A.Ag 1665-66
Χορός
οὐκ ἂν Ἀργείων τόδ’ εἴη, φῶτα προσσαίνειν κακόν.
Αἴγισθος
ἀλλ’ ἐγώ σ’ ἐν ὑστέραισιν ἡμέραις μέτειμ’ ἔτι.
Chorus
Argive men don't kiss up to bottom feeders.
Aegisthus
But I will get even with you in the days to come.
The two pronouns ἐγώ σ’ followed by the temporal expression in that dative with the main verb penultimate followed by the adverb. A fairly typical ordering of constituents with the exception of a clause final adverb. But the two pronouns together caught my attention. Did a little searching and found that this isn't unique.
Aeschylus Choephoroe 908
{Κλ.} ἐγώ σ' ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
Euripides Trag., Alcestis
Line 401
ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
ἐγώ σ' ἐγώ, μᾶτερ,
†καλοῦμαι ὁ σὸς ποτὶ σοῖσι πίτ-
νων† στόμασιν νεοσσός.
Euripides Trag., Andromacha .
Line 262
{Ερ.} ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ' ἐγώ σ' ἕδρας
ἐκ τῆσδ' ἑκοῦσαν ἐξαναστήσω τάχα·
τοιόνδ' ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
κρύψω, τὸ δ' ἔργον αὐτὸ σημανεῖ τάχα.
Euripides Trag., Andromacha
Line 514
{Πα.} ὤμοι μοι, τί πάθω; τάλας
δῆτ' ἐγὼ σύ τε, μᾶτερ.
Euripides Electra
Line 67
{Ηλ.} ἐγώ σ' ἴσον θεοῖσιν ἡγοῦμαι φίλον·
ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
Euripides Electra
Line post 1076
μόνην δὲ πασῶν οἶδ' ἐγὼ σ' Ἑλληνίδων,
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
εἰ δ' ἥσσον' εἴη, συννέφουσαν ὄμματα,
Ἀγαμέμνον' οὐ χρήιζουσαν ἐκ Τροίας μολεῖν.
Euripides Trag., Rhesus
Line 733b
{Ην.} ἰὼ ἰώ·
δύστηνος ἐγὼ σύ τ' ἄναξ Θρηικῶν·
ὦ στυγνοτάτην Τροίαν ἐσιδών,
οἷόν σε βίου τέλος εἷλεν.
Euripides Trag., Troiades
Line 1232
{Εκ.} τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σ' ἰάσομαι,
τλήμων ἰατρός, ὄνομ' ἔχουσα, τἄργα δ' οὔ·
τὰ δ' ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
Euripides Trag., Iphigenia Taurica
Line 803
{Ιφ.} ἐγώ σ' ἀδελφὸν τὸν ἐμόν; οὐ παύσηι λέγων;
τό τ' Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
Euripides Trag., Phoenisae
Line 700
{Ετ.} καὶ μὴν ἐγὼ σ' ἔχρηιζον εἰσιδεῖν, Κρέον·
πολλῶν γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς,
ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
Euripides Trag., Iphigenia
Line 477
ἐγώ σ' ἀπ' ὄσσων ἐκβαλόντ' ἰδὼν δάκρυ
ὤικτιρα καὐτὸς ἀνταφῆκά σοι πάλιν
καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
οὐκ ἐς σὲ δεινός, εἰμὶ δ' οὗπερ εἶ σὺ νῦν.
Sophocles Trag., Ajax
Line 112
{ΑΙ.} Χαίρειν, Ἀθάνα, τἄλλ' ἐγώ σ' ἐφίεμαι,
κεῖνος δὲ τείσει τήνδε κοὐκ ἄλλην δίκην.