Paul Derouda wrote:How did you actually find out clause-final νῦν is rare? Some program or site you use?
Method? Mostly observation. I just looked at 339 places where νῦν appears in Sophocles. Most of the clause finals where following an imperative. νῦν with the article is not an issue since it is substantive. We will see if I can post the results.
Sophocles Trag., Trachiniae
Line 90
Νῦν δ' ὡς ξυνίημ', οὐδὲν ἐλλείψω τὸ μὴ
πᾶσαν πυθέσθαι τῶνδ' ἀλήθειαν πέρι.
{ΔΗ.} Χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ' εὖ
πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
Sophocles Trag., Ajax
Line 269
{ΧΟ.} Τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
{ΤΕ.} Ἡμεῖς ἄρ' οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Line 1161
{ΤΕΥ.} Ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν
ἀνδρὸς ματαίου φλαῦρ' ἔπη μυθουμένου.
Line 1332
{ΟΔ.} Ἄκουέ νυν. Τὸν ἄνδρα τόνδε πρὸς θεῶν
μὴ τλῇς ἄθαπτον ὧδ' ἀναλγήτως βαλεῖν·
****Sophocles Trag., Oedipus tyrannus
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ
165
ὀρνυμένας πόλει
ἠνύσατ' ἐκτοπίαν φλόγα πήματος,
ἔλθετε καὶ νῦν.
{ΚΡ.} Εἰ μὲν λέγει τάδ', αὐτὸς οἶσθ'· ἐγὼ δὲ σοῦ
575
μαθεῖν δικαιῶ ταὔθ' ἅπερ κἀμοῦ σὺ νῦν.
1142
{ΑΓ.} Φέρ' εἰπὲ νῦν, τότ' οἶσθα παῖδά μοί τινα
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
1183
Ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις πέφασμαι φύς τ' ἀφ' ὧν οὐ χρῆν, ξὺν οἷς τ'
1185
οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ' οὐκ ἔδει κτανών.
Line 1521
{ΟΙ.} Ἀλλὰ θεοῖς γ' ἔχθιστος ἥκω.
{ΚΡ.} Τοιγαροῦν τεύξῃ τάχα.
{ΟΙ.} Φῂς τάδ' οὖν;
{ΚΡ.} Ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
{ΟΙ.} Ἄπαγέ νύν μ' ἐντεῦθεν ἤδη.
{ΚΡ.} Στεῖχέ νυν, τέκνων δ' ἀφοῦ.
{ΟΙ.} Μηδαμῶς ταύτας γ' ἕλῃ μου.
****Sophocles Trag., Electra
Line 411
{ΧΡ.} Μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
{ΗΛ.} Πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
{ΧΡ.} Ὃν ἔκταν' αὐτή· τοῦτο γὰρ λέξαι θέλεις.
{ΗΛ.} Ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ' ἤρεσεν;
{ΧΡ.} Ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί.
{ΗΛ.} Ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ' ἀλλὰ νῦν.
{ΧΡ.} Ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
{ΗΛ.} Εἴ μοι λέγεις τὴν ὄψιν, εἴποιμ' ἂν τότε.
{ΧΡ.} Ἀλλ' οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
{ΗΛ.} Λέγ' ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι
ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτού
****Sophocles Trag., Electra
Line 1435
{ΗΛ.} Ἐκ προαστίου
χωρεῖ γεγηθὼς – ⏑ – ⏑ – ⏑ –
{ΧΟ.} Βᾶτε κατ' ἀντιθύρων ὅσον τάχιστα,
νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ' ὡς πάλιν.
{ΟΡ.} Θάρσει, τελοῦμεν.
{ΗΛ.} Ἧι νοεῖς ἔπειγέ νυν.
{ΟΡ.} Καὶ δὴ βέβηκα.
{ΗΛ.} Τἀνθάδ' ἂν μέλοιτ' ἐμοί.
{ΧΟ.} Δι' ὠτὸς ἂν παῦρά γ' ὡς ἠπίως ἐννέπειν
πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
Sophocles Trag., Philoctetes
Line 613
δόλιος Ὀδυσσεὺς εἷλε, δέσμιόν τ' ἄγων
ἔδειξ' Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
ὃς δὴ τά τ' ἄλλ' αὐτοῖσι πάντ' ἐθέσπισε,
καὶ τἀπὶ Τροίᾳ πέργαμ' ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδ' ἐφ' ἧς ναίει τὰ νῦν.
Καὶ ταῦθ' ὅπως ἤκουσ' ὁ Λαέρτου τόκος
τὸν μάντιν εἰπόντ', εὐθέως ὑπέσχετο
τὸν ἄνδρ' Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθ' ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δ', ἄκοντα· καὶ τούτων κάρα
Sophocles Trag., Philoctetes
Line 958
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν,
ἀλλ' αὐανοῦμαι τῷδ' ἐν αὐλίῳ μόνος,
οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ' ὀρειβάτην
τόξοις ἐναίρων τοισίδ', ἀλλ' αὐτὸς τάλας
θανὼν παρέξω δαῖθ' ὑφ' ὧν ἐφερβόμην,
καί μ' οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τείσω τάλας
πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
Sophocles Trag., Philoctetes
Line 1273
{ΦΙ.} Δέδοικ' ἔγωγε. Καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα σοῖς πεισθεὶς λόγοις.
{ΝΕ.} Οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
{ΦΙ.} Τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξ' ἔκλεπτες πιστὸς ἀτηρὸς λάθρᾳ.
{ΝΕ.} Ἀλλ' οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν,
ἢ πλεῖν μεθ' ἡμῶν.
Sophocles Trag., Oedipus Coloneus
Line 336
{ΙΣ.} Σῇ, πάτερ, προμηθίᾳ.
{ΟΙ.} Πότερα πόθοισι;
{ΙΣ.} Καὶ λόγων γ' αὐτάγγελος
ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.
{ΟΙ.} Οἱ δ' αὐθόμαιμοι ποῖ νεανίαι πονεῖν;
{ΙΣ.} Εἴσ' οὗπέρ εἰσι· δεινὰ δ' ἐν κείνοις τὰ νῦν.
{ΟΙ.} Ὦ πάντ' ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις
φύσιν κατεικασθέντε καὶ βίου τροφάς·
Sophocles Trag., Fragmenta
Fragment 604, line 1
χρῆσται δέ σ' ἐνθένδ' αὖτις
et fortunatam Italiam frumento cānēre candido
Ἰλλυρὶς γονή
Καρχηδόνος δὲ κράσπεδ', ἣν ἀσπάζομαι
σιλφίου λειμών
καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν
ἦλθεν δὲ Δαὶς θάλεια, πρεσβίστη θεῶν
οὐδὲν ἡ τάλαινα δοῦσα τοῦ ταριχηροῦ γάρου
ἄμαλλαι
κνημοῦ μελίνης
ὀρίνδην (ἄρτον)
Sophocles Trag., Oedipus Coloneus
Line 1038
ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.
Νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι
δοκεῖ λελέχθαι χὤτε ταῦτ' ἐμηχανῶ;
{ΚΡ.} Οὐδὲν σὺ μεμπτὸν ἐνθάδ' ὢν ἐρεῖς ἐμοί·
οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ' ἃ χρὴ ποεῖν.
{ΘΗ.} Χωρῶν ἀπείλει νῦν· σὺ δ' ἡμίν, Οἰδίπους,
ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
ἢν μὴ θάνω 'γὼ πρόσθεν, οὐχὶ παύσομαι
πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.
{ΟΙ.} Ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν
καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.
Sophocles Trag., Oedipus Coloneus
Line 932
οὔθ' εἷλκον οὔτ' ἂν ἦγον, ἀλλ' ἠπιστάμην
ξένον παρ' ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
Σὺ δ' ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
τὴν αὐτὸς αὐτοῦ, καί σ' ὁ πληθύων χρόνος
γέρονθ' ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
Εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
τὰς παῖδας ὡς τάχιστα δεῦρ' ἄγειν τινά,
εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι
τῷ νῷ θ' ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.
{ΧΟ.} Ὁρᾷς ἵν' ἥκεις, ὦ ξέν'; ὡς ἀφ' ὧν μὲν εἶ
Sophocles Trag., Oedipus Coloneus
Line 565
Δίδασκε· δεινὴν γάρ τιν' ἂν πρᾶξιν τύχοις
λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,
ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,
ὥσπερ σύ, χὤς τις πλεῖστ' ἀνὴρ ἐπὶ ξένης
ἤθλησα κινδυνεύματ' ἐν τὠμῷ κάρᾳ·
ὥστε ξένον γ' ἂν οὐδέν' ὄνθ', ὥσπερ σὺ νῦν,
ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ
ἔξοιδ' ἀνὴρ ὢν χὤτι τῆς ἐς αὔριον
οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.
{ΟΙ.} Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
παρῆκεν ὥστε βραχέ' ἐμοὶ δεῖσθαι φράσαι
C. Stirling Bartholomew