Textkit Logo

Περὶ προσευχῆς τινος

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.

Περὶ προσευχῆς τινος

Postby Vladimir » Sun Dec 08, 2013 5:11 pm

Ἐν μὲν τῷ ἑλληνικῷ προσευχηταρίῳ μου προσευχή ἐστι ποιτικὴν μορφὴν ἔχουσα, τῆς δὲ ποιήσεως καλῆς οὔσης οὐ μέντοι καταλαμβάνω τὴν πάσων φράσεων δύναμιν· εἰ ὑμῖν δοκεῖ, φίλοι, ὠφελήσατέ με. Ἡ δὲ προσευχή ἐστιν αὕτη·

Παναγία Παρθένε, βοήθησον,
εἰς τὴν σὴν παρρησίαν γὰρ πάρεστιν.
Οὐ καιρὸς μετανοίας νῦν, ἄθλιε,
ἀλλὰ ανταποδόσεως ἔστηκεν.
Μετανοίας ἀργοῦσι τὰ δάκρυα,
τῶν κολάσεων δὲ περισσεύουσι.
Στεναγμοὶ ἐπιστροφῆς οὐκ ἀκούονται,
ὀδυρμός γὰρ καὶ θρῆνος αἰώνιος.
Ἡ παράκλησις ἄρτι ἠσθένισεν,
ἡ γὰρ κρίσις ἀνίλεως πράττεται.
Ἀλλὰ ἄπελθε, λάβε τῶν ἔργων σου
τὴν πικρὰν καὶ δεινὴν ἀνταπόδοσιν.
Κατακαίου ὡς ὕλη ἀκάθαρτος
ἀναφλέγων πυρὰν τῆς κολάσεως.
Καὶ πορεύου γενέσθαι κατάβρωμα
ἀκοιμήτου πυρὸς, πικροῦ σκώληκος.
Ὡς τοῦ σκότους υἱὸς κατατρύφησον
αἰωνίζοντα ζόφον, ὡς ἔπραξας.
Ἐπαπόλαυσον μέλανα πρόσωπα
ἐπειδὴ ἐβδελὐξω φῶς ἄδυτον.
Ἐκεῖ ἔσται κλαυθμὸς ἀκατάπαυστος
καὶ βρυγμὸς τῶν ὀδόντων ἐπόδυνος.
Ὁ Θεὸς ἐλεήμων μὴ δώσῃς μοι
τῶν τοιούτων κατάκρισιν δέομαι.
Ἀλλὰ πρὶν παραστῶ σου τῷ βήματι,
τῶν σφαλμάτων παράσχου μοι ἄφεσιν.
Ἱκεσίαις Μητρὸς τῆς τεκοὐσης σε,
τῶν ἁγίων σου πάντων, φιλάνθρωπε.
Ὁτι πρέπει σοι πᾶσα προσκύνησις,
δόξα δὲ καὶ τιμὴ εἰς αἰῶνας. Ἀμήν.

Τὸ πρῶτον μὲν οὖν ἐρώτημά μου τοῦτο ἐστιν· τίς ἢ τί πάρεστιν, ἡ Θεοτόκος ἢ οὔ; Τὸ δεῦτερον δέ· τί σημαίνει παρεῖναι εἰς παρρησίαν τινός; Ἔχω καὶ ἄλλοι ἐρωτήματα.
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby bedwere » Sun Dec 08, 2013 10:57 pm

Χαῖρε, ὦ Βλαδίμηρε. Ἴσως τὸ "εἰς τὴν σὴν παρρησίαν γὰρ πάρεστιν" σημαίνει ὅτι ἔξεστι τῇ παναγίᾳ Θεοτόκῳ βοηθεῖν ἡμῖν.
User avatar
bedwere
Textkit Enthusiast
 
Posts: 515
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Sun Dec 08, 2013 11:41 pm

Καὶ σὺ χαῖρε, ὦ ἀδελφέ.
Διὰ τί οὖν οὐ λὲγει ὁ ποιητὴς πάρει ἀλλὰ πάρεστιν; Προσαγορεύει μὲν γὰρ τὴν Θεοτόκον. Λέγει δὲ καὶ εἰς τὴν σὴν παρρησίαν, τοῦτ΄ἔστι προσαγορεύει τις τὸν ποιητήν;
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby bedwere » Mon Dec 09, 2013 1:34 am

Νομίζω, ὦ βέλτιστε, ὅτι οὐκ ἀκριβῶς ἔγραψα. Ἐλπίζω δὲ τάδε δηλότερα ἔσεσθαι. Τὸ γὰρ "πάρεστιν" ῥῆμα ἀπρώσοπόν ἐστιν·

εἰς τὴν σὴν παρρησίαν γὰρ πάρεστιν.
τῇ σῇ, ὦ Θεοτόκε, ἐξουσίᾳ πρέπει.

Τί πάρεστιν; Τί πρέπει; Τὸ βοηθεῖν ἡμῖν. Ἆρα ὡμολογεῖς, ὦ φίλε;
User avatar
bedwere
Textkit Enthusiast
 
Posts: 515
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Mon Dec 09, 2013 12:58 pm

bedwere wrote: Ἆρα ὡμολογεῖς, ὦ φίλε;

Ναί, νῦν μὲν γὰρ συνίημι τοῦτο, εὐχαριστῶ σοι. Ἀμελὴς γάρ εἰμι καὶ οὐκ εἶδον τὴν δύναμιν ταύτην τοῦ πάρειμι ἐν τῷ λεξικῷ μου. Ἄλλη δὲ ἐρώτησίς μου αὔτη ἐστίν· τί σημαίνει τῶν κολάσεων δὲ περισσεύουσι; διὰ τί χρᾶται ὁ ποιητὴς τῇ γενικῇ ταύτῃ; Ἄρα σημαίνει τοῦτο ὅτι τἀ δάκρυα τῶν κολάσεων τοῦτ΄ἔστι διὰ τὰς κολἀσεις γινόμενοι περισσεύουσι;
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby bedwere » Mon Dec 09, 2013 6:02 pm

Δοκεῖ μοί γε, ὦ Βλαδίμηρε, ὅτι τάδε ὁ ποιητὴς σημαίνει.
Τὰ δὲ δάκρυά ἐστιν τοῖς ἀνθρώποις τοῖς μὲν τῆς μετανοίας ἀργοῦσιν, τοῖς δὲ κολάσεων περισσεύουσιν. Δεῖ γὰρ νῦν τούτους τοὺς ἀνθρώπους κλαίειν ὅτι ἀργοὶ ὄντες οὐκ μετενόησαν τῶν ἁμαρτιῶν καὶ διὰ τοῦτο κολάζονται εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἆρα καλῶς συνίημι;
User avatar
bedwere
Textkit Enthusiast
 
Posts: 515
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Περὶ προσευχῆς τινος

Postby mwh » Mon Dec 09, 2013 7:46 pm

χαίρετε ὧ φίλοι φιλολογοῦντες –
καὶ ἐγὼ βουλοίμην ἂν ἐρωτᾶν τι, εἴ μ’ ἐᾶτε, περὶ ἐκείνων τῶν στίχων οὕτω σκληρῶς καὶ ἀπαραιτήτως ἐχόντων "οὐ καιρὸς μετανοίας νῦν ἄθλιε" κτλ ἕως τοῦ "ἐπειδὴ ἐβδελύξω τὸ φῶς ἄδυτον", πῶς προσαρμόζουσι τῇ τῆς εὐχῆς ἀρχῇ. οὐκέτι γὰρ ἡ Θεοτόκος ἀλλ’ ἄθλιός τις προσαγορεύεται (δηλονότι ὁ οὐκ ἐπὶ ταῖς ἁμαρτιαῖς ἤδη μετανοήσας ἐπὶ τὴν κρίσιν εἰληλυθώς, ἢ οὔ;), κατ’ ἀποστροφὴν πανὺ αἰφνίδιον οὖσαν καὶ ἀπροσδόκητον. ἆρ’ οὖτοι ἐξ ἄλλου τινὸς τόπου παρειλημμένοι ὄντες τυγχάνουσιν; ἢ πῶς ἂν τοῦτο ἐξηγήσαισθε;
mwh
Textkit Enthusiast
 
Posts: 576
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Tue Dec 10, 2013 1:20 pm

bedwere wrote:Ἆρα καλῶς συνίημι;

Οὐκ ἔστιν ὁ ἐγὼ εἶπον;
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Tue Dec 10, 2013 1:24 pm

mwh wrote: ἢ πῶς ἂν τοῦτο ἐξηγήσαισθε;

Νομίζω τοῦτο τοῦ Θεοῦ λόγους εἶναι.
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby mwh » Tue Dec 10, 2013 3:56 pm

πολλην σοι χαριν εχω ταυτην την αποκρισιν αποδοντι. ει μη ο Θεος αυτος, αρα δυναιτ’ αν ειναι ο λεγων ο Πετρος; η τουτο ουκ αν ειη κατα τα σα δογματα;

αλλ ω φιλοι ο εδοκει μοι ατοπον τι εστι μαλλον τουτο, οτι ου προδεδηλωται εν τη ευχη αυτη οτι ενταυθα αρχεται λεγων αλλος τις, ουδε τίς εστιν ο λεγων. εξαιφνης γαρ και απροσδοκητως φαινεται λεγων ουχ ο ευχομενος αυτος, ως εν τοις προτεροις στιχοις, αλλ ετερος τις, ειτε ο Θεος ειτ αλλος τις. αὑτη δη η αποστροφη πανυ ατοπος ουσα (ως εμοιγε δοκει) εστι μοι το ζητουμενον. αρ’ υπολαβωμεν τον ευχομενον εκεινους τους λογους ουτω δεινους ακουοντα προς εαυτον λεγομενους, ωσανει αυτος ειη ο προσαγορευομενος αθλιος; η τί αλλο; δραματικον γαρ εστι και μιμητικον θαυμαστον ως.
mwh
Textkit Enthusiast
 
Posts: 576
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Περὶ προσευχῆς τινος

Postby bedwere » Tue Dec 10, 2013 6:19 pm

Χαῖρε, ὦ φίλτατε Βλαδίμηρε.

Διδόιης ἂν ἡμῖν τὸν ΙΣΒΝ ἀριθμὸν τὸν τοῦ πρεσευχηταρίου σου; Ἐπιθυμῶ γὰρ ἀγοράζειν αὐτό. Χάριν δὴ ἔχω σοι.

Ἔρρωσο,

Βεδεῦρος.
User avatar
bedwere
Textkit Enthusiast
 
Posts: 515
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Tue Dec 10, 2013 8:02 pm

bedwere wrote:Διδόιης ἂν ἡμῖν τὸν ΙΣΒΝ ἀριθμὸν τὸν τοῦ πρεσευχηταρίου σου; Ἐπιθυμῶ γὰρ ἀγοράζειν αὐτό.

Ἁγίου Νεκταρίου Πενταπόλεως προσευχητάριον κατανυκτικόν, ΙΣΒΝ Ϡοη΄ Ϡξ΄ ˏζυζ΄ κδ΄ ε΄.
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Tue Dec 10, 2013 9:37 pm

mwh wrote:πολλην σοι χαριν εχω ταυτην την αποκρισιν αποδοντι. ει μη ο Θεος αυτος, αρα δυναιτ’ αν ειναι ο λεγων ο Πετρος; η τουτο ουκ αν ειη κατα τα σα δογματα;

Oὐκ ἔστι τοῦτο κατ΄ἐμὲ ἀμφισβήτημα περὶ δογμάτων τινῶν, ἀλλ΄οἶμαι τοῦτο τὸ εἶδος σπάνιον ἐν τῇ Ἀνατολῇ εἶναι.

αλλ ω φιλοι ο εδοκει μοι ατοπον τι εστι μαλλον τουτο, οτι ου προδεδηλωται εν τη ευχη αυτη οτι ενταυθα αρχεται λεγων αλλος τις, ουδε τίς εστιν ο λεγων. εξαιφνης γαρ και απροσδοκητως φαινεται λεγων ουχ ο ευχομενος αυτος, ως εν τοις προτεροις στιχοις, αλλ ετερος τις, ειτε ο Θεος ειτ αλλος τις.

Ἴσως οὗτός ποιητικός τις μέθοδος.
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby mwh » Wed Dec 11, 2013 3:19 pm

ευχαριστω σοι.
mwh
Textkit Enthusiast
 
Posts: 576
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Wed Dec 11, 2013 3:56 pm

Ὥσπερ εὐθὺς ἐν τῷ ψαλμῷ Ϙ΄ ταὐτὰ ὁρῶμεν, οὐ γὰρ ῥᾳδιόν ἐστι καταλαβεῖν παραχρῆμα τίς ἐστιν ὁ λέγων.
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby mwh » Wed Dec 11, 2013 10:37 pm

τον ψαλμον εις ον αναφερεις ουκ οιδα οτι ηυρηκα. τις εστιν η αρχη?
mwh
Textkit Enthusiast
 
Posts: 576
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Περὶ προσευχῆς τινος

Postby Vladimir » Wed Dec 11, 2013 11:17 pm

mwh wrote:τον ψαλμον εις ον αναφερεις ουκ οιδα οτι ηυρηκα. τις εστιν η αρχη?

Ὁ κατοικω̃ν ἐν βοηθεία̨ του̃ ὑψίστου ἐν σκέπη̨ του̃ θεου̃ του̃ οὐρανου̃ αὐλισθήσεται.

Ἄρα εὕρες νῦν;
Vladimir
Textkit Member
 
Posts: 108
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Περὶ προσευχῆς τινος

Postby mwh » Wed Dec 11, 2013 11:58 pm

νυν ηυρηκα, ω φιλε. αλλα ταυτα διαφορα εστιν, ου κατ’αναλογον. επι μεν γαρ του ψαλμου ο λεγων δηλος εστιν ο ψαλμιστης αυτος, ουδε μεταλλασσεται το προσωπον αλλ’ ο αυτος διατελει ων απο της αρχης εως του τελους. εν δε ταις ευχαις τον λεγοντα προσδεχομεθα εσεσθαι αυτον τον ευχομενον (ωσπερ εν τοις ψαλμοις αυτον τον ψαλμιστην), αλλα δη εν ταυτη εντυγχανομεν ετερω τινι μετα τους πρωτους δυο στιχους εμπιπτοντι, και ταυτα ουδ εισαγομενω.
mwh
Textkit Enthusiast
 
Posts: 576
Joined: Fri Oct 18, 2013 2:34 am


Return to The Agora

Who is online

Users browsing this forum: No registered users and 3 guests