Περὶ τῶν ἐν τῇ Οὐκρανίᾳ πραγμάτων

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Περὶ τῶν ἐν τῇ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Οὐκ οἶδα, φίλοι, εἰ ἐπίστασθε τὰ νῦν ἐν τῇ Οὐκρανίᾳ ἥ ἐστιν ἡ πατρίς μου. Οἱ γὰρ ἄρχοντες οἱ Οὐκρανικοὶ ἀεὶ ἔλεγον ὅτι θέλουσι τὴν Οὐκρανίαν κοινωνὸν τῆς Εὐροπίας Συστάσεως γενέσθαι· οὐ μέντοι ὑπέγραψεν ὡς ἔμελλεν ὁ πρόεδρος ἡμῶν Βίκτωρ Ἰανουκόβικος ἐν Βίλνῳ τὰς σπονδὰς σὺν τῃ ΕΣ. Ἡ δὲ δημοσία αἰτία ἐστίν ὅτι αἱ συνθήκαι αἱ τῆς κοινωνίας ταύτης τῃ Οὐκρανίᾳ ὠφέλιμαι οὐκ εἰσίν. Διὰ τοῦτο ἐν Κιέβῳ, τοῦτο γὰρ μητρόπολις ἐστι, μεγάλοι μὲν σύλλογοι εἰσι, τύπτονται δὲ οἱ ἄνθρωποι ὑπὸ τῶν φυλάκων.
Last edited by Vladimir on Thu Jul 17, 2014 7:56 pm, edited 1 time in total.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

Μᾶρκος τῷ Βλάδιμιρ χαίρειν πλεῖστα κελεύω ἑν τοῦ Ἰησοῦ όνόματι.

χάριν ἔχω ὑπὲρ τῶν καλῶν λόγων παρά σου περὶ τῆς σῆς παρτίδος. νομίζω δὲ ὅτι ὁ ἄρχων σου (λέγω δὴ τὸν Βίκτωρα Ἰανουκόβικον) φοβεῖται τὴν Ῥυσσίαν. ὁ δὲ Πῦτιν (λέγω δὴ τὸν τῆς Ῥυσσίας ἄρχοντα) οὐ θέλει τὴν Οὐκρανίαν κοινωνὸν τῆς Εὐροπίας Συστάσεως γενέσθαι. ἀλλὰ ὁ δῆμος θέλει οὕτως. ἐν ἀπορία οῦν ὁ Ἰανουκόβικός ἐστιν.

τί δὲ νομίζεις σὐ. τί σοι δοκεῖ? θέλεις τὴν πατρίδα γίνεσθαι φίλον τῇ Εὐροπίᾳ ἢ τῷ Ῥυσσίᾳ? θέλω γὰρ ἀκούειν τὴν γνώμην τοῦ Βλάδιμιρ! γράφε μοι!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Markos wrote: τί δὲ νομίζεις σὐ. τί σοι δοκεῖ? θέλεις τὴν πατρίδα γίνεσθαι φίλον τῇ Εὐροπίᾳ ἢ τῷ Ῥυσσίᾳ?
Ἐγὼ δ΄οὐ βούλομαι τὴν Οὐκρανίαν κοινωνὸν τῆς ΕΣ γενέσθαι, οὐ γὰρ τηρεῖ ἡ νῦν Εὐρώπη τᾶς τοῦ Χριστοῦ ἐντολὰς οὐδὲ χριστιανή ἐστιν· οὐδὲ θέλω αὐτὴν ἐν συστάσει τινὶ μετὰ τῆς Ῥωσσίας εἶναι. Ἀλλ΄ὀφείλει κατ΄ἐμὲ ἡ Οὐκρανία ἐαυτὴν μἐσην φυλάττειν πάσας τὰς πλήσιον χώρας ὡς φίλους ἔχουσα. Ἄρα δύνατον τοῦτ΄ἐστι κατά σε;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

Vladimir wrote:
Markos wrote: τί δὲ νομίζεις σὐ. τί σοι δοκεῖ? θέλεις τὴν πατρίδα γίνεσθαι φίλον τῇ Εὐροπίᾳ ἢ τῷ Ῥυσσίᾳ?
Ἐγὼ δ΄οὐ βούλομαι τὴν Οὐκρανίαν κοινωνὸν τῆς ΕΣ γενέσθαι, οὐ γὰρ τηρεῖ ἡ νῦν Εὐρώπη τᾶς τοῦ Χριστοῦ ἐντολὰς οὐδὲ χριστιανή ἐστιν· οὐδὲ θέλω αὐτὴν ἐν συστάσει τινὶ μετὰ τῆς Ῥωσσίας εἶναι. Ἀλλ΄ὀφείλει κατ΄ἐμὲ ἡ Οὐκρανία ἐαυτὴν μἐσην φυλάττειν πάσας τὰς πλήσιον χώρας ὡς φίλους ἔχουσα. Ἄρα δύνατον τοῦτ΄ἐστι κατά σε;
πῶς γὰρ οὔ? ζητῶ τε καὶ ἐπιθυμῶ, φέριστε, ἃ σὺ βούλῃ. ἔγωγε βούλομαι τὴν Οὐκρανίαν ἐλευθερίαν ἔχειν καὶ εἰρήνην τε τροφὴν πολλήν. γένοιτο δὴ σὺν Θεῷ!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Markos wrote: νομίζω δὲ ὅτι ὁ ἄρχων σου (λέγω δὴ τὸν Βίκτωρα Ἰανουκόβικον) φοβεῖται τὴν Ῥυσσίαν.
Ὁ Ποῦτιν ἔχει δηλαδὴ ῥόπην πρὸς τὸν Ἰανουκόβικον. Διὰ τί μέντοι οἴει ὅτι φοβεῖται ὁ ἡμέτερος πρόεδρος τἠν Ῥωσσίαν;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

Vladimir wrote:Ὁ Ποῦτιν ἔχει δηλαδὴ ῥόπην πρὸς τὸν Ἰανουκόβικον. Διὰ τί μέντοι οἴει ὅτι φοβεῖται ὁ ἡμέτερος πρόεδρος τἠν Ῥωσσίαν;
κατά με, δεῖ πάντας φρωνιμοὺς ἀνθρώπους φοβεῖσθαι τὸν Ποῦτον. ἄπιστος γὰρ ἐστιν. τὴν δὲ δύμανιν ζητεῖ ἢ ἐν τῇ βίᾳ ἢ ἐν τῷ δόλῳ. νομίζω οὖν ὅτι ὁ Ἰανουκόβρικος φοβεῖται ὅτι εἰ ἡ Οὐκράνια γένηται κοινωνὸς τοῦ ΝΑΤΟ, πόλεμος κατὰ τῆς Ῥυσσίας ἔσται. τινῶν δὲ χωρῶν Οὐκρανιῶν ἐπιθυμεῖ ὁ Ποῦτιν. φοβερὸς μὲν γὰρ φίλος ὁ Ποῦτίν ἐστιν, φοβερότερος δὲ πολέμιος!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Markos wrote: κοινωνὸς τοῦ ΝΑΤΟ
:) Νομίζω μὲν τὸ NATO ἑλληνιστὶ τὴν τῶν τῆς Βορείας Ἀτλαντικῆς Σπονδῶν Σύστασιν τοῦτ΄ἔστι ΒΑΣΣ εἶναι. Θὲλω δὲ καὶ εἰπεῖν ὅτι ἡ τῆς ΕΣ κοινωνία οὐκ ἔχει ἀναγκαίως ὡς τἐλος τὴν κοινωνίαν τὴν τῆς ΒΑΣΣ.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

Vladimir wrote:Θὲλω δὲ καὶ εἰπεῖν ὅτι ἡ τῆς ΕΣ κοινωνία οὐκ ἔχει ἀναγκαίως ὡς τἐλος τὴν κοινωνίαν τὴν τῆς ΒΑΣΣ.
σαφῶς μὲν εἶπες, φίλε, σοφῶς δέ. ἡ γὰρ ΕΣ καὶ ἡ ΒΑΣΣ οὔκ ἔστιν τὸ αὐτό. ἡ μὲν γάρ ἐστιν περὶ τροφῆς καὶ χρημάτων, ἡ δὲ περὶ πολέμου.

ἐρώτημα δὲ ἔχω σοι. τί λέγεται Ἑλληνιστὶ, ὦ κράτιστε Βλάδιμιρ, τὸ "Eurozone?"
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Markos wrote: ἐρώτημα δὲ ἔχω σοι. τί λέγεται Ἑλληνιστὶ, ὦ κράτιστε Βλάδιμιρ, τὸ "Eurozone?"
Ῥᾳδιώτερον ἐστι τοῦτο μεταφρᾶσαι, ὦ φίλε Μάρκε, ἢ τὸ "NATO", δυνάμεθα γὰρ εἰπεῖν "ἡ Εὐροπία ζώνη" ἢ νέον τι λὀγον εὑρεῖν περιληπτὸν μέντοι τοῖς ἀρχαίοις Ἕλλησιv αὐτίκα "ἡ Εὐροζώνη".

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

Vladimir wrote:"ἡ Εὐροζώνη"...
καλῶς εἶπας, φέριστε! πρὶν δὲ νῦν, ἔγωγε οὐκ ἐγίγνωσκον ὅτι ἐκ τοῦ Ἑλληνικοῦ "ζώνη" ἔρχεται τὸ Βρεττανικὸν "zone."

διὰ τοῦτο, νῦν γελοῖον ποιήσω.

στενάζει δὴ ἡ Εὐρόπη, τῆς Εὐροζώνης στενῆς οὔσης!

κατέλαβες αὐτό?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Ναί, κατέλαβον ταύτην τὴν τῶν λόγων παιδιάν. :)

Σήμερον ἡ τῆς Οὐκρανίας μεγίστη βουλὴ οὐκ ἐδυνήθη τοὺς ἐπὶ τῶν πραγμάτων ἀποπέμψαι. Οἶδας τὴν αὶτίαν;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

Vladimir wrote: Σήμερον ἡ τῆς Οὐκρανίας μεγίστη βουλὴ οὐκ ἐδυνήθη τοὺς ἐπὶ τῶν πραγμάτων ἀποπέμψαι. Οἶδας τὴν αὶτίαν;
οὒκ οἶδα τὴν αἰτίαν. μόνον τοῦτο οἶδα, ὅτι σχίσματά εἰσι. κατὰ τὴν σὴν γνώμην, ἄρα ὁ δῆμος θέλει καινοὺς ἄρχοντας ἢ οὔ? ἀποκρίνου με θέλοντα εἰδέναι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Markos wrote: κατὰ τὴν σὴν γνώμην, ἄρα ὁ δῆμος θέλει καινοὺς ἄρχοντας ἢ οὔ? ἀποκρίνου με θέλοντα εἰδέναι.
Πρῶτον μὲν συγγνώμην ἔχε, Μάρκε, ἴσως γὰρ ἀσαφῶς ἔφρασα· οὐ γὰρ εἶπον περὶ πάντων ἀρχόντων, ἀλλὰ μόνον περὶ τῶν λογοθετῶν. Διὸ ἔδει με εἰπεῖν ὅτι οὐκ ἐδυνήθη ἡ μεγίστη βουλὴ τὴν τῶν λογοθετῶν βουλὴν ἀναλῦσαι.
Δεύτερον δ΄ἐρῶ τι καὶ ὑπὲρ τῆς τοῦ δήμου γνώμης. Ὁ γὰρ δῆμος ἡμῶν διέστηκε· οἱ μὲν πρὸς τὴς Εὐρόπης οἱ δὲ πρὸς τῆς Ῥωσσίας εἰσίν. Οἱ πλείστοι δὲ δυσαρεστοῦσι τῇ οἰκονομικῇ καταστἀσει μεμφόμενοι τῷ προέδρρῳ καὶ τῷ μεγἀλῳ λογοθέτῃ.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

σήμερον βλέπω τὸν δῆμον ἐχόνμενον τὴν ἐν Κιὲβ τράπεζαν τὴν μεγάλην. χρήματα γὰρ θέλει καὶ ἐργασίας.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Ποῖαν τράπεζαν ἒν Κιέβῳ ἔχουσι;

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

Vladimir wrote:Ποῖαν τράπεζαν ἒν Κιέβῳ ἔχουσι;
χαῖρε, φίλε!

τοῦτο δή φημι:
New York Times wrote:
On Wednesday, the demonstrators who have laid siege to public buildings in the rattled Ukrainian capital expanded their protest, blockading the central bank, setting up tents and lighting bonfires on the sidewalk outside.
τὸ γὰρ "τράπεζα" σημαίνει τὸν τῶν χρημάτων τόπον.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Νῦν συνίημι, ἔλεγες γὰρ περὶ τοῦ ἀποτειχίζειν τοὺς ἀνθρώπους τὴν τράπεζαν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

New York Times wrote:
Carrying religious icons and singing hymns, the group of about a thousand Orthodox Christian supporters of President Viktor F. Yanukovich filed out of a monastery and marched to a city park.

Marchers said they favored allegiance to Russia rather than Europe because Russia more closely matches the cultural and religious heritage of Ukraine, once part of the Soviet Union. They intend to draw attention to what they characterize as overly liberal European social values, they said.
ἀξιόλογον τούτ' ἐστιν. ἐν γὰρ μὲν Εὐρόπῃ, λίαν ἀσθενές ἐστιν τὸ τοῦ Χρισοῦ εὐαγγέλιον. ἐν δὲ Ῥωσσίᾳ τε καί Ἀμερίκᾳ, ἔτι ἰσχυρόν ἐστιν. λέγουσιν δέ τινες ὅτι ἐκ Εὐρόπης ἐλεύσεται ὁ ἀντίχριστος. τοῦτο δὲ ἔγωγε οὒκ οἶδα. μόνος Θεὸς οἶδε. προσεύχομαι οὖν ὑπὲρ τῶν 'Υκρανιῶν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Markos wrote: ἐν γὰρ μὲν Εὐρόπῃ, λίαν ἀσθενές ἐστιν τὸ τοῦ Χρισοῦ εὐαγγέλιον. ἐν δὲ Ῥωσσίᾳ τε καί Ἀμερίκᾳ, ἔτι ἰσχυρόν ἐστιν.
Ἐν τῃ Ῥωσσίᾳ πολλοὶ μὲν ναοὶ οἰκοδομοῦνται, ὀλίγοι δὲ οἱ θἐλοντες λειτουργίας φοιτᾶν. Οὐ γὰρ οἶμαι τὸ εὐαγγέλιον ἐκεῖ ἰσχυρὸν εἶναι, ἀλλὰ τὴν Ὀρθοδόξην Ἐκκλησίαν ὅτι ὠφελεῖ τὴν ἐξουσίαν καὐτὴ ὠφελεῖται ὑπ΄αὐτήν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Τί γίνεται! Ἀποτειχίζει γὰρ ὁ δῆμος ἐν Κιέβῳ πάντα τῶν ἀρχῶν οἰκοδομήματα, διὰ τοῦτο οὐ δύνανται ἀρχὴν ἄρχειν οἱ λογοθέται οὐδὲ ὁ πρόεδρος. Καὶ ἡ μεγίστη βουλὴ ἀποτειχίζεται ὑπὸ τῶν ἐναντίων ἔτι διὰ ὀλίγων τινῶν ἡμερῶν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

τί ἐστιν ἡ σὴ γνώμη, φίλε Βλάδιμιρ, περὶ τοῦ Βιτάλι Κλίτσκο ? δεινὸς γὰρ πύκτης οὗτός ἐστιν. κατὰ δέ σε, σοφός ἐστιν ἐν τοῖς πολιτικοῖς? ἔσται δὲ ὁ καινὸς τῆς Οὐκρανίας πρόεδρος?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Οὐ νομίζω Βιτάλιον Κλισκὸ σωφὸν εἶναι, ἀλλὰ δοκεῖ καλὸς κἀγαθός. Οὐκ οῖδα εἰ ἔσται πρόεδρος, ἀλλὰ τοῦτο δυνατόν ἐστι.
Last edited by Vladimir on Tue Dec 10, 2013 2:52 pm, edited 1 time in total.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Vladimir »

Vladimir wrote:ἀλλὰ δοκεῖ καλὸς κἀγαθός
Ἄρτι ἔβλεψα ἐγγραφήν. Λέγουσιν ὅτι δύναται οὕτος μετὰ τῆς μοίρας τῆς νῦν ἐπὶ τῶν πραγμάτων γενέσθαι.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

The Guardian wrote:
The US secretary of state, John Kerry, has described America's "disgust" over the government manoeuvres.

"The United States expresses its disgust with the decision of Ukrainian authorities to meet the peaceful protest … with riot police, bulldozers, and batons, rather than with respect for democratic rights and human dignity. This response is neither acceptable nor does it befit a democracy," he said.
ἔγωγε καὶ ἔχω ἀηδίαν περὶ τῆς τῶν ἀρχόντων βίας. ὑπὲρ δὲ εἰρήνης προσεύχομαι.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

καινόν τι νῦν ἀγέλλω. ὁ γὰρ Ἄζαροβ, ὁ ἄρχων, ἀφῆκεν τὴν ἀρχὴν αὐτοῦ. καλὸν δ' ἐστιν!
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

User avatar
renaissancemedici
Textkit Neophyte
Posts: 59
Joined: Wed Oct 09, 2013 9:04 am

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by renaissancemedici »

Μιαρώτατος ὁ ἐμφύλιος πόλεμος, χείριστος πάντων πολεμων. Ἡ Οὐκρανία ἔτι αναφλέγεται, ή βία δέ κραταιά.

Αἱ δέ ἕτεραι δυνάμεις τά τῶν Οὐκρανῶν δεινά χείρω ποιοῦσι.

Προσεύχομαι ὑπέρ ὑμῶν, Βλαδίμηρε.
Πολλ' οίδ' ἀλώπηξ, ἐχῖνος δέ έν, μέγα.
Αρχίλοχος

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

ἆρα ἐπιθήσεται ἡ Ῥωσσία ἢ οὔ?
renaissancemedici wrote: Προσεύχομαι ὑπέρ ὑμῶν, Βλαδίμηρε.
κἀγώ, φίλε τε καὶ φίλη.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

daivid
Administrator
Posts: 2744
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by daivid »

ἐφοβούμην μὴ τὴ νίκη ἐν Κιέβῳ φέροι συμφορά ἐν Σεβαστοπολῳ.
Markos wrote:ἆρα ἐπιθήσεται ἡ Ῥωσσία ἢ οὔ?
ἐπιθήσεται->ἐπιτίθημι ;
ἐπιθήσεται->ἐπιθέω ;
λονδον

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

daivid wrote:
Markos wrote:ἆρα ἐπιθήσεται ἡ Ῥωσσία ἢ οὔ?
ἐπιθήσεται->ἐπιτίθημι ;
ἐπιθήσεται->ἐπιθέω ;
Μᾶρκος τῷ Δαιυιδ χαίρειν πλεῖστα.

καλὸν μὲν οὖν ἐρώτημα, ὦ τᾶν, ἠρώτησάς με σύγε. ἔθελον σημαίνειν τὸν μέλλοντα καὶ τὸ μέσον τοῦ "ἐπιτίθημι." τὸ γὰρ "ἐπιτίθεμαι τῃ Οὐκρανίᾳ" δύναται σημαίνειν "εἰσβαίνω τὴν Οὐκρανίαν μετὰ ὅπλα καὶ στρατιωτῶν." τὸ δὲ ῥῆμα "ἐπιθέω" οὐκ ἐγίγνωσκον, ἀλλὰ νῦν γε οἶδα δή..
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

daivid
Administrator
Posts: 2744
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by daivid »

Markos wrote:ἆρα ἐπιθήσεται ἡ Ῥωσσία ἢ οὔ?

δῆλον ἐστι ὅτι ὁ τοῦ Πυτινου στρατὸς ἐπελαύνει ἐπὶ τὴν Οὐκρανίαν
.
λονδον

User avatar
jeidsath
Textkit Zealot
Posts: 5325
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by jeidsath »

Μαλίστα χεῖμα ἦν εν Ῥωσσίᾳ 1812 ἔτον, ἐτύγχανε Ναπωλίων ἐισεβάλλεν, ἐπεὶ δὲ μαλίστα χεῖμα 1941. ὀ θεός ῾Ρωσσίᾳ φίλος εστίν.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

User avatar
jeidsath
Textkit Zealot
Posts: 5325
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by jeidsath »

τὸ μὲν μἐγιστον αἰσχθνόμενος, ὅτι ῷομην ¨φθινόπωρον¨ τοὐτον τὸν διάλογον εἶναι. μόνον Δαιυιδον ἀναγιγνώσκω.
“One might get one’s Greek from the very lips of Homer and Plato." "In which case they would certainly plough you for the Little-go. The German scholars have improved Greek so much.”

Joel Eidsath -- jeidsath@gmail.com

daivid
Administrator
Posts: 2744
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by daivid »

ἀπόφθεγμα τοῦ στρατοῦ τῆς Ροσιας «εἰ ἀπαντᾶτε σίδηρον παύεσθε. εἰ ἀπαντᾶτε νίφαν πρόβηθι»
Καμερον συλλέγει νίφαν:
http://www.bbc.co.uk/news/uk-politics-26426961
λονδον

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

οἰ μὲν τῆς Κριμέας βούλονται κολληθῆναι τῷ Ῥωσσίᾳ, οἱ δ' οὔ. τί συμβήσεται οὐκ οἶδα.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

daivid
Administrator
Posts: 2744
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by daivid »

Markos wrote:οἰ μὲν τῆς Κριμέας βούλονται κολληθῆναι τῷ Ῥωσσίᾳ, οἱ δ' οὔ. τί συμβήσεται οὐκ οἶδα.
οἱ Ταταρι φοβοῦμαι Ρωσσιαν. οἱ τὴν Οὐκρανιαν γλῶσσαν φωνοῦντες φιλοῦσι Οὐκανιαν . τῶν τὴν Ροσσιαν γλῶσσαν φωνοῦντες οἱ μεν φιλοῦσι Πωσσιαν, οἱ δε μισοῦσι Πυτινα. Πυτιν μεντοι προλέγει ὁτι Κριμέαν αἱρήσεται Πωσσιαν
λονδον

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

κατὰ ἐμὲ Πῦτιν ὑβριστής ἐστιν ὃν δεῖ ἡμὰς (φημι δή τὸ Υ.Κ. καὶ τὸ Υ.Σ.Α.) ζημιοῦν μέν, ἄνευ δὲ πολέμῳ.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

daivid
Administrator
Posts: 2744
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by daivid »

χιλιοστοῦ καὶ ἐνακοσιοςτοῦ ἐνενηκοςτοῦ τετάρτου (1994): ὑπεσχῆσθαι ἡμεῖς (τὸ Υ.Κ. καὶ τὸ Υ.Σ.Α.) φυλάττειν τὴν τῆς Οὐκρανιας ἐσχατιά. εἱ ουκ ὑπεσχῆσθαι, Οὐκραινα οὐκ ἅν ἀπεῖπον δεινοτάτῳ βέλει.
λονδον

daivid
Administrator
Posts: 2744
Joined: Sat Jul 16, 2011 1:51 pm
Location: ὁ τοῦ βασιλέως λίθος, London, Europe
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by daivid »

Markos wrote:
daivid wrote:...πορευόμενος ἐπὶ οἰκίαν πρέσβεων Ροσσιας...
ἆρα οὗτοι θαυμάζουσι τὸν Πῦτιν ἢ οὔ?
ἐπορευόμεθα αἰτιώμενοι Πυτινα ὕβρεως καὶ αἰτούμενοι Πυτινι ὑπαγει τὸν τὴς Ροσσιας στρατὸν ἐκ τῆς Ταυρικὴς Χερσόνησου. πῶς οὔχ;
Image
λονδον

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

daivid wrote:ἐπορευόμεθα αἰτιώμενοι Πυτινα ὕβρεως καὶ αἰτούμενοι Πυτινι ὑπαγει τὸν τὴς Ροσσιας στρατὸν ἐκ τῆς Ταυρικὴς Χερσόνησου. πῶς οὔχ;
κατὰ τὴν γνώμην μου, καλὸν πεποιήκατε ὑμεῖς δή.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: Περὶ τῶν ἐν τῃ Οὐκρανίᾳ πραγμάτων

Post by Markos »

ἔγραψε Βυρον:
When a man hath no freedom to fight for at home,
Let him combat for that of his neighbours;
Let him think of the glories of Greece and of Rome,
And get knock'd on the head for his labours,
τίς οὖν μαχήσεται ὑπὲρ τῶν τῆς ἐλευθερίας Οὐκρανικῶν?
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Post Reply