Textkit Logo

Μῦθοι Αἰσώπειοι

This board is a composition workshop, like a writers' workshop: post your work with questions about style or vocabulary, comment on other people's work, post composition challenges on some topic or form, or just dazzle us with your inventive use of galliambics.

Moderator: annis

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sun Jan 08, 2017 5:48 pm

bedwere wrote:Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος

Image
Εἶπεν ὁ λύκος τῷ ἐρίφῳ ἐκ τῆς ὀροφῆς αὐτὸν λοιδοροῦντι· μᾶλλον ὁ ἀσφαλὴς τόπος λοιδορεῖ με ἢ σύ.

δηλοῖ ὁ μῦθος ὅτι ἀπ' οὐρανοῦ τὸν Διάβολον λοιδορήσω. οὐκ ἐγὼ ἀλλ' ὁ τόπος.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2542
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Mon Jan 09, 2017 8:33 pm

Αἴσωπος wrote:διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν.

τί σημαίνει τὸ διὰ τοῦ ἀρχοῦ? μένετε. Βέδωερε γὰρ ἐρεῖ ἡμῖν.
bedwere wrote:ἐκέλευσεν αὐτὴν διὰ τοῦ πρωκτοῦ εἰσελθεῖν.

οἴμοι!

ὁ μῦθος δηλοῖ ὄτι οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν. ἀναισχυντοὶ γάρ εἰσιν.

Αἴσωπος wrote:Ἄραβες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνες εἰσίν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.

οὐ καλῶς τοῦτο λέγεται. τῶν γὰρ Ἀράβων, ὡσπὲρ πάντων τῶν ἐθνῶν, οἱ μὲν κακοί, οἱ δ' ἀγαθοί.

bedwere wrote:Ὁ Ζεὺς ἐκέλευσε τὸν Ἑρμῆν τὸν ἴσον νοῦν τοὶς ἀνθρώποις δοῦναι. Οἱ οὖν μικροὶ μᾶλλον πεπληρωμένοι τῶν μακρῶν καὶ διὰ τοῦτο φρονιμώτεροί εἰσιν. Ὁ μῦθος δηλοῖ ὅτι ὁ Αἴσωπος μικρὸς ἦν.

πῶς γὰρ οὔ? :D
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2542
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jan 13, 2017 5:28 pm

Μῦθοι Αἰσώπειοι· ρκα', ρκβ', ρκγ'

Ζεὺς καὶ Ἀπόλλων

Image

Ἔρις ἐγένετο μεταξὺ τοῦ Διὸς καὶ τοῦ Ἀπόλλωνος περὶ τὴν τοξικὴν τέχνην. Ὁ οὖν μὲν Ἀπόλλων ἀφῆκε τὸ βελός. Ὁ δὲ Ζεὺς ἐπορεύθη ὅπου τὸ βέλος ἀφῖκετο.

Ἀνάγνωσις τοῦ ρκα' μύθου

Ζεὺς καὶ ὄφις

Image

Ὁ ὄφις ῥόδον ἐν τῷ στόματι ἔχων προσῆλθεν πρὸς τὸν Δία γάμους ποιοῦντα. Ὁ δὲ Ζεὺς μὴ πιθόμενος τῷ ὄφει οὐκ ἐδέξατο τὸ δῶρον αὐτοῦ.

Ἀνάγνωσις τοῦ ρκβ' μύθου

Ζεὺς καὶ πίθος ἀγαθῶν

Image

Πάντα τὰ ἀγαθὰ ὑπὸ τοῦ Διὸς ἐν πίθῳ τινὶ ἐκλείσθη. Ἀνθρώπου δέ τινος τὸν πίθον ἀνοίγοντος, πάντα τὰ ἀγαθὰ ἐπανῆλθεν εἰς τὸν Ὄλυμπον.

Ἀνάγνωσις τοῦ ρκγ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sat Jan 14, 2017 10:58 pm

πάλιν μὲν οὖν χαίρω καινοὺς μύθους δεχόμενος.
bedwere wrote:Ὁ ὄφις ῥόδον ἐν τῷ στόματι ἔχων προσῆλθεν πρὸς τὸν Δία γάμους ποιοῦντα. Ὁ δὲ Ζεὺς μὴ πιθόμενος τῷ ὄφει οὐκ ἐδέξατο τὸ δῶρον αὐτοῦ.

πρὸς τὸν Σατανᾶν ὁ λόγος εὔκαιρος. μόνον γὰρ θάνατον δίδωσι οὖτος.
bedwere wrote:Πάντα τὰ ἀγαθὰ ὑπὸ τοῦ Διὸς ἐν πίθει τινὶ ἐκλείσθη.

πίθος - - ἄγγος μέγα πήλινον ἐν ᾧ οἶνος σῴζεται. (Καρύσο) τὸ οἰνηρὸν ἀγγεῖον. (Φαβαρίνο) πρβλ. ἀμφορεύς. (Λ.Σ.Κ.)

ὁ μὲν Ζεὺς τὰ ἀγαθὰ ἐν πίθει ἔθηκε. ὁ δὲ Θεὸς ἐν πίστει.

(ἀλλὰ νομίζω ὅτι δεῖ τὸ ἐν πίθῳ γράφειν, οὐ τὸ ἐν πίθει.)
Αἴσωπος wrote:Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί.

εὐτυχεῖτε δή, ὦ φίλοι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2542
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sat Jan 14, 2017 11:43 pm

Χάριν οἶδά σοι, ὦ Μᾶρκε, ὅτι διώρθωσάς με. Ἔστι γὰρ ὁ πίθος, λόγος ἀρσενικὸς ὤν τῆς δευτέρας κλίσεως.
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jan 20, 2017 6:47 pm

Μῦθοι Αἰσώπειοι· ρκδ', ρκε', ρκϛ'

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος

Image

Ὁ Μῶμος κριτὴς ἐγένετο περὶ τῶν ἔργων τοῦ Διὸς καὶ τοῦ Προμηθέως καὶ τῆς Ἀθηνᾶς. Κατεφρόνησε δὲ καὶ τὸν ταῦρον τὸν τοῦ Διὸς ὡς μὴ ἔχοντα ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι, καὶ τὸν ἄνθρωπον τὸν τοῦ Προμηθέως ὡς τὸν νοῦν κρυπτὸν ὄντα, καὶ τὸν οἶκον τὸν τῆς Ἀθηνᾶς ὡς μὴ τρόχους ἔχοντα. Ὁ δὲ Ζεὺς ὀργισθεὶς ἐξέβαλεν αὐτὸν ἐκ τοῦ Ὀλυμπίου.

Ἀνάγνωσις τοῦ ρκδ' μύθου

Ζεὺς καὶ χελώνη

ImageIuppiter et Testudo by laurakgibbs, on Flickr

Διατί ἡ χελώνη περιφέρει τὴν ἑαυτῆς οἰκίαν; Διότι οὐ παρεγένετο τοῖς τοῦ Διὸς γάμοις, ὁ Ζεὺς κατέγνω αὐτήν.

Ἀνάγνωσις τοῦ ρκε' μύθου

Ζεὺς κριτής

Image

Κελεύσαντος τοῦ Διός, τὰ τῶν ἀνθρώπων ἁμαρτήματα ἐπὶ ὀστράκοις γεγραμμένα ἐστὶν ἵνα ὁ Κρόνιος κρίνῃ αὐτούς. Τοσοῦτοι δέ εἰσιν ὥστε τὴν κρίσιν διὰ πολλοῦ χρόνου ἐπιμενεῖν ἕως τοῦ τέλους.

Ἀνάγνωσις τοῦ ρκϛ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sat Jan 21, 2017 10:35 pm

Αἴσωπος wrote:Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.

καινὸν λόγον ἄρτι νῦν μεμάθηκα.

ἐνάρετος, ον -- ἔχων ἀρετήν...ἀνδρεῖος, γενναῖος. (Λ.Σ.Κ.)

νομίζω δ' ὅτι Αἴσωπος θέλει λέγειν τὸ «καλὸς» ἢ τὸ «τέλειος.»
bedwere wrote:Ζεὺς καὶ χελώνη
[url=https://flic.kr/p/6BfDM7]Image[/url


λέγει ἡ μὲν χελώνη « οἶκος φίλος, οἶκος ἄριστος.» ὁ δὲ Τρύμπ «πατρὶς φίλη, πατρὶς ἀρίστη.» :D
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2542
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Jan 22, 2017 11:30 pm

Τί λέγω; Ἆρα ὁ ἐχθρὸς τοῦ ἐχθροῦ μού ἐστι φίλος μου; Εὐλογείτω γέ τοι Κύριος ὁ Θεὸς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα τὸν πρόεδρον ἵνα οὗτος τὸ θέλημα αὐτοῦ ποιῇ.
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Jan 27, 2017 5:55 pm

Μῦθοι Αἰσώπειοι· ρκζ', ρκη', ρκθ'

Ἥλιος καὶ βάτραχοι

Image

Γαμῶν τοῦ Ἡλίου γιγνομένων, οἱ μὲν πολλοὶ τῶν βατράχων ἔχαιρον. Μόνος δὲ εἷς σοφὸς ὢν ἐλυπεῖτο ὅτι ὁ Ἥλιος μετὰ τῶν παιδίων καὶ μᾶλλον ξηρανεῖ τὴν γῆν.

Ἀνάγνωσις τοῦ ρκζ' μύθου

Ἡμίονος

Image

Ἡμίονός τις ὑπερήφανος οὖσα ἔλεγεν ὁμοία τῷ πατρὶ τῷ ἵππῳ εἶναι. Ἀνάγκῃ δὲ δραμοῦσα καὶ κεκοπιακυῖα ἐμνήσθη τοῦ ἀληθοῦς πατρὸς τοῦ ὄνου.

Ἀνάγνωσις τοῦ ρκη' μύθου

Ἡρακλῆς καὶ Ἀθηνᾶ

Image

Ὁποτεοῦν ὁ Ἡρακλῆς ἔπαιέν τι καρπῷ ὅμοιον κείμενον ἐπὶ τῆς ὁδοῦ, τὸ μέγεθος αὐτοῦ ηὐξάνετο. Τελὸς δὲ ἡ Ἀθηνᾶ φανοῦσα εἶπε τοῦτο φιλονεικίαν καὶ ἔριν εἶναι. Δεῖ γὰρ καταλιπεῖν αὐτὰς μὴ αὐξάνωνται.

Ἀνάγνωσις τοῦ ρκθ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby Markos » Sat Jan 28, 2017 11:00 pm

Αἴσωπος wrote:Γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο· πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· « Ὦ μῶροι, εἰς τί ἀγάλλεσθε ; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πᾶσαν ἰλὺν ἀποξηραίνει, εἰς γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν ; »

bedwere wrote:Γαμῶν τοῦ Ἡλίου γιγνομένων, οἱ μὲν πολλοὶ τῶν βατράχων ἔχαιρον.Μόνος δὲ εἷς σοφὸς ὢν ἐλυπεῖτο ὅτι ὁ Ἥλιος μετὰ τῶν παιδίων καὶ μᾶλλον ξηρανεῖ τὴν γῆν.

1 Κορ 7:9: κρεῖσσον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι.

δηλοῖ ὁ μῦθος ὅτι κρεῖσσόν ἐστιν τὸν ἥλιον μὴ γαμῆσαι ἢ τοὺς βατράχους πυροῦσθαι. :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2542
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Sun Jan 29, 2017 2:47 pm

Markos wrote:δηλοῖ ὁ μῦθος ὅτι κρεῖσσόν ἐστιν τὸν ἥλιον μὴ γαμῆσαι ἢ τοὺς βατράχους πυροῦσθαι. :lol:


Πῶς γὰρ οὔ; :lol:
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Feb 03, 2017 4:27 pm

Μῦθοι Αἰσώπειοι· ρλ', ρλα', ρλβ'

Ἡρακλῆς καὶ Πλοῦτος

Image

Ὁ Ἡρακλῆς εἰς τὸν οὐρανὸν εἰσελθὼν πάντας μὲν τοὺς θεοὺς ἠσπάζετο, τοῦ δὲ Πλούτου κατεφρόνει. Τῷ δὲ Διὶ τὴν αἰτίαν ἐρομένῳ ἀποκρινάμενος εἶπε τὸν Πλοῦτον παρὰ τοῖς πονηροῖς διατρίβειν.

Ἀνάγνωσις τοῦ ρλ' μύθου

Ἥρως

Image

Ἀνήρ τις τῷ εἰδώλῳ ἥρωός τινος ὡς πλεονάκις ἔθυεν. Ὁ οὖν ἥρως κατ' ὄναρ ὀφθεὶς παρεκάλεσεν αὐτὸν μὴ πάντα διαφθείρων μέμψεσθαι αὐτόν.

Ἀνάγνωσις τοῦ ρλα' μύθου

Θύννος καὶ δελφίς


Image

Θύννος τις ὑπὸ δελφίνου πολὺ χρόνον διωκόμενος τέλος εἰς αἰγιαλὸν ἀφίκετο. Ἐνταῦθα μὲν ἀποθνῄσκων ἑωρακὼς δὲ καὶ τὸν θύννον οὐ δυνάμενον ἀπελθεῖν, ὁ θανατος, ἔφη, ἡδύς ἐστί μοι ὅτι ὁ ἔχθρός μου συναναλίσκεται.

Ἀνάγνωσις τοῦ ρλβ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Feb 10, 2017 5:15 pm

Μῦθοι Αἰσώπειοι· ρλγ', ρλδ', ρλε'

Ἰατρὸς <ἄτεχνος>

Image

Πάντες οἱ ἰατροὶ ἔλεγον νοσοῦντί τινι ὅτι ὑγιανεῖ. Μονὸν δὲ ἰατρός τις τὴν τεχνὴν οὐκ εἰδὼς ἔφη τὸν ἄρρωστον διὰ τῆς νόσου ἀποθανεῖσθαι. Μετὰ δὲ πολλὰς ἡμέρας ὁ ἀνὴρ σεσῳσμένος μὲν νεκρῷ εἰκὼς δέ, ἀπήντησε τῷ ἰατρῷ. Ὁ δέ, τοῦ ἰατροῦ περὶ τῶν ἀποθανόντων ἐρομένου, Πλούτων καὶ Περσεφόνη, ἔφη, μισοῦντες τοὺς ἰατροὺς ὅτι τοὺς ἀρρώστους ἰῶνται καταγράφουσι τὰ ὀνόματα αὐτῶν ἵνα παίωσιν αὐτούς. Ἐγὼ δὴ ἐμαρτύρησά σε ψευδῆ ἰατρὸν εἶναι.

Ἀνάγνωσις τοῦ ρλγ' μύθου

Ἰατρὸς καὶ νοσῶν

Image

Ἄνρθωπός τις ὑπὸ ἰατροῦ τινος θεραπευόμενος ἀπέθνῃσκεν. Ὁ δὲ ἰατρὸς ἔλεγε τοῖς φίλοις τοῦ ἀποθνῄσκοντος ὅτι εἰ μόνον ἐνέματος ἀπέλαυεν καὶ οἶνον μὴ ἔπινεν, ἔσῳζεν ἄν. Ἀλλ' ἔδει ταῦτα πρότερον λέγειν, ἀντεῖπέ τις, οὐ νῦν.

Ἀνάγνωσις τοῦ ρλδ' μύθου

Ἰκτῖνος καὶ ὄφις

Image

Ἰκτῖνος ἤρπασεν ὄφιν. Τοῦ δὲ ἰκτίνου ἀποπετομένου, ὁ ὄφις ἔδακεν αὐτόν. Ἔπειτα, ἀμφοτέρων καταπιπτόντων, ὁ ὄφις εἶπέ σε τὴν δίκην δοῦναι ἀντὶ τῆς τοῦ ἰκτίνου ἀδικίας.

Ἀνάγνωσις τοῦ ρλε' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Feb 17, 2017 4:59 pm

Μῦθοι Αἰσώπειοι· ρλϛ', ρλζ', ρλη'

Ἰκτῖνος χρεμετίζων

Image

Οἱ πάλαι ἰκτῖνοι φωνὴν καλὴν εἶχον. Ἀκούσαντες δὲ τὴν τῶν ἵππων ἐπεχείρουν μιμεῖσθαι ὥστε μὴ δυνάμενοι χρεμετίζειν ἀπώλεσαν καὶ τὴν ἑαυτῶν φωνήν.

Ἀνάγνωσις τοῦ ρλϛ' μύθου

Ἰξευτὴς καὶ ἀσπίς


Image

Οἱ πάλαι ἐχρῶντο τῷ τοῦ ἰξοῦ καρπῷ τοῦ τοὺς ὄρνιθας θηρεύειν. Ἰξευτὴς δέ τις ἐπιχειρῶν κίχλαν λαβεῖν οὐκ ἐθεάσατο ἀσπίδα ἐν τῇ πόᾳ κειμένην. Ἡ δὲ δακοῦσα ἀπέκτεινεν αὐτόν.

Ἀνάγνωσις τοῦ ρλζ' μύθου

Ἵππος γέρων

Image

Ταλαίπωρος ὁ ἵππος. Ἐν μὲν γὰρ τῇ ἡλικίᾳ αὐτοῦ ἐν τοῖς ἱπποδρόμοις ἔτρεχεν. Νῦν δὲ γέρων γενόμενος ἐν τῷ μυλῶνι ἕλκει.

Ἀνάγνωσις τοῦ ρλη' μύθου
Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Feb 24, 2017 5:17 pm

Μῦθοι Αἰσώπειοι· ρλθ', ρμ', ρμα'

Ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος

Image

Ὁ ἄνθρωπος Διὶ πεποιημένος ὀλίγους ἐνιαυτοὺς ἔζη. Χειμῶνος δὲ γενομένου, ἵππος καὶ βοῦς καὶ κύων ἦλθον καθ' ἕνα πρὸς τὴν οἰκίαν αὐτοῦ. Ὁ μὲν ἄνθρωπος ἀπεδέξατο αὐτοῦς, ᾔτησε δ' ἔτη ἐκ τῶν βίων ἀντὶ τοῦ ξενίσαι αὐτούς. Διὰ τοῦτό εἰσιν τέτταρες χρόνοι ἐν τῇ τῶν ἀνθρώπων ζωῇ. Ἐν γὰρ τῷ πρώτῳ ὁ ἄνθρωπος καθαρός ἐστιν. Ἐν δὲ τοῖς ἄλλοις διὰ τὰ πάθη ἔοικεν ἵππῳ καὶ βοῒ καὶ κυνί.

Ἀνάγνωσις τοῦ ρλθ' μύθου

Ἵππος καὶ ἱπποκόμος

Image

Ὁ ἱπποκόμος τὴν τοῦ ἵππου κριθὴν κλέπτων πολὺ ἐκτένιζεν αὐτόν βουλόμενος πωλῆσαι. Ἀλλ' ἄμεινον ἦν τρέφειν τὸ ζῴον ἵνα καλὸν γένοιτο.

Ἀνάγνωσις τοῦ ρμ' μύθου

Ἵππος καὶ ὄνος

Image

Ὁ ὑπερήφανος ἵππος οὐκ ἠθέλησε βοηθεῖν τῷ ὄνῳ καὶ βαστάζειν μέρος τοῦ φόρτου. Τοῦ δὲ ὄνου δὶα τὸν πόνον τελευτήσαντος, ἔδει τὸν ἵππον βαστάσαι τὸν ὅλον φόρτον.

Ἀνάγνωσις τοῦ ρμα' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Mar 03, 2017 4:02 pm

Μῦθοι Αἰσώπειοι· ρμβ', ρμγ', ρμδ'

Ἵππος καὶ στρατιώτης

Image

Ὅτε μὲν πόλεμος ἦν, ὁ στρατιώτης κριθῇ ἔτρεφε τὸν ἵππον. Ὁτε δ' εἰρήνη ὑπῆρχεν, ἄχυρον διδούς, ἐχρᾶτο αὐτῷ ὡς φορτία βαστάζοντι. Τοιγαροῦν ὁ ἵππος οὐκέτι ἐδυνήσατο τὸν στρατιώτην εἰς πόλεμον φέρειν.

Ἀνάγνωσις τοῦ ρμβ' μύθου

Κάλαμος καὶ ἐλαία

Image

Ὅταν μέγας ἄνεμος πνέῃ, οὐχ ἡ ἰσχυρὰ ἐλαία σωθήσεται ἀλλὰ ὁ καμπτὸς κάλαμος.

Ἀνάγνωσις τοῦ ρμγ' μύθου

Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ>

Image

Ἡ κάμηλος ποταμὸν τὸν ῥέοντα διαβαίνουσα ἐθαύμασεν ἰδοῦσα τὸν κόπρον αὐτῆς ἔμπροσθεν αὐτῆς ἀφικόμενον.

Ἀνάγνωσις τοῦ ρμδ' μύθου


Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Mar 10, 2017 5:34 pm

Μῦθοι Αἰσώπειοι· ρμε', ρμϛ', ρμζ'

Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος

Image

Κατὰ τὸν πίθηκον οὔτε ἡ κάμηλος οὔτε ὁ ἐλέφας ἄξιός ἐστι τοῦ βασιλὲα τῶν ἀλόγων ζῴων γένεσθαι. Ὁ μὲν γὰρ ἐλέφας φοβεῖται τὰ χοιρίδια, ἡ δὲ κάμηλος τοὺς ἀδίκους οὐ μισεῖ.

Ἀνάγνωσις τοῦ ρμε' μύθου

Κάμηλος καὶ Ζεύς

Image

Ἡ κάμηλος ἐπιθυμοῦσα τὰ τῶν βοῶν κέρατα ἔχειν προσελθοῦσα ᾔτησε τὸν Δία. Ὁ δὲ ὀργισθεὶς καὶ μέρος τι τῶν ὤτων αὐτῆς ἀφεῖλεν.

Ἀνάγνωσις τοῦ ρμϛ' μύθου

Κάμηλος ὀρχουμένη

Image

Ὁ μὲν μῶρος δεσπότης βούλεται τὴν κάμηλον ὀρχεῖσθαι. Ἡ δὲ οὕτως αἰσχρά ἐστιν ὥστε καὶ ἀκόσμως περιπατεῖν.

Ἀνάγνωσις τοῦ ρμζ' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Mar 17, 2017 5:14 pm

Μῦθοι Αἰσώπειοι· ρμη', ρμθ', ρν'

Κάμηλος τὸ πρῶτον ὀφθείς

Image

Οἱ ἄνθρωποι τὸ πρῶτον ἰδόντες τὴν κάμηλον ἐφοβοῦντο διὰ τὸ αὐτὴν μεγάλην εἶναι. Ἔπειτα δὲ αἰσθόμενοι τῆς πραότητος αὐτῆς προσῆλθον πρὸς αὐτήν. Τέλος δὲ συνιέντες αὐτὴν μήποτε ὀργίζεσθαι ἐχρῶντο αὐτῇ πρὸς τὸ τοὺς παίδας ἐλαύνειν.

Ἀνάγνωσις τοῦ ρμη' μύθου

Κάνθαροι δύο

Image

Ἑνὸς βοὸς ἐν μικρᾷ νήσῳ ὄντος, ὀλίγη κόπρος ἦν τοῦ τὼ κανθάρω τρέφεσθαι διὰ τοῦ χειμῶνος. Διὸ ὁ μὲν ἔμενεν, ὁ δ' ἐπαγγείλας τροφὴν ἂν οἴσειν, εἰ εὕροι, εἰς τὸν χέρσον ἀπῆλθεν. Οὗτος καίπερ πολλὴν κόπρον εὑρὼν καὶ λιπαρὸς γενόμενος, ἐπανελθὼν οὐδὲν ἔκομισε τῷ φίλῳ ὅτι κατ' αὐτὸν ἀδύνατον εἴη.

Ἀνάγνωσις τοῦ ρμθ' μύθου

Καρκῖνος καὶ ἀλώπηξ

Image

Καρκῖνός τις ἐκ τῆς θαλάσσης εἰς τὸν αἰγιαλὸν προσελθὼν ὑπ' ἀλώπεκος ἀνηλώθην. Ἄμεινον δ' ἂν ἦν εἰ ἐν τῇ θαλάσσῃ ἔμεινεν.

Ἀνάγνωσις τοῦ ρν' μύθου

Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Μῦθοι Αἰσώπειοι

Postby bedwere » Fri Mar 24, 2017 4:22 pm

Μῦθοι Αἰσώπειοι· ρνα', ρνβ', ρνγ'

Καρκῖνος καὶ μήτηρ


Image

Ἡ μὲν τοῦ καρκίνου μήτηρ παρεκάλει αὐτὸν ὀρθῶς βαδιζεῖν. Ὁ δὲ εἶπεν ὅτι πρῶτον χρὴ αὐτὴν μὴ λοξῶς περιπατεῖν.

Ἀνάγνωσις τοῦ ρνα' μύθου

Καρύα


Image

Καρύα τις ἐλυπεῖτο ὅτι παρὰ τὴν ὅδον οὖσα ὑπὸ πάντων τὼν παρατυγχανόντων καὶ τοὺς καρποὺς αὐτῆς ἐπιθυμούντων λίθοις βάλλοιτο.

Ἀνάγνωσις τοῦ ρνβ' μύθου

Κάστωρ

Image

Οἱ πάλαι ἐνόμιζον τὴν τοῦ κάστορος πόσθην χρησίμην εἰς φαρμακοποιίαν εἶναι. Καὶ δὴ καὶ ὁ κάστωρ ἐλέγετο, ὅτε μὴ δυνηθείη ἐκφεύγειν ἀπὸ τῶν διωκόντων, ἀποκόψας τὸ γεννητικὸν μέλος σῴζειν ἑαυτόν.

Ἀνάγνωσις τοῦ ρνγ' μύθου


Ἡ βίβλος
User avatar
bedwere
Global Moderator
Global Moderator
 
Posts: 2316
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Previous

Return to Composition Board

Who is online

Users browsing this forum: No registered users and 11 guests