τί νῦν ἀναγιγνώσκεις;

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.
Post Reply
atreus
Textkit Neophyte
Posts: 12
Joined: Sat Aug 24, 2013 6:55 pm

τί νῦν ἀναγιγνώσκεις;

Post by atreus »

ἐν τούτῳ τῳ τόπῳ λέγωμεν περί τῶν βίβλων οὗς νῦν λέγομεν! οὐκ ἀναγκαῖος ἐστίν μόνον περί τούς βίβλους ἐλληνικούς λέγειν. τι βίβλον έστιν ἵκανον.

ἐγώ ἀναγιγνώσκω Τά Φύλλα τῶν Ποῶν ὑπό ϝαλτ ϝιτμαν. ἐστιν ἄθροισις τῶν ἀοιδῶν καλῶν! καί σύ: τί νῦν ἀναγιγνώσκεις;

uberdwayne
Textkit Fan
Posts: 266
Joined: Sun Oct 10, 2010 3:29 am
Location: Ontario, Canada

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by uberdwayne »

Χαιρε ατρευς.

Αναγινωσκω την καινην διαθηκην εν το "Προς Γαλατας." εγραψεν ο παυλος προς γαλατας περι σωτηριας εκ πιστεως και ουκ εκ εργων του νομου. αριστω αυτο πολλυ.

δυνῃ εγραψαι ημιν εαν θελῃς ουτως ωδε

ερροσω
μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Markos »

νῦν τοι Ἑλληνιστὶ μὲν πρὸς Γαλάτας ἀναγιγνώσκω, βρεττανικῇ δὲ τὰς γυναῖκας τοῦ Στεπφορδ. ἆρα ὑμεῖς οἴδατε τοῦτο τὸ βιβλίον?

Image
αἱ τοῦ Στεπφορδ γυναῖκες.

ὁ τούτου τοῦ βιβλίου συγγραφεύς ἐστιν Ἰρα Λευιν. πάσαι αἱ ἐν Στεπφορδ γυναῖκες μόνον θέλουσι πλύνειν τὰς οἰκίας αὐτῶν καὶ τρέφειν τὰ τέκνα. φοβηρὸν καὶ γελοῖόν έστιν. φιλῶ δὲ τὸ βιβλίον.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Franmorar
Textkit Member
Posts: 144
Joined: Tue May 22, 2007 2:20 pm
Location: Christophoropolis in Venetiola

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Franmorar »

Χαίρετε, ὦ ἀγαθὲ Ἀτρεῦ τε καὶ ἄλλοι τὴν ἑλληνικὴν γλῶτταν φιλοῦντες.
Ἐπειδὴ ἐρωτᾷς, τὸν νῦν χρόνον ἐπὶ τῷ ποικίλας βίβλους ἀναγιγνώσκειν διατρίβω χρηστάς τε καὶ κεχαρισμένας.
Πρότερον μὲν λέγω τὰς βίβλους οὐx ἑλληνιστὶ συγγεγραμμένας, ὕστερον δὲ τὰς ἑλληνικάς.
Κατὰ χεῖρας βιβλίον ἔχω τοῦ Μόρρις Κλίνε «Περὶ τῆς μαθηματικῆς πρὸς τοὺς τῶν γραμμάτων (humanities) μανθάνοντας», μακρὸν μὲν καὶ ἐνίοτε δύσκολον, ἀναγνωστέον δέ καὶ διδακτόν.
Ἄλλο καὶ ἀναγιγνώσκω ἅμα βιβλίον μικρώτερον «Περὶ τῆς φιλοσοφίας πρὸς τὸ καθημερόβιον», διὰ τῆς Μαρίας Μίδγλεϋ διδακτρίας συγγεγραμμένον.
Ἄλλο δὲ βιβλίον καὶ ἅμα ἔχω ἀναγνωσθησόμενον «Περὶ τῆς ἕλμινθος ἣ κοχλίᾳ ἐχρώμην ὡς ταξί», τοῦ Ἰωάννου Δεύτσχ τοῦ βιολόγου, ἐν ᾧ πολλὰς ἱστορίας διηγεῖται ζῳολογικάς καὶ θαυμασίας.
Νῦν δὴ λέγω τὰς ἑλληνικὰς βίβλους.
Ἀναγιγνώσκω μὲν «Πρώτη ἀνθολογία ἑλληνιστί» τοῦ Φραγκίσκου Ῥοδρίγεζ Ἀδράδος καὶ τοῦ Ἐμμανουὴλ Φερνάνδεζ Γαλιάνο. Τούτῳ τῷ χρόνῳ ἐπὶ ποικίλοις τοῦ Ξενοφῶντος διατρίβω χωρίοις, παραδείγματος ἕνεκα περὶ τοῦ Ἀγησιλάου βίου καὶ Ἀναβάσεως. Ἀναγιγνώσκω δὲ πολλάκις τὴν τῆς ἑλληνικῆς γλώττης γραμματικὴν τέχνην ἐκείνου τοῦ Ἑρβέρτου Οὐείρδ Σμύθε, ἔργον τὸ μέγιστον καὶ ὀνησιμώτατον.
Νῦν μὴν παύομαι ὑπολαβών.
Ἔρρωσθε, ὦ διαδικτυϊκοὶ φίλοι.
Last edited by Franmorar on Fri Oct 11, 2013 4:32 pm, edited 4 times in total.
Hominibus totam versandam constat esse bibliothecam, ut solam utilem scribere sententiam possint.

atreus
Textkit Neophyte
Posts: 12
Joined: Sat Aug 24, 2013 6:55 pm

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by atreus »

uberdwayne wrote:Χαιρε ατρευς.

Αναγινωσκω την καινην διαθηκην εν το "Προς Γαλατας." εγραψεν ο παυλος προς γαλατας περι σωτηριας εκ πιστεως και ουκ εκ εργων του νομου. αριστω αυτο πολλυ.

δυνῃ εγραψαι ημιν εαν θελῃς ουτως ωδε

ερροσω
Χαῖρε καί σύ, ῶ φίλε

ὥς καλή ἡ καινή διαθήκη ἐστιν. Ἀναγιγνώσκεις ἐλληνιστί ἤ ἐν τῃ γλώσσῃ σοῦ; νομίζω τό ἀναγιγνώσκειν ἐλληνιστί τήν καινήν διαθήκην χαλεπόν εἶναι.

atreus
Textkit Neophyte
Posts: 12
Joined: Sat Aug 24, 2013 6:55 pm

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by atreus »

Markos wrote:νῦν τοι Ἑλληνιστὶ μὲν πρὸς Γαλάτας ἀναγιγνώσκω, βρεττανικῇ δὲ τὰς γυναῖκας τοῦ Στεπφορδ. ἆρα ὑμεῖς οἴδατε τοῦτο τὸ βιβλίον?

Image
αἱ τοῦ Στεπφορδ γυναῖκες.

ὁ τούτου τοῦ βιβλίου συγγραφεύς ἐστιν Ἰρα Λευιν. πάσαι αἱ ἐν Στεπφορδ γυναῖκες μόνον θέλουσι πλύνειν τὰς οἰκίας αὐτῶν καὶ τρέφειν τὰ τέκνα. φοβηρὸν καὶ γελοῖόν έστιν. φιλῶ δὲ τὸ βιβλίον.
οὐκ οἶδα ἐκεῖνον τό βιβλίον. δόκει μοι κωμῳδία εἶναι. νομίζεις γέλοιον εἶναι; ἴσως ἀναγνώσομαι.
Franmorar wrote:Χαίρετε, ὦ ἀγαθὲ Ἀτρεῦ τε καὶ ἄλλοι τὴν ἑλληνικὴν γλῶτταν φιλοῦντες.
Ἐπειδὴ ἐρωτᾷς, τὸν νῦν χρόνον ἐπὶ τῷ ποικίλας βίβλους ἀναγιγνώσκειν διατρίβω χρηστάς τε καὶ κεχαρισμένας.
Πρότερον μὲν λέγω τὰς βίβλους οὐκ ἑλληνιστὶ συγγεγραμμένας, ὕστερον δὲ τὰς ἑλληνικάς.
Κατὰ χεῖρας βιβλίον ἔχω τοῦ Μόρρις Κλίνε «Περὶ τῆς μαθηματικῆς πρὸς τοὺς τῶν γραμμάτων (humanities) μανθάνοντας», μακρὸν μὲν καὶ ἐνίοτε δύσκολον, ἀναγνωστέον δέ καὶ διδακτόν.
Ἄλλον καὶ ἀναγιγνώσκω ἅμα βιβλίον μικρώτερον «Περὶ τῆς φιλοσοφίας πρὸς τὸ καθημερόβιον», διὰ τῆς Μαρίας Μίδγλεϋ διδακτρίας συγγεγραμμένον.
Ἄλλον δὲ βιβλίον καὶ ἅμα ἔχω ἀναγνωσθησόμενον «Περὶ τῆς ἕλμινθος ἣ κοχλίαν ἐχρώμην ὡς ταξί», τοῦ Ἰωάννου Δεύτσχ τοῦ βιολόγου, ἐν ᾧ πολλὰς ἱστορίας διηγεῖται ζῳολογικάς καὶ θαυμασίας.
Νῦν δὴ λέγω τὰς ἑλληνικὰς βίβλους.
Ἀναγιγνώσκω μὲν «Πρώτη ἀνθολογία ἑλληνιστί» τοῦ Φραγκίσκου Ῥοδρίγεζ Ἀδράδος καὶ Ἐμμανουὴλ Φερνάνδεζ Γαλιάνο. Τούτῳ τῷ χρόνῳ ἐπὶ ποικίλοις τοῦ Ξενοφῶντος διατρίβω χωρίοις, παραδείγματος ἕνεκα περὶ τοῦ Ἀγησιλάου βίου καὶ Ἀναβάσεως. Ἀναγιγνώσκω δὲ πολλάκις τὴν τῆς ἑλληνικῆς γλώττης γραμματικὴν τέχνην ἐκείνου τοῦ Ἑρβερτου Οὐείρδ Σμύθε, ἔργον τὸ μέγιστον καὶ ὀνησιμότατον.
Νῦν μὴν παύομαι ὑπολαβών.
Ἔρρωσθε, ὦ διαδικτυϊκοὶ φίλοι.
Πολλά ἀναγιγνώσκεις, ὦ φίλε. σέ τιμώ!

Ἔρρωσθε

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Markos »

atreus wrote: ...αἱ τοῦ Στεπφορδ γυναῖκες...

οὐκ οἶδα ἐκεῖνον τό βιβλίον. δόκει μοι κωμῳδία εἶναι. νομίζεις γέλοιον εἶναι; ἴσως ἀναγνώσομαι.
χαῖρε, φίλε Ἀτρεῦ!

τοῦτο τὸ βιβλίον ἐστὶν τὸ black comedy ἢ dark thriller ἢ satire. ὁ υἱός μου νῦν τοῦτο ἀναγινώσκει. ὁ ποιήτης (λέγω τὸν Ira Levin) καὶ ἔγραψε Rosemary's Baby καὶ the Boys from Brazil.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Vladimir »

Χαἰρετε φἰλοι. Νῦν τελευτῶ τὸν τοῦ ἁγίου Φραγκίσκου Σαλεσίου Λόγον περὶ τῆς ἀγάπης τοῦ Θεοῦ. Ἤδη γὰρ ἀνέγνων ἀυτοῦ τὴν Εἰσαγογὴν εἰς τὸν εὐσεβῆ βίον. Καὶ ὑμεῖς ἀνέγνωτέ τινας τῶν βιβλῶν αὐτοῦ;
Last edited by Vladimir on Wed Nov 13, 2013 7:43 pm, edited 2 times in total.

Franmorar
Textkit Member
Posts: 144
Joined: Tue May 22, 2007 2:20 pm
Location: Christophoropolis in Venetiola

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Franmorar »

Χαῖρε, ὦ ἀγαθὲ Βλαδίμιρε.
Ἀναγνῶναι μέν σε λέγεις βίβλους τοῦ ἁγίου Φραγκίσκου Σαλεσίου, ἐγὼ δ’ οὔπω.
Ἀλλὰ μὴν ἐνίας ἑλληνιστὶ γραφὰς περὶ ποικίλων πραγμάτων τῶν θείων ἀνέγνων καὶ τῶν εὐσεβῶν.
Πρῶτα μὲν ἄξια λόγου τὰ κανονικὰ εὐαγγέλια, καὶ μάλιστα τὸ κατὰ Λουκᾶν καὶ τὸ κατὰ Ματθαῖον.
Ὕστερον δὲ ἀνέγνων μικρὰς γραφὰς τῶν τῆς Ἐκκλησίας Πατέρων, ὡς ἔνθα καταλέγω·
Τὴν μὲν περὶ τῆς ματαιότητος, ὑπὸ τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου συγγεγραμμένην,
Τὴν δὲ περὶ τῶν θείων Γραφῶν, ὑπὸ τοῦ αὐτοῦ Ἰωάννου,
Τὴν δὲ περὶ τῆς συνέσεως τοῦ βίου, ὑπὸ τοῦ ἁγίου Γρηγορίου τοῦ Ναζιανκήνου,
Τὴν δὲ περὶ τοῦ ἀνθρωπίνου βίου, ὑπὸ τοῦ ἁγίου Βασιλίου τοῦ Μεγάλου.
Καί δὴ ἄλλας ἀνέγνων μικρὰς καὶ ὀλίγας.
Ἔρρωσο, ὦ ἀγαθὲ φίλε.
Hominibus totam versandam constat esse bibliothecam, ut solam utilem scribere sententiam possint.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Vladimir »

Franmorar wrote:Χαῖρε, ὦ ἀγαθὲ Βλαδίμιρε.
Ὕστερον δὲ ἀνέγνων μικρὰς γραφὰς τῶν τῆς Ἐκκλησίας Πατέρων
Καὶ ταῦτα πάντα Ἑλληνιστὶ ἀνέγνως; Ἐγῶ δὲ οὐκ ἀνέγνων Ἑλληνιστὶ εἰ μὴ τὴν Καινὴν Διαθήκην (ἀλλ΄οὔπω πάντα βιβλία) καὶ τὴν Διδαχὴν καὶ τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν τοῦ ἁγίου Ἰγνατίου Θεοφόρου καὶ τὰ πρῶτα κεφάλαια τοῦ Περὶ τῆς ὀρθοδόξου πίστεως Ἰωάννου Δαμασκινοῦ καὶ έτι ένια χωρία τῶν Πατέρων.

Franmorar
Textkit Member
Posts: 144
Joined: Tue May 22, 2007 2:20 pm
Location: Christophoropolis in Venetiola

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Franmorar »

Ἀλλά γε δή, ὦ ἀγαθὲ Βλαδίμιρε, ταῦτ' ἀνέγνων πάντα. Εἰ μή μοι πιστεύεις, οὐδὲν δύναμαι ποιῆσαι, ἵνα μοι πιστεύσῃς. Εὖ σοι εἴη.
Hominibus totam versandam constat esse bibliothecam, ut solam utilem scribere sententiam possint.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Vladimir »

Franmorar wrote: Εἰ μή μοι πιστεύεις, οὐδὲν δύναμαι ποιῆσαι, ἵνα μοι πιστεύσῃς.
Πιστεύω σοι, φίλε, νὴ Δία! Ἀλλ' οὐκ εῦ συνῆκα εὐθέως.

Franmorar
Textkit Member
Posts: 144
Joined: Tue May 22, 2007 2:20 pm
Location: Christophoropolis in Venetiola

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Franmorar »

Ἔστω γοῦν οὕτως, ὦ εὐγενὲς ἄνερ. Εἴθε πολλαί σοι εἶεν καὶ καλαὶ ἀναγνώσεις. Ἔρρωσο.
Hominibus totam versandam constat esse bibliothecam, ut solam utilem scribere sententiam possint.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Vladimir »

Νῦν ἀναγινώσκω τὸ Περὶ τοῦ ἁγίου πνεύματος ἐν τῇ παλαιᾷ ἐκκλησἰᾳ τὸ συγγραφὲν ὑπὸ Βρεττανικοῦ σοφοῦ τινος ἐν Κανταβριγίᾳ ὄντος. Αὕτη ἡ συγγραφφὴ ἀξιόλογός ἐστι πάντι θέλοντι εὖ διαγινώσκειν τὸ πρόβλημα τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεὐσεως.

Vladimir
Textkit Member
Posts: 141
Joined: Sat Nov 02, 2013 6:44 pm
Location: Kharkov, Ukraine

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Vladimir »

Ἡ Ὁδὸς τῆς σωτηρίας καλὸν βιβλίον ἐστὶ τοῦ ἁγίου Ἀλφόνσου ὁ ἠγόρασα. Τοῦτο τὸ βιβλίον ἐχει ἀλλοίας μελέτας περὶ τὰ αϊδια οἷον περὶ τοῦ θανάτου καὶ γεέννης καὶ παραδείσου καὶ περὶ τοῦ Χριστοῦ τοῦ πάσχοντος· εὶσὶν καὶ μελέται εἰς ἑορτάς τε καὶ προσευχαὶ πρὸς τὸν Χριστὸν καὶ τὴν Θεοτόκον. Γαλλιστὶ ἀναγινώσκω τὴν Ὁδόν.

Markos
Textkit Zealot
Posts: 2966
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado
Contact:

Re: τί νῦν ἀναγιγνώσκεις;

Post by Markos »

ἔγωγε ἀναγιγνώσκω τὴν Καινὴν Διαθήκην Ἑβραιστί.

http://vineofdavid.org/resources/dhe/th ... w-gospels/
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.

Post Reply