γνώμην, ἡ δ' ἄρκτος βραδεῖά ἐστιν, ἡ δὲ πάρδαλις θυμεῖται, ἡ δὲ τίγρις πλανᾶται. Ἡ μὲν οὖν ἔλαφος πεπεισμένη εἰσῆλθεν εἰς τὸ τοῦ λέοντος σπήλαιον. Ὁ δὲ οὐ δυνάμενος ἀποκτεῖναι αὐτὴν μόνον τὰ ὦτα αὐτῆς ἀπέτεμεν πρὶν αὐτὴ ἀποφύγοι. Καὶ ὁ λέων ὀργισθεὶς πάλιν ἀπέστειλε τὴν ἀλώπεκα πρὸς τὴν ἔλαφον ὡς ἀπατήσουσα αὐτήν. Ἡ δὲ ἀλώπηξ πάλιν ἀπελθοῦσα καὶ ποιμένι τινὶ ἀπαντήσασα ἤρετο αὐτὸν εἰ ἔλαφον αἷμα περὶ τὰ ὦτα ἔχουσαν ἴδοι. Ὁ δὲ ἀπεκρίνατο δεικνὺς τὰ δένδρα. Ἐκεῖ γὰρ ἦν ἡ ἔλαφος θεραπευομένη. Ἡ μὲν ἰδοῦσα τὴν ἀλώπεκα πολὺ ἐλοιδόρησε αὐτήν. Ἡ δὲ ἀλώπηξ δὶς ψευδομένη εἶπεν ὅτι λέων βούλοιτο κρύφιά τινα εἰς τὰ ὦτα λέγειν αὐτήν. Καὶ τὸν λέοντα, ἀποφυγούσης τῆς ἐλάφου, δώσειν τὴν βασιλείαν τῷ λύκῳ καίπερ κακίστῳ ὄντι. Δεῖν οὖν τὴν ἔλαφον ἐπιστραφῆναι παρὰ τὸν λέοντα. Τέλος δὲ ἡ ἔλαφος πεπεισμένη ἐπανῆλθεν εἰς τὸ σπήλαιον, ὅπου ὁ λέων δικαίως διέσπασεν αὐτήν. Τὴν δὲ τῆς ἐλάφου καρδίαν πεσοῦσαν ἔλαβεν ἡ ἄλωπηξ. Καὶ τῷ λέοντι ἐρομένῳ ὅπου ἡ κάρδια αὐτῆς εἴη ἀπεκρίνατο λέγουσα ὅτι τοιοῦτον ζῷον οὐκ ἔχει οὐδεμίαν ὡς μωρότατον ὄν. Ὁ γὰρ νοῦς κατὰ τοὺς πάλαι ἐν τῇ καρδίᾳ ἐστίν.


Ἀνάγνωσις τοῦ ρϙθ' μύθου


Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Tue Jul 18, 2017 3:38 pm

Μᾶρκος ὁ ἐν Κολοράδῳ τῷ Βεδωερε τῷ νῦν ἐν Κενουκίᾳ, χαίρειν ἐν Χριστῷ.

μακρὸς οὖτος ὁ μῦθος καὶ καλός. καλὴ δ' ἡ παράφρασίς σου. ἐν δὲ τοῖς συνωνύμοις ἥδομαι.
Αἴσωπος wrote:σῦς μέν ἐστιν ἀγνώμων...

bedwere wrote:Ὀ μὲν γὰρ σῦς οὐκ ἔχει γνώμην...


Αἴσωπος wrote:ἄρκτος δὲ νωθρός...

bedwere wrote:ἡ δ' ἄρκτος βραδεῖά ἐστιν...


Αἴσωπος wrote:πάρδαλις δὲ θυμώδης...

bedwere wrote:ἡ δὲ πάρδαλις θυμεῖται...


Αἴσωπος wrote:...ἔλαφον ᾑμαγμένην...

bedwere wrote:...ἔλαφον αἷμα περὶ τὰ ὦτα ἔχουσαν...


Αἴσωπος wrote:Εὗρε δὲ αὐτὴν καταψυχομένην.

bedwere wrote:Ἐκεῖ γὰρ ἦν ἡ ἔλαφος θεραπευομένη.

ὠφέλιμον ἐμοὶ τοῦτό ἐστιν. σοὶ γάρ εὐχαριστῶ.
Αἴσωπος wrote:« Ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰδὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποιεῖ βασιλεῖς καὶ ἐρέθιζε. »

λόγον καινὸν ἄρτι νῦν ἔμαθον.

ἀλωπεκίζω -- μιμοῦμαι τὴν ἀλὼπεκα, (εἰμι) πανοῦργος, δόλιος. (Λ.Σ.Κ.)
ἀλωπεκίζειν -- ἀπατᾶν, πανουργεῖν, κολακεύειν. (Φαβορίνος.)

πρὸς δὲ τὸν Διάβολον ὁ λόγος εὔκαιρος. ἀλωπεκίζει γὰρ οὗτος καὶ τὸν Ἰησοῦν ἀνθρώπινον βασιλέα ἐπείρᾳ ποιῆσαι. πρὸς δὲ τὸν Διάβολον δεῖ λέγειν ἃ ἡ ἔλαφος καλῶς εἶπε
Chambry 1925, Aliter wrote:«Μηδαμῶς πλησιάσῃς μοι. ἄλλους ποιεῖ βασιλεῖς, καὶ προσάγαγε λέοντι. ἔγνων γάρ σου τὰ πανουργεύματα.»

γέγραπται γάρ:
2 Κορ. 2:11: ...ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.

ἔρρωσο.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Wed Jul 19, 2017 2:23 am

« Ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰδὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποιεῖ βασιλεῖς καὶ ἐρέθιζε. »

εἰδὲ —> εἰ δὲ
ποιεῖ —> ποίει
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am


Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Wed Jul 19, 2017 6:47 pm

But the linked text (Chambry) has ποιεῖ. A mistake in the Budé, or what?

----

Markos quoted chunks of “Aesop” (i.e. Chambry’s text, linked by bedwere as Ἡ βίβλος): σῦς μέν ἐστιν ἀγνώμων; ἄρκτος δὲ νωθρός; and πάρδαλις δὲ θυμώδης. These are chunks of verse, choliambic verse:
x—u—x σῦς μέν ἐστιν ἀγνώμων,
ἄρκτος δὲ νωθρός, πάρδαλις δὲ θυμώδης.
This suggests that the semi-prosified version printed by Chambry has a choliambic version underlying it.

And here it is (“Babrius” 95):
Λέων νοσήσας ἐν φάραγγι πετραίῃ
ἔκειτο νωθρὰ γυῖα γῆς ἐφαπλώσας,
φίλην δ' ἀλώπεκ' εἶχεν ᾗ προσωμίλει.
ταύτῃ ποτ' εἶπεν "εἰ θέλεις με σὺ ζώειν --
πεινῶ γὰρ ἐλάφου τῆς ὑπ' ἀγρίαις πεύκαις
κεῖνον τὸν ὑλήεντα δρυμὸν οἰκούσης,
καὶ νῦν διώκειν ἔλαφον οὐκέτ' ἰσχύω --
σὺ δ' ἢν θελήσῃς, χεῖρας εἰς ἐμὰς ἥξει
λόγοισι θηρευθεῖσα σοῖς μελιγλώσσοις."
ἀπῆλθε κερδώ, τὴν δ' ὑπ' ἀγρίαις ὕλαις
σκιρτῶσαν εὗρε μαλθακῆς ὑπὲρ ποίης.
προσέκυσε δ' αὐτὴν πρῶτον, εἶτα καὶ χαίρειν
προσεῖπε, χρηστῶν τ' ἄγγελος λόγων ἥκειν.
"ὁ λέων" ἔφασκεν, "οἶδας, ἔστι μοι γείτων,
ἔχει δὲ φαύλως, κἀγγύς ἐστι τοῦ θνῄσκειν.
τίς οὖν μετ' αὐτὸν θηρίων τυραννήσει
διεσκοπεῖτο· σῦς μέν ἐστιν ἀγνώμων,
ἄρκτος δὲ νωθής, πάρδαλις δὲ θυμώδης,
τίγρις δ' ἀλαζὼν καὶ τὸ πᾶν ἐρημαίη.
ἔλαφον τυραννεῖν ἀξιωτάτην κρίνει·
γαύρη μὲν εἶδος, πολλὰ δ' εἰς ἔτη ζώει,
κέρας δὲ φοβερὸν πᾶσιν ἑρπετοῖς φύει,
δένδροις ὅμοιον, κοὐχ ὁποῖα τῶν ταύρων.
τίσοι λέγω τὰ πολλά; πλὴν ἐκυρώθης,
μέλλεις τ' ἀνάσσειν θηρίων ὀρειφοίτων.
τότ' οὖν γένοιτο τῆς ἀλώπεκος μνήμη,
δέσποινα, τῆς σοι τοῦτο πρῶτον εἰπούσης.
ταῦτ' ἦλθον. ἀλλὰ χαῖρε, φιλτάτη. σπεύδω
πρὸς τὸν λέοντα, μὴ πάλιν με ζητήσῃ --
χρῆται γὰρ ἡμῖν εἰς ἅπαντα συμβούλοις --
δοκῶ δὲ καὶ σέ, τέκνον, εἴ τι τῆς γραίης
κεφαλῆς ἀκούεις· ἔπρεπέ σοι παρεδρεύειν
ἐλθοῦσαν αὐτῷ καὶ πονοῦντα θαρσύνειν.
τὰ μικρὰ πείθει ποὺς ἐν ἐσχάταις ὥραις,
ψυχαὶ δ' ἐν ὀφθαλμοῖσι τῶν τελευτώντων."
ὥς εἶπε κερδώ. τῆς δ' ὁ νοῦς ἐχαυνώθη
λόγοισι ποιητοῖσιν, ἦλθε δ' εἰς κοίλην
σπήλυγγα θηρός, καὶ τὸ μέλλον οὐκ ᾔδει.
λέων δ' ἀπ' εὐνῆς ἀσκόπως ἐφορμήσας
ὄνυξιν οὔατ' ἐσπάραξεν ἀκραίοις,
σπουδῇ διωχθείς· τὴν δὲ φύζα δειλαίην
θύρης κατιθὺς ἦγεν εἰς μέσας ὕλας.
κερδὼ δὲ χεῖρας ἐπεκρότησεν ἀλλήλαις,
ἐπεὶ πόνος μάταιος ἐξανηλώθη.
κἀκεῖνος ἐστέναξε τὸ στόμα βρύχων
-- ὁμοῦ γὰρ αὐτὸν λιμὸς εἶχε καὶ λύπη --,
πάλιν δὲ κερδὼ καθικέτευε φωνήσας
ἄλλον τιν' εὑρεῖν δεύτερον δόλον θήρης.
ἡ δ' εἶπε κινήσασα βυσσόθεν γνώμην·
"χαλεπὸν κελεύεις. ἀλλ' ὅμως ὑπουργήσω."
καὶ δὴ κατ' ἴχνος ὡς σοφὴ κύων ᾔει,
πλέκουσα τέχνας καὶ πανουργίας πάσας,
ἀεὶ δ' ἕκαστον ποιμένων ἐπηρώτα
μή πού τις ἔλαφος ᾑματωμένη φεύγει.
τὴν δ' ὥς τις εἶδε, δεικνύων ἂν ὡδήγει,
ἕως ποθ' εὗρεν ἐν κατασκίῳ χώρῳ
δρόμων ἀναψυχουσαν. ἡ δ' Ἀναιδείης
ὀφρὺν ἔχουσα καὶ μέτωπον εἱστήκει.
ἐλάφου δὲ φρὶξ ἐπέσχε νῶτα καὶ κνήμας,
χολὴ δ' ἐπέζει καρδίην, ἔφη δ' οὕτως·
[σὺ νῦν διώκεις πανταχοῦ με καὶ φεύγω.]
"ἀλλ' ὦ στύγημα, νῦν μὲν οὐχὶ χαιρήσεις,
ἤν μοι προσέλθῃς καὶ γρύσαι τι τολμήσῃς.
ἄλλους ἀλωπέκιζε τοὺς ἀπειρήτους,
ἄλλους δὲ βασιλεῖς αἱρέτιζε καὶ ποίει."
τῆς δ' οὐκ ἐτρέφθη θυμός, ἀλλ' ὑποβλήδην
"οὕτως αγεννής" φησί "καὶ φόβου πλήρης
πέφυκας; οὕτω τοὺς φίλους ὑποπτεύεις;
ὁ μὲν λέων σοι συμφέροντα βουλεύων,
μέλλων τ' ἐγείρειν τῆς πάροιθε νωθείης,
ἔψαυσεν ὠτός, ὡς πατὴρ ἀποθνῄσκων·
ἔμελλε γάρ σοι πᾶσαν ἐντολὴν δώσειν,
ἀρχὴν τοσαύτην πῶς λαβοῦσα τηρήσεις.
σὺ δ' οὐχ ὑπέστης κνίσμα χειρὸς ἀρρώστου,
βίῃ δ' ἀποσπασθεῖσα μᾶλλον ἐτρώθης.
καὶ νῦν ἐκεῖνος πλεῖον ἢ σὺ θυμοῦται,
λίην ἄπιστον πειράσας σε καὶ κούφην,
βασιλῆ δέ φησι τὸν λύκον καταστήσειν.
οἴμοι πονηροῦ δεσπότου. τί ποιήσω;
ἅπασιν ἡμῖν αἰτίη κακῶν γίνῃ.
ἀλλ' ἐλθέ, καὶ τὸ λοιπὸν ἴσθι γενναίη,
μηδ' ἐπτόησο πρόβατον οἷον ἐκ ποίμνης.
ὄμνυμι γάρ σοι φύλλα πάντα καὶ κρήνας,
οὕτω γένοιτο σοὶ μόνῃ με δουλεύειν,
ὡς οὐδὲν ὁ λέων ἐχθρός, ἀλλ' ὑπ' εὐνοίης
τίθησι πάντων κυρίην σε τῶν ζώων."
τοιαῦτα κωτίλλουσα τὴν ἀχαιίνην
ἔπεισεν ἐλθεῖν δὶς τὸν αὐτὸν εἰς ᾅδην.
ἐπεὶ δὲ λόχμης εἰς μυχὸν κατεκλείσθη,
λέων μὲν αὐτὸς εἶχε δαῖτα πανθοίνην,
σάρκας λαφύσσων, μυελὸν ὀστέων πίνων,
καὶ σπλάγχνα δάπτων· ἡ δ' ἀγωγὸς εἱστήκει
πεινῶσα θήρης, καρδίην δὲ νεβρείην
λάπτει, πεσοῦσαν ἁρπάσασα λαθραἰως,
καὶ τοῦτο κέρδος εἶχεν ὧν ἐκεκμήκει.
λέων δ' ἕκαστον ἐγκάτων ἀριθμήσας
μόνην ἀπ' ἄλλων καρδίην ἐπεζήτει,
καὶ πᾶσαν εὐνήν, πάντα δ' οἶκον ἠρεύνα.
κερδὼ δ' ἀπαιολῶσα τῆς ἀληθείης,
"οὐκ εἶχε πάντως" φησί "μὴ μάτην ζήτει.
ποίην δ' ἔμελλε καρδίην ἔχειν, ἥτις
ἐκ δευτέρου λέοντος ἦλθεν εἰς οἴκους;

It reads very nicely, and for anyone really interested in Greek it’s worthwhile comparing it with the prosified version of it printed by Chambry (simplified and further prosified in turn by bedwere, but the most interesting comparison is between the two ancient versions).
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Thu Jul 20, 2017 1:07 am

mwh wrote:But the linked text (Chambry) has ποιεῖ. A mistake in the Budé, or what?


It happens. I corrected other mistakes reported in The Classical Review Volume 42, Issue 6 December 1928, p. 240
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby jeidsath » Thu Jul 20, 2017 1:26 am

I was pointing this out to bedwere today at the Greek Synodos, and he asked me if I got it from you, which confused me since I hadn't seen your post yet.
User avatar
jeidsath
Global Moderator
Global Moderator
 
Posts: 1735
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Thu Jul 20, 2017 3:08 am

But did you recognize the verse shining through the prose? αλλους αλωπεκιζε τους απειρους, for example, gives the first half of a trimeter before becoming prose. It's a light adaptation of Babrius’ αλλους αλωπεκιζε τους απειρήτους.
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby jeidsath » Thu Jul 20, 2017 7:42 am

No, I Googled for the Babrius version after only reading bedwere's adaption, because I preferred to read a verse to a prose version, if it existed. Reading through the prose version aloud just now, Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους was the only part that I was sensitive enough to catch. But it really stands out.

In fact, that line stands out to me so much there that I wondered if it was an editorial restoration of a missing section of the prose, taken from the verse version. However, reading through Markos' post, πάρδαλις δὲ θυμώδης is also very obvious, but I didn't notice that in context. So there are probably a number of verse phrases that I missed reading through.
User avatar
jeidsath
Global Moderator
Global Moderator
 
Posts: 1735
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 21, 2017 3:07 pm

Μῦθοι Αἰσώπειοι· σ', σα', σβ'


Λέων καὶ ἄρκτος καὶ ἀλώπηξ

Image

Λέων καὶ ἄρκτος πολὺν χρόνον ἀλλήλοις μαχεσάμενοι περὶ νέου ἐλάφου, κεκοπιακότες καὶ τετρωμένοι ἔκειντο. Ἀλώπηξ δέ τις περιτυχοῦσα ἀπέλαβε τὸ πτῶμα, τῶν ἄλλων ἀντιστῆναι οὐ δυναμένων.

Ἀνάγνωσις τοῦ σ' μύθου

Λέων καὶ βάτραχος


Image

Λέων ἀκούσας τὴν φωνὴν βατράχου ἐνόμιζεν αὐτὸν μέγα ζῷον ὄντα. Ἔπειτα δὲ πυθόμενος τὸν βάτραχον μικρὸν ὄντα, καταφρονήσας κατεπάτησεν αὐτόν.

Ἀνάγνωσις τοῦ σα' μύθου

Λέων καὶ δελφίς


Image

Ὁ λέων καὶ ὁ δελφὶς σύμμαχοι ἐγένοντο. Ὁ μὲν γὰρ βασιλεὺς τῶν ἐπὶ τῆς γῆς ζῴων ἐστίν, ὁ δὲ τῶν ἐν τῇ θαλάσσῃ. Ἐπειδὴ ὁ λέων ἐμαχέσατο ταύρῳ καὶ ὁ δελφὶς οὐ δυνάμενος προσελθεῖν οὐκ ἐβοήθησεν, ἐκεῖνος ἐμέμφετο τοῦτον. Ὁ δὲ δελφὶς παραιτούμενος εἶπεν ὅτι διὰ τὴν ἑαυτοῦ θαλασσίαν φύσιν οὐκ ἔλθοι.

Ἀνάγνωσις τοῦ σβ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Fri Jul 21, 2017 7:27 pm

σ
ἐσφραγισμένοι??? απειρηκότες?

σβ
μεταξυ typo; and not used so. Better plain datives, or rephrase, e.g. ο λεων και ο δ. συμμαχοι εγενοντο.

οὗτον?!
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 21, 2017 7:42 pm

mwh wrote:σ
ἐσφραγισμένοι??? απειρηκότες?

σβ
μεταξυ typo; and not used so. Better plain datives, or rephrase, e.g. ο λεων και ο δ. συμμαχοι εγενοντο.

οὗτον?!


ἐσφραγισμένοι not good for wounded?
Συμμαχία ἐγένετο ματαξὺ τοῦ λέοντος καὶ τοῦ δελφῖνος. --> Ὁ λέων καὶ ὁ δελφὶς σύμμαχοι ἐγένοντο.
οὗτον --> τοῦτον :oops:
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 21, 2017 7:53 pm

τετρωμένοι better?
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby mwh » Fri Jul 21, 2017 8:01 pm

bedwere wrote:ἐσφραγισμένοι not good for wounded?

Whatever gave you that idea? A σφραγίς is a seal. τετρωμένοι, yes.
mwh
Textkit Zealot
 
Posts: 2239
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jul 21, 2017 9:00 pm

It's hard to say what went through my mind because I do these exercises some weeks in advance (especially during this time, when I am traveling). By the time it's time to post them, I have forgotten what I wrote. This is actually a positive thing, because it helps me find errors. Anyway, I think I used ἐσφραγισμένοι because of

But that it's a metaphor and means more scarred than wounded. So

ἐσφραγισμένοι --> τετρωμένοι

Many thanks!
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby jeidsath » Mon Jul 24, 2017 9:37 pm

I assume that πυλὺν is a typo for πολὺν?

--

It appears that Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους in the prose version of Babrius 95 predates the discovery of the manuscript which seems to have had ἄλλοις ἀλωπέκιζε τοῖς ἀπειρήτοις

See pg. 100 here: https://archive.org/details/bub_gb_TtikmO4PekUC

However the above is Lewis, which prints Mynas' forged Babrius manuscript in addition to the real Babrius manuscript which he discovered.

--

Yet another Babrius forgery(?) apparently from the Mynas version was presented in 1953:

https://www.ideals.illinois.edu/bitstre ... 77VAIO.pdf
User avatar
jeidsath
Global Moderator
Global Moderator
 
Posts: 1735
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Mon Jul 24, 2017 11:20 pm

jeidsath wrote:I assume that πυλὺν is a typo for πολὺν?


Thanks for catching it!
πυλὺν---> πολὺν
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2581
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Wed Jul 26, 2017 8:07 pm

Αἴσωπος wrote:Λέων καὶ ἄρκτος, ἐλάφου νεβρὸν εὑρόντες, περὶ τούτου ἐμάχοντο.

τὸ νεογνὸν τῆς ἐλάφου. (Λ.Σ.Κ.)
νεογνός, όν -- κατὰ συγκοπὴν ἐκ τοῦ νεόγονος. (Λ.Σ.Κ.)
νεόγονος, ον = νεογενής (Λ.Σ.Κ.)
νεογενής, ές -- ὁ ἄρτι γεννηθείς. (Λ.Σ.Κ.)

τοῦτο μὲν γέγραπται:
Ἰωαν. 3:16: Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.

τοῦτο δ' οὐ γέγραπται:
Ἰωαν. 3:16: Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογνὸν ἔδωκεν ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.



bedwere wrote:Λέων καὶ ἄρκτος πυλὺν χρόνον ἀλλήλοις μαχεσάμενοι περὶ νέου ἐλάφου, κεκοπιακότες καὶ ἐσφραγισμένοι ἔκειντο.

bedwere wrote:Λέων καὶ ἄρκτος πολὺν χρόνον ἀλλήλοις μαχεσάμενοι περὶ νέου ἐλάφου, κεκοπιακότες καὶ τετρωμένοι ἔκειντο.

καλῶς ἔγραψας. ἐν γὰρ τραύμασι τὰ ζῷα ἐσφραγίσθησαν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2643
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

PreviousNext

Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 7 guests