Textkit Logo

Greek version of Caesar's Gallic War

Use this forum to organize a study group around a specific textbook. Before starting, you might wish to advertise your plan on other forums first.

Greek version of Caesar's Gallic War

Postby daivid » Fri Jul 22, 2016 10:37 pm

This is Book One, Chapter One. The notes at the end are my so treat with caution.
The full version in pdf form is available here: https://books.google.co.il/books?id=j51PAQAAMAAJ&pg=PP20&lpg=PP20&dq=commentarii+de+bello+gallico+graece

πᾶσα μὲν ἡ Γαλατία εἰς τρία μέρη διῄρηται· ὧν τὸ μὲν οἱ Βελγοὶ, τὸ δὲ οἱ Ἀκυιτανοὶ, τὸ τρίτον δὲ οἱ ἐπιχωρίως μὲν Κελτοὶ, κατὰ δὲ τὴν ἡμετέραν φωνὴν Γάλλοι ὀνομαζόμενοι, κατοικοῦσι καὶ οὗτοι μὲν πάντες ἔς τὲ τήν διάλεκτον καὶ τοὺς νόμους καὶ τὴν δίαιταν ἀπ ἀλλήλων κεχωρίδαται. τοὺς δὲ Κελτοὺς ἀπὸ μὲν τῶν Ἀκυιτανῶν ὁ Γαρούμνας, ἀπὸ δὲ τῶν Βελγῶν ὃ τε Ματρόνας καὶ ὁ Σηκάνας διορίζουσι ποταμοὶ. πάντων τούτων κράτιστοί εἰσιν οἱ Βελγοὶ πρῶτον μὲν, ὅτι πολὺ ἀφιστᾶσι τῆς ἐν τῇ τῶν Ῥωμαίων ἐπαρχίᾳ ἡμερότητος τῆς διαγωγῆς, καὶ οὐ μὴ πολλάκις ἔμποροί σφισιν ἐπιμίσγονται, τὰ φιλοῦντα τοὺς ἀνθρώπους θρύπτειν καὶ ἐκθηλύνειν ἄγειν εἰωθότες ἔπειτα δὲ, ὅτι πρόσχωροί εἰσι τοῖς πέραν τοῦ Ῥήωου Γερμανοῖς, οἷς συνεχῶς πολεμοῦσι. δὶ αὐτὸ δὲ τοῦτο καὶ οἱ Ἑλβήτιοι κράτιστοί εἰσιν ἐν τοῖς Κελτοῖς καθ' ἑκάστην μὲν γὰρ σχεδὸν μάχην τοῖς καθ' αὑτοὺς Γερμανοῖς συνάπτουσιν, ἐκ τῆς σφῶν ἐξελαύνοντες, ἢ καὶ εἰς τὴν αὐτῶν ἐμβάλλοντες. ἡ μὲν οὖν Κελτικὴ, ἀπὸ μὲν τοῖ Ῥοδανοῦ ἀρχομένη τῷ ποταμῷ Γαροὺμνᾳ καὶ τῷ Ἀτλαντικῷ Ὠκεανῷ περιλαμβάνεται, καὶ προσψαύει τῷ Ῥήνῳ κατὰ τοὺς Σηκανούς τε καί τοὺς Ἑλβητίους, ῥέπει δὲ πρὸς Ἄρκτους· ἡ Βελγικὴ ἀπὸ μὲν τῶν τῆς Κελτικῆς μεθορίων ἀρχομένη, διήκει μέχρις ἐπὶ τὰ κάτα τοῦ Ῥήνου, τέτραπται δὲ πρὸς Ἄρκτον καὶ ἀνατολήν· ἡ δέ Ἀκυιτανία διήκει μὲν ἀπὸ τοῦ Γαρούμνα μέχρις ἐπὶ τὰ Πυῤῥηναῖα ὄρη καὶ τὰ τοῦ Ἀτλαντικοῦ Ὠκεανοῦ εἰς Ἰβηρίαν τείνοντα ἀφορᾷ δὲ τὰ μεταξὺ Ἄρκτων τε καὶ ἀνατολῶν.


καθ' ἑκάστην supply “day”,
τὰ φιλοῦντα the things tending to
χωρ-ίζω, pf. Pass. κεχώρισμαι, 3pl. Ion. κεχωρίδαται
λονδον
User avatar
daivid
Administrator
 
Posts: 2711
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe

Re: Greek version of Caesar's Gallic War

Postby daivid » Mon Jul 25, 2016 11:20 pm

chapter 2
ἦν δέ ποτε παρὰ τοῖς Ἐλβητίοις ἀνὴρ πλουσιώτατος καί τῷ γένει λαμπρότατος, ᾧ ὄνομα ἦν Ὀργέτοριξ. οὗτος μὲν οὖν ἐπὶ ὑπάτων Μαάρκου Μεσσάλα τε καὶ Μάρκου Πείσωνος, τοῦ βασιλεύειν μάλιστα ἐπιθυμῶν, πρῶτον μέν μετὰ τῶν εὐγενεστέρων συνώμοσεν· ἔπειτα δὲ καὶ τὴν πόλιν ἀνέπεισε πανδημεὶ τῆς χώρας ἐκστρατεύειν, ῥᾷστον ἐπιδείξας εἶναι αὐτοῖς, κρατίστοις οὖσι, πάσης τῆς Γαλατίας ἄρχειν. τοσούτῳ δὲ μᾶλλον αὐτῷ οἱ Ἑλβήτιοι ἐπίστευσαν, ὅσῳ πανταχόθεν τῆς σφῶν χώρας αὐτοὶ περιφράξονται· τῇ μὲν, τῷ Ῥήνῳ, εὐρυτάτῳ τε καὶ βαθυτάτῳ ὄντι, τήν θ' Ἑλβητικὴν ἀπὸ τῶν Γερμανῶν ἀποτέμνοντι· τῇ δε, τῷ Ἰούρᾳ, ὄρει ὑψηλοτάτῳ τ' ὄντι, καὶ τὴν Ἐλβητικὴν ἀπὸ τῆς Σηκανικῆς διορίζοντι· τῇ τε Λεμάνῃ λίμνῃ καὶ τῷ Ῥοδανῷ ποταμῷ, αὐτοὺς ἀπὸ τῆς τῶν Ῥωμαὶων ἐπαρχίας διαχωρίζονται. αὗται μὲν οὖν ἦσαν αἱ αἰτίαι τοῦ αὐτοὺς τε οὐ μὴ πολὺ εἰς εὐρὺ διασπείρεσθαι καὶ δυσχερέστερον ἐπὶ τοὺς προσχώρους πόλεμον ἐκφέρειν· ὥστε αὐτοὶ, ἄνδρες φιλοπόλεμοι μάλιστα ὄντες, διὰ τοῦτο ἐλυποῦντο ἰσχυρῶς. Πρὸς τούτοις δὲ, πρός τε το τῶν ἐνοικούντων πλῆθος καὶ τὴν κατὰ τὸν πόλεμον καὶ ἀρετὴν σφῶν δόξαν, στενωτάτην χώραν ἐνόμιζον ἔχειν, μῆκος μὲν χίλια ἐννεακόσια καὶ εἴκοσι στάδια, εὖρος δὲ χίλια τετρακόσια καὶ εἴκοσι περιέχουσαν.


τοῦ αὐτοὺς (causes) of them=accusative subject
ἐννεακόσια= ἐνακόσιαι
περιφράττονται= περιφράξονται
Marcus Messalla and Marcus Piso
λονδον
User avatar
daivid
Administrator
 
Posts: 2711
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe

Re: Greek version of Caesar's Gallic War

Postby cramberepetita » Wed Jan 18, 2017 8:53 am

Nice find! :lol:
Could be useful in class some day, just for laughs.
cramberepetita
Textkit Neophyte
 
Posts: 19
Joined: Sun Jan 08, 2017 8:16 am

Re: Greek version of Caesar's Gallic War

Postby bedwere » Wed Jan 18, 2017 4:23 pm

cramberepetita wrote:Nice find! :lol:
Could be useful in class some day, just for laughs.


I posted this some time ago about Latin works translated into Greek.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California


Return to Greek Textbooks and Study Groups

Who is online

Users browsing this forum: Majestic-12 [Bot] and 20 guests

cron