Textkit Logo

Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.

Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby Franmorar » Sat Nov 16, 2013 1:47 pm

Χαίρετε, ὦ διαδικτυϊκοὶ φίλοι.

Ὅταν εἰς τήνδε τὴν ἀγορὰν εἰσέρχωμαι καὶ τὰς ἄλλων παραγγελίας ἀναγιγνώσκω, ἐν αἳς οἳ μὲν τὴν ῥωμαϊκὴν τε καὶ τὴν ἑλληνικὴν γλῶτταν μαθεῖν λέγουσι βούλεσθαι, ἵνα καὶ ῥωμαϊστὶ καὶ ἑλληνιστὶ πρὸς ἄλλοις διαλεχθῆναι δύνωνται ὁμιλίαις καθημεριναῖς, οἳ δ’ ἀεὶ αἰτοῦνται καὶ ἐρωτῶνται, τίνες μέθοδοι ἄρισταί εἰσι καὶ τάχισταί τε καὶ ῥᾷσται, ἔγωγε μόνα ταῦτα ἐκείνοις τοῖς διδασκομένοις φίλοις ἂν βουλοίμην παραινεῖν ·

Πρῶτον μέν, τὴν ῥωμαϊκὴν γλῶττάν τε καὶ τὴν ἑλληνικὴν μὴ μάθητε μόνον πρὸς τὸ διαλέγεσθαι ἢ τὸ συγγράφειν, μᾶλλον δὲ πρὸς τὸ ταῖς γραφαῖς τέρψασθαι ταῖς τῶν παλαιῶν καὶ ‘Ρωμαίων καὶ Ἑλλήνων συγγραφέων. Τῷ γὰρ νῦν χρόνῳ μείους εὑρήσετε ῥωμαϊστὶ ἢ ἑλληνιστὶ καθ’ ἡμέραν διαλεγομένους, ἢ ὥστε τὸ ῥωμαϊστὶ καὶ ἑλληνιστὶ λέγειν μόνον διαλόγου χάριν συμφέρειν.

Δεύτερον δέ, μὴ οὕτως πολλάκις ἐρωτήσητε, τίνες μέθοδοι ἐκ πασῶν ἄρισταί εἰσι καὶ ἐκ πάντων τῶν χρόνων πρὸς τὸ τὴν ῥωμαϊκήν γλῶτταν μαθεῖν καὶ τὴν ἑλληνικὴν. Πλεῖσται γάρ εἰσιν μέθοδοι καὶ πολλαὶ ἀγαθαί εἰσι καὶ δὴ ἄρισται γίγνονται, εἰ αὗται σὺν τοῖς ἱκανοῖς μαθηταῖς συνάπτονται. Ἄλλοις μὲν αἱ ἄρισται μέθοδοί εἰσιν αἱ τοῖς τῆς γραμματικῆς παραγγέλμασι καὶ τοῖς μεθερμηνεύμασι ἐννενοημέναι πρὸς τὸ εἰς τὴν ἑτέραν γλῶτταν μεταφράσαι, ἄλλοις δὲ αἱ ὐπὸ πολλῶν λεγόμεναι «εὐθείαι» μέθοδοι, ὠς ἂν εἰ ἡ πατρὶς γλῶττα μανθάνοιτο, ἄλλοις δὲ αἱ ἐν τοῖς στοιχείοις διαμένουσαι, ἄλλοις δὲ αἱ πρὸς τοὺς εἰσεληλουθότας μαθητὰς πεποιημέναι. Οὐδεμία οὖν μέθοδος ἀρίστη ἐστὶ τῶν πασῶν.

Τρίτον δέ, μὴ ἅπασαν γραμματικὴν ἢ ἁπάσας λέξεις καὶ τὰς ῥωμαϊκάς τε καὶ τὰς ἑλληνικάς, ἢ σχεδόν τι, βούλεσθε ἐκμαθεῖν πρὶν ῥωμαϊκὴν βίβλον ἢ ἑλληνικὴν ἂν λάβητε καὶ δὴ μικροτάτην. Τοῦτο γὰρ χαλεπώτατον καὶ τοῖς δεινοτάτοις ἀναγνώσταις. Τὰς δὲ λέξεις μανθάνετε ὡς ἂν αὗται ἐν ταῖς γραφαῖς φάνωνται, καὶ τὰ τῆς γραμματικῆς παραγγέλματα ἐκμανθάνετε, ὡς ἂν τούτοις χρῆσθε.
Τέταρτον δὲ καὶ ἔσχατον, τῆς μνήμης οὐ δεῖ καταφρονῆσαι. Οὐδεὶς γὰρ ἀλλωτρίᾳ γλώττῃ δύναται διδάσκεσθαι, εἰ μὴ νεοῖς λόγοις καὶ νεοῖς ῥήμασι τὴν μνήμην ἀσκεῖ.

Ἐλπίζω γε ὑμῖν ταύτας τὰς παραινέσεις συνοίσειν.
Ἔρρωσθε, ὦ διαδικτυϊκοὶ φίλοι.
Last edited by Franmorar on Thu Nov 21, 2013 4:59 pm, edited 1 time in total.
Hominibus totam versandam constat esse bibliothecam, ut solam utilem scribere sententiam possint.
Franmorar
Textkit Member
 
Posts: 144
Joined: Tue May 22, 2007 2:20 pm
Location: Christophoropolis in Venetiola

Re: Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby Markos » Mon Nov 18, 2013 6:34 pm

Franmorar wrote:...ἔγωγε μόνα τάδε ἐκείνοις τοῖς διδασκομένοις φίλοις ἂν βουλοίμην παραινεῖν


ἔγωγε δὲ θέλω σοι εὐχαριστῶ. καλαὶ γὰρ αὗται αἱ παραινέσεις.

μάθετε...πρὸς τὸ ταῖς γραφαῖς τέρψασθαι ταῖς τῶν παλαιῶν καὶ ‘Ρωμαίων καὶ Ἑλλήνων συγγραφέων.


σύμφημι δή. οὐ μάνθανω γὰρ γράφειν, ἀλλὰ γράφω ἵνα μάθω.

Ἀρίστη οὖν τῶν πασῶν οὔκ ἐστι μόνη ἡ μέθοδος.


τὸ αὐτὸ ἐγὼ λέγω. ὁ μὲν γὰρ μανθάνω οὕτως, ὁ δὲ οὕτως.

Τὰς δὲ λέξεις μανθάνετε ὡς ἂν αὗται ἐν ταῖς γραφαῖς φάνωνται, καὶ τὰ τῆς γραμματικῆς παραγγέλματα ἐκμανθάνετε, ὡς ἂν τούτοις χρῆσθε.


καλῶς εἴπας! ἔγωγε χρῶμαι τῷ λεξίκῳ μόνον ὅτε δεῖ με χρᾶσθαι. προβούλομαί γε τὸ ἀναγιγνώσκειν Ἑλληνικὰ βιβλία.

τῆς μνήμης οὐ δεῖ καταφρονῆσαι.


πῶς γὰρ οὔ? ἐκ γὰρ τῆς μνήμης ἐρχεται ἡ μάθησις!

Ἐλπίζω γε ὑμῖν ταύτας τὰς παραινέσεις συνοίσειν.


γένοιτο δή!
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1383
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby mwh » Mon Nov 18, 2013 11:26 pm

Franmorar – Excellent advice! I hope you won't mind if I offer one or two improvements to the Greek itself.

"Ὅταν εἰς τήνδε τὴν ἀγορὰν εἰσέρχωμαι καὶ τὰς ἄλλων παραγγελίας ἀναγιγνώσκω, ἐν μὲν αἳς ἐκεῖνοι τὴν ῥωμαϊκὴν τε καὶ τὴν ἑλληνικὴν γλῶτταν μαθεῖν λέγουσι βούλεσθαι, ἵνα καὶ ῥωμαϊστὶ καὶ ἑλληνιστὶ πρὸς ἄλλους διαλέγεσθαι δύνωνται ὁμιλίαις καθημεριναῖς, αἰτοῦνται δ’ ἀεὶ καὶ ἐρωτῶνται, τίνες μέθοδοι ἄρισταί εἰσι καὶ τάχισταί τε καὶ ῥᾷσται, ἔγωγε μόνα τάδε ἐκείνοις τοῖς διδασκομένοις φίλοις ἂν βουλοίμην παραινεῖν·"
If you mean the αἰτοῦνται δ’ clause to be included within the ἐν αἷς clause, you have to put the μεν later. But a μεν … δε contrast doesn't really work here. I'd suggest subordinating λέγουσι: ἐν αἷς τὴν ῥωμαϊκὴν τε καὶ τὴν ἑλληνικὴν γλῶτταν μαθεῖν λέγοντες βούλεσθαι, ἵνα καὶ ῥωμαϊστὶ καὶ ἑλληνιστὶ πρὸς ἄλλους διαλέγεσθαι δύνωνται ὁμιλίαις καθημεριναῖς, ἀεὶ αἰτοῦνται καὶ ἐρωτῶνται …

"ἐρωτῶνται, τίνες μέθοδοι ἄρισταί εἰσι"
Indirect q, so ὦσι

"Πρῶτον μέν, τὴν ῥωμαϊκὴν γλῶττάν τε καὶ τὴν ἑλληνικὴν μὴ μάθετε"
Neg. impera. w/ aor. uses subj. (don't ask me why): μη μαθητε

"Δεύτερον δέ, μὴ οὕτως πολλάκις ἐρωτήσατε, τίνες μέθοδοι ἐκ πασῶν ἄρισταί εἰσι"
Both verbs should be subj., see above.

"Ἀρίστη οὖν τῶν πασῶν οὔκ ἐστι μόνη ἡ μέθοδος"
would mean "So the method isn't alone the best of them all." You want something like αριστη ουν (or η ουν αριστη, making it subject not predicate) των πασων μεθοδων ουκ εστι μια (τις) μονη.

"Τρίτον δέ, μὴ ἅπασαν γραμματικὴν ἢ ἁπάσας λέξεις καὶ τὰς ῥωμαϊκάς καὶ τὰς ἑλληνικάς, ἢ σχεδόν τι, βούλεσθε ἐκμαθεῖν πρὶν ῥωμαϊκὴν βίβλον τις ἢ ἑλληνικὴν λαμβάνετε"
τινα
πριν αν .. λαμβανητε (or better aor., λαβητε). You need an indefinite clause here.

Hope this helps. ἀγαθῇ τύχῃ
mwh
Textkit Enthusiast
 
Posts: 529
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby Vladimir » Tue Nov 19, 2013 8:50 pm

mwh wrote:"ἐρωτῶνται, τίνες μέθοδοι ἄρισταί εἰσι"
Indirect q, so ὦσι
"Δεύτερον δέ, μὴ οὕτως πολλάκις ἐρωτήσατε, τίνες μέθοδοι ἐκ πασῶν ἄρισταί εἰσι"
Both verbs should be subj., see above.

Ἀλλ' ἐξεστὶν ἡμῖν ἐν ταύταις ταῖς φράσεις εῖτε τῇ ὁριστικῇ εῖτε τῇ εὐκτικῇ χρᾶσθαι. Τῇ δὲ ὑποτακτικῇ οὐ χρώμεθα εἰ μὴ βουλόμενοι ἀπορίαν ἡμῶν ἀποφαίνεσθαι. Σφάλλομαι;
Vladimir
Textkit Member
 
Posts: 103
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Epinay sous Sénart, France

Re: Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby Markos » Tue Nov 19, 2013 9:09 pm

Vladimir wrote:
mwh wrote:"ἐρωτῶνται, τίνες μέθοδοι ἄρισταί εἰσι"
Indirect q, so ὦσι
"Δεύτερον δέ, μὴ οὕτως πολλάκις ἐρωτήσατε, τίνες μέθοδοι ἐκ πασῶν ἄρισταί εἰσι"
Both verbs should be subj., see above.

Ἀλλ' ἐξεστὶν ἡμῖν ἐν ταύταις ταῖς φράσεις εῖτε τῇ ὁριστικῇ εῖτε τῇ εὐκτικῇ χρᾶσθαι. Τῇ δὲ ὑποτακτικῇ οὐ χρώμεθα εἰ μὴ βουλόμενοι ἀπορίαν ἡμῶν ἀποφαίνεσθαι. Σφάλλομαι;


οὐ σφάλλῃ, φίλε Βλάδιμιρ, κατὰ ἐμέ.

Smyth, Greek Grammar, 2677...The moods and tenses of indirect questions follow the same rules as govern clauses in indirect discourse. The person may be changed. After primary tenses, the mood and tense of the direct question are retained...
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1383
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby mwh » Wed Nov 20, 2013 12:01 am

εῦγε, ῶ φίλοι αγχινοῖ! ὡς ενύσταζον! τὸ "εισι" μὲν ορθῶς έχει, τὸ "ερωτήσατε" δ’ού (ἐδει γὰρ "ερωτήσητε" εῖναι).
mwh
Textkit Enthusiast
 
Posts: 529
Joined: Fri Oct 18, 2013 2:34 am

Re: Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby Markos » Wed Nov 20, 2013 1:49 am

...μὴ οὕτως πολλάκις ἐρωτήσατε...


mwh wrote: τὸ "εισι" μὲν ορθῶς έχει, τὸ "ερωτήσατε" δ’ού (ἐδει γὰρ "ερωτήσητε" εῖναι).


καλῶς εἶπας, φίλε. ἔδει γὰρ τὸν Φρανμοραρ γράψαι ἢ "μὴ ἐρωτήσητε" ἢ "μὴ ἐρωτᾶτε."

γράφοντες μὲν ἁμαρτάνομεν, ἁμαρτάνοντες δὲ μανθάνομεν.
I am writing in Ancient Greek not because I know Greek well, but because I hope that it will improve my fluency in reading. I got the idea for this from Adrianus over on the Latin forum here at Textkit.
Markos
Textkit Zealot
 
Posts: 1383
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: Παραινέσεις τινὰς τοῖς τῶν γλωττῶν διδασκομένοις

Postby Franmorar » Thu Nov 21, 2013 4:57 pm

Χαίρετε, ὦ ἀγαθοὶ φίλοι.
Πολλὴν χάριν σοι οἶδα, ὦ βέλτιστε Μᾶρκε, διότι μοι ὁμολογεῖν εἶπες, καὶ ὁ λόγος σου «μὴ μανθάνειν πρὸς τὸ γράφειν, ἀλλὰ γράφειν εἰς τὸ μανθάνειν» ἐστὶ καλλίστη παραίνεσις.
Ὦ σοφώτατε Μών, περὶ τῶν πολλῶν τἀληθῆ λέγεις. Ματᾴζων γὰρ ποικίλα πταίσματα ἔγραψα. Ταῦτα οὖν ἤδη διώρθωκα ἐν τῇ παραγγελίᾳ μου. Οἶμαι μὴν καὶ ἐγὼ ὅτι ἓν μόνον ἐσφάλης, αἰ γὰρ ἔμμεσοι ἐρωτηματικαὶ φράσεις ἐν τῇ ὁριστικῇ λέγονται οὔδ’ ἐν τῇ ὑποτακτικῇ διαθέσει. Ἀλλὰ αὐτὸς διώρθωσας ἤδη τὸν χθιζὸν λόγον σου. Πολλὴν δὴ χάριν καὶ σοι οἶδα.
Ὦ φίλε Βλαδίμιρε, καὶ σὺ καλῶς εἶπες.
Δέομαι δὴ ὑμῶν συγγνώμην μοι ἔχετε, διότι εἰς ὑψηλότερον πτέσθαι, ὡς εἰπεῖν, ἐβουλόμην ἢ ἐδυνήθην.
Ἔγραψα μὲν ταῦτα κάμνων, οἶδα δ' ὅτι ἱκανὴ οὔκ ἐστιν ἥδε ἡ ἀπολογία. Φοβούμαι γοῦν μὴ τάδε γράφων πάλιν πολλὰ σφαλῶ.
Εἰ καὶ τῶν διαμαρτιῶν ἀσχύνομαι τῶν ἐμῶν, πολλὰ μὴν παρὰ ὑμῶν ἔμαθον καὶ χρηστά.
Καὶ τούτων χάριν τὸν τοῦ βελτίστου Μάρκου λόγον πάλιν ἀναμιμνήσκω, τὸ μὴ μανθάνειν πρὸς τὸ γράφειν, ἀλλὰ γράφειν εἰς τὸ μανθάνειν καὶ διδάσκεσθαι.
Ὑγιαίνετε, ὦ διαδικτυϊκοὶ ἑταῖροι.
Hominibus totam versandam constat esse bibliothecam, ut solam utilem scribere sententiam possint.
Franmorar
Textkit Member
 
Posts: 144
Joined: Tue May 22, 2007 2:20 pm
Location: Christophoropolis in Venetiola


Return to The Agora

Who is online

Users browsing this forum: No registered users and 6 guests