Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by Vladimir »

Πρότερον μὲν τὰς βίβλους τῶν βασιλείων ἀναγινώσκων οὐκ ἐνεθυμούμην ποτὲ τὸ ἐρώτημα τοῦτο, νῦν δὲ συνίημι ὅτι οὐκ οἶδα τὴν ἀπόκρισιν. Διὰ τί ἀπεβαλεν μὲν ὁ Θεὸς τὸν Σαοὺλ τῆς βασιλείας αὐτὸν στερίσκων, τῷ δὲ Δαυίδ ἀφῆκε τὰς ἁμαρτίας αὐτοῦ; Μὴ δεινοτέρα ἡ τοῦ Σαοὺλ ἀπείθεια ἦν ἢ ἡ μοιχεία τοῦ Δαυίδ;

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by bedwere »

Ἡ ἁμαρτία τοῦ Σαοὺλ καὶ ἡ τοῦ Δαυίδ διαφέρουσιν. Ἡ μὲν τοῦ Δαυίδ κατὰ ἀνθρώπου ἦν, ἡ δὲ τοῦ Σαοὺλ εὐθὺς κατὰ τοῦ Θεοῦ. Διὰ τοῦτο οὖν δεινοτέρα μοί γε δοκεῖ ἡ τοῦ Σαούλ. Ἀλλὰ καὶ οἱ δυὸ ἄνθρωποι διαφέρουσιν. Ὁ μὲν γὰρ Δαυίδ μετανοήσας τὴν ἁμαρτίαν αὐτοῦ εἶπεν· ἐλέησόν με ὁ Θεός κ.τ.λ., ὁ δὲ Σαοὺλ οὔ. Εἰ δὲ ὁ Σαοὺλ μετενόησε, ἀφῆκε ἂν ὁ Θεὸς τὴν ἁμαρτίαν αὐτοῦ.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by Markos »

χαῖρε φίλε Βλάδιμήρ! καὶ σύ, φίλτατε Ροβέρτο!

καλὸν μὲν οὖν ἐρώτημα, δύσκολὸν δε. ἡ γὰρ γραφὴ (1 Σαμ. 13:14) λέγει περὶ τοῦ Δαυίδ ὅτι ἄνθρωπος κατὰ τὴν τοῦ Θεοῦ καρδίαν ἐστίν. ἀλλὰ διὰ τί? οὐκ οἶδα. μόνον Θεὸς οἶδε. εἰκὼν χάριτος τούτ' ἐστιν.

ἡμεῖς μὲν οὐκ ἐξαιροῦμεν τὸν Θεόν, ὁ δὲ Θεὸς ἡμᾶς!

ἔρρωσθε, φίλοι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by Vladimir »

bedwere wrote:Ἡ ἁμαρτία τοῦ Σαοὺλ καὶ ἡ τοῦ Δαυίδ διαφέρουσιν. Ἡ μὲν τοῦ Δαυίδ κατὰ ἀνθρώπου ἦν, ἡ δὲ τοῦ Σαοὺλ εὐθὺς κατὰ τοῦ Θεοῦ.
Διὰ τί οὐκ ἔξην τῷ Σαοὺλ ὁλοκαύτωσιν ποιῆσαι; Ὑστέρησε γὰρ ὁ Σαμουὴλ καὶ διεσπάρη ὁ λαὸς τοῦ Σαοὺλ ἀπ' αὐτοῦ. Μὴ διὰ τὸ μὴ εἶναι τὸν Σαοὺλ ἱερεύς; Ἀλλ' οὐδὲ ὁ Σαμουὴλ ἱερεὺς ἦν.
Ὁ μὲν γὰρ Δαυίδ μετανοήσας τὴν ἁμαρτίαν αὐτοῦ εἶπεν· ἐλέησόν με ὁ Θεός κ.τ.λ., ὁ δὲ Σαοὺλ οὔ.

Διὰ τί, φίλε, νομίζεις τὸν Σαοὺλ μὴ μετανοῆσαι; Αὺτὸς γὰρ λέγει τῷ Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ῥῆμά σου, καὶ νῦν ἄρον τὸ ἁμάρτημά μου κτλ.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by bedwere »

Τί λέγουσιν οἱ τῆς ἐκκλησίας πατέρες;

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by Vladimir »

Ἐξήτασα τὰς Ἰωάννου τοῦ Χρυσοστόμου ὁμιλίας περὶ τοῦ Σαὺλ καὶ Δαυίδ· λέγει μόνον ὅτι ὁ Δαυὶδ πραϋς ἦν καὶ πρέπει ἡμᾶς μιμηταὶ αὐτοῦ γίνεσθαι κτλ.

User avatar
bedwere
Global Moderator
Posts: 5111
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California
Contact:

Re: Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by bedwere »

Ἆρα ὑπάρχει βίβλος τις τὰ τῶν πατρῶν ὑπομνήματα ἔχουσα ὡς τὸ Glossa ordinaria ἐν τῇ Ῥωμαϊκῇ; Οἶδα μὲν ταῦτα τὰ περὶ τὴν καινὴν διαθήκην βιβλία, οὐ δὲ περὶ τὴν παλαιᾶν εὕρηκα.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τοῦ Σαοὺλ καὶ Δαυίδ

Post by Vladimir »

Ἐν Λουτεκίᾳ ἐν ἀποθύκῃ τινὶ εἷδόν ποτε δεσμοὺς τῶν πατέρων ἑρμηνευόντων πάντα τὰ ἅγια βιβλία τῆς παλαιᾶς τε καὶ καινῆς διαθήκης γραφέντας γαλλιστὶ ἢ βρεταννιστί.

Post Reply