1. Ἐν τῷ Σινᾶ ὄρει θέλω γενέσθαι εὐχῆς χάριν.Ἦν τις γέρων οἰκῶν ἐν τῇ μονῇ τοῦ ἀββᾶ Εὐστοργίου, ὅντινα ὁ ἐν ἁγίοις ἡμῶν ὁ ἀρχιεπίσκοπος Ἱεροσολύμων ἠθέλησεν ποιῆσαι ἡγούμενον τοῦ μοναστηρίου. Ὁ δὲ οὐ κατεδέξατο, λέγων· Ἐν τῷ Σινᾶ ὄρει θέλω γενέσθαι εὐχῆς χάριν. Ὁ δὲ ἀρχιεπίσκοπος ἠνάγκαζεν αὐτὸν γενέσθαι, καὶ οὕτως ἀπελθεῖν. Οὐκ ἀνασχεθέντα δὲ αὐτοῦ τὸν γέροντα, ἀπέλυσεν συνταξάμενον, μετὰ τὴν ἐπάνοδον τὴν ἡγεμονίαν καταδέχεσθαι. Καὶ δὴ οὕτως ἀσπασάμενος τὸν ἀρχιεπίσκοπον, ἐξῆλθεν τὴν ὁδοιπορίαν ποιούμενος ἐπὶ τὸ Σίναιον ὄρος, λαβὼν τὸν ἑαυτοῦ μαθητήν. Καὶ διαβάντος τὸν Ἰορδάνην ποταμὸν, ὡς ἀπὸ σημείου ἑνὸς, ἤρξατο φρικιᾷν ὁ γέρων καὶ πυρέσσειν. Ὡς δὲ οὐκ ἐδύνατο περιπατῆσαι, εὗρον σπήλαιον μικρὸν, καὶ εἰσῆλθον ἐν αὐτῷ πρὸς τὸ ἀνεθῆναι τὸν γέροντα. Ὡς δὲ ἐπέμενε πυρέσσων καὶ μήτε κινηθῆναι σχεδὸν δυνάμενος (ἐποίησε γὰρ τρεῖς ἡμέρας ἐν τῷ αὐτῷ σπηλαίῳ), θεωρεῖ ὁ αὐτὸς γέρων καθ’ ὕπνους τινὰ λέγοντα αὐτῷ· Εἰπὲ, γέρων, ποῦ θέλεις ὑπάγειν; Λέγει δὲ τῷ φανέντι αὐτῷ· Εἰς τὸ Σινᾶ ὄρος. Λέγει αὐτῷ· Μὴ, παρακαλῶ, μὴ ἀπέλθῃς. Ὡς δὲ οὐκ ἔπεισε τὸν γέροντα, ἀνεχώρησε ἀπ’ αὐτοῦ. Ὁ δὲ πυρετὸς πλέον ἐπετίθετο τῷ γέροντι. Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ, ὁ αὐτὸς παρίσταται αὐτῷ, τῷ αὐτῷ σχήματι, λέγων· Τί θέλεις, καλόγηρε, κοπωθῆναι; ἄκουσόν μου, καὶ μηδαμοῦ ἀπέλθῃς. Ἔφη αὐτῷ ὁ γέρων· Αὐτὸς γὰρ τίς εἶ; Ἀπεκρίθη αὐτῷ ὁ φανείς· Ἐγώ εἰμι Ἰωάννης ὁ Βαπτιστής· καὶ διὰ τοῦτό σοι λέγω, μηδαμοῦ ἀπέλθῃς· τὸ γὰρ σπήλαιον τὸ μικρὸν τοῦτο μεῖζον τοῦ Σινᾶ ὄρους ἐστίν. Πολλάκις γὰρ ἐν τούτῳ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν ἐπισκεπτόμενός με. Δός μοι οὖν λόγον ὅτι ὧδε κατοικεῖς, κἀγώ σοι τὴν ὑγείαν παρέχω. Ὁ δὲ γέρων ἡδέως καταδεξάμενος συνέθετο μετὰ λόγου παραμένειν τῷ σπηλαίῳ. Παραχρῆμά τε ὑγιάνας διέμεινεν ἐν αὐτῷ μέχρι τῆς αὐτοῦ ζωῆς· ποιήσας τὸ σπήλαιον ἐκεῖνο ἐκκλησίαν· συναγαγὼν δὲ καὶ ἀδελφότητα. Ἔστιν δὲ ὁ τόπος ὁ ἐπιλεγόμενος Σάψας. Τούτου ἐξ εὐωνύμων προπαράκειται ὁ χείμαῤῥος Χωρὰθ, εἰς ὃν ἀπεστάλη Ἠλίας ὁ Θεσβίτης ἐν καιρῷ τῆς ἀβροχίας, ὁ ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου.
He wants to go to Mt. Sinai to pray, but I don’t really understand the construction of “γενέσθαι εὐχῆς χάριν.”
2. ὡς ἀπὸ σημείου ἑνὸς
I seem to find this all over the place in late Greek. It’s also in Thucydides 2.90.4, where Gregory Crane translates it as “at one signal.” Here it seems to means “instantly after”?
3. μήτε κινηθῆναι σχεδὸν δυνάμενος
Can he not move even a little, or can he only move a little?
4. Πολλάκις γὰρ ἐν τούτῳ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν ἐπισκεπτόμενός με.
Is this referencing some non-canonical story? Perhaps Jesus visiting John during his imprisonment at this (presumably famous in Moschus’ time) location?
5. Ὁ δὲ γέρων ἡδέως καταδεξάμενος συνέθετο μετὰ λόγου παραμένειν τῷ σπηλαίῳ.
I know what this is trying to say, but I’m a little lost starting with μετὰ λόγου…
6. Παραχρῆμά τε ὑγιάνας διέμεινεν ἐν αὐτῷ μέχρι τῆς αὐτοῦ ζωῆς
He stayed in the cave the rest of his life? Not “his health stayed inside of him until the end of his life.”?
7. Ἠλίας ὁ Θεσβίτης
This seems to be the common term for Elijah. What is a Θεσβίτης?
8. ὁ ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου
I can guess what this means, but the idiom is not clear to me here.