Textkit Logo

What's the weather like today (φθινόπωρον)

Enter the Agora to try to communicate with others in Latin and Ancient Greek.

Re: What's the weather like today (φθινόπωρον)

Postby opoudjis » Fri Oct 06, 2017 5:41 am

ἐνταῦθα μὲν ἐν τῇ Μελβούρνῃ, ἀσταθέστατος πάνυ ὁ καιρός, ὥστε παροιμιωδῶς φησιν τέσσαρας ἐποχὰς ἐν ἑνὶ ἡμέρᾳ ἔχειν, καὶ τὸ «εἰ οὐκ ἀρέσκει σοι ὁ τῆς Μελβούρνης καιρός—πέντε λεπτά [minutes] ἀνάμενε.»

προχθὲς μὲν λʹ βαθμοὶ Κελσίου σημειοῦντο, ἅμα τῇ ἀπαρχῇ τῆς ἀνοίξεως. ἐχθὲς δ’ ὀψέ ἔβρεχε, καὶ ἐρρίγουν ψυχραινόμενος, ιγʹ βαθμῶν σημειουμένων.

ἐχθὲς ἔτι θέρμην ἔχοντος, ὠνουμένης τινα τῆς ἐμῆς συζύγου, πῖλον φοροῦσαν νεάνιδα ἑώρακε. «πρὸς τί φορεῖ α­­ὐτὸ ἡ τάλαινα;» ἔφη τῇ συζύγῳ ἡ πωλήτρια. «οὐ νοεῖ ὡς αἴθριον ἔχει καιρόν;»

«δῆλον ὅτι ἄρτι ἐκ το­ῦ πλοίου ἀφίχθη ἥδε,» περὶ τῆς πωλήτριας ἀφηγουμένη μοι ἔφη ἡ σύζυγος. «μήπω γὰρ γιγνώσκει ὅπως δεῖ ἡμῖν παρὰ παντοίου καιροῦ ἑτοίμους εἶναι.»
Last edited by opoudjis on Sat Oct 07, 2017 12:02 am, edited 1 time in total.
User avatar
opoudjis
Textkit Neophyte
 
Posts: 39
Joined: Tue Oct 03, 2017 2:54 am

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Fri Oct 06, 2017 2:07 pm

Χαίρετε, πάντες. Χαριέντως δ' ἔγραψας, ὦ Νικόλαε. Σήμερον δ' ὁ ὑπὲρ τῆς Μαριαγῆς οὐρανὸς κατὰ μέρος συννέφελός ἐστιν. Μετὰ δὲ τὴν μεσημβρίαν πτήσομαι εἰς τὴν Οὐισκονσινίαν.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Mon Oct 09, 2017 7:26 pm

χθὲς μὲν θερμὸς ὁ ἀὴρ καὶ φλέγει ὁ ἥλιος. σήμερον δὲ νιφάδας ἐξ οὐρανοῦ πιπτούσας ὁρῶ.
opoudjis wrote:εἰ οὐκ ἀρέσκει σοι ὁ τῆς Μελβούρνης καιρός—πέντε λεπτά ἀνάμενε.

ἐν δὲ τῇ γῇ μου (λέγω τὴν Κολοράδο) μόνα τέσσαρα λεπτὰ δεῖ ἀναμένειν.
Last edited by Markos on Mon Oct 09, 2017 10:00 pm, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Mon Oct 09, 2017 9:48 pm

Ἐνταῦθα ἐν τῇ κώμῃ τοῦ Ἁγίου Ναζιανζοῦ εὐδία ἔχει. Διόπερ ἐβάδιζον τῆς δείλης. Νῦν δὲ ἐπανεληλυθὼς εἰς τὸ μοναστήριον τῆς Ἁγίας Ἀναστάσεως εἶμι εἰς τὴν ἐνάτην ὥραν καὶ τὸν ἑσπερινόν.

Image

Image
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Wed Oct 18, 2017 7:54 pm

τοῦ ἡλίου φλέγοντος, ἱδρῶ διὰ τὸν θερμὸν ἀέρα. ὕδωρ οὖν ψυχρὸν πίνω, θερμοῦ ὕδατος ἐκ τοῦ προσώπου μου πίπτοντος. ἐν δ' οἰκίᾳ μένω τὸν θερμὸν ἀέρα φεύγων.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Wed Oct 25, 2017 11:48 pm

Ἐνταῦθα τὸ καῦμα πολύ ἐστιν. Οὐ γὰρ οὐδεμία νεφέλη πάρεστιν ἐν τῷ οὐρανῷ ὥστε καλύψαι τὸν ἥλιον.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Sun Oct 29, 2017 4:17 pm

εὐδίας ἐχούσης, ἐν ὄρεσιν περιπατήσομεν ἐγὼ καὶ ὁ παῖς.
bedwere wrote:Ἐνταῦθα τὸ καῦμα πολύ ἐστιν. Οὐ γὰρ οὐδεμία νεφέλη πάρεστιν ἐν τῷ οὐρανῷ ὥστε καλύψαι τὸν ἥλιον.

οὐδὲ ἐν οὐρανῷ ὑπάρχει νέφος τι δυνόμενον τὸν Θεὸν καλύψαι. φῶς γάρ ἐστιν Θεός.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby Nikolaos_Magistros » Sun Oct 29, 2017 8:00 pm

Ἐν τῇ Κρήτῃ ἐν ταύταις ταῖς ἡμέραις ἄλλοτε μὲν ὕει, ἄλλοτε δ’ οὐ· σύννεφος μὲν ὁ οὐρανὸς καὶ ἡ τοῦ θέρους ἀκμὴ καὶ τὸ καῦμα οἴχεται, ἀλλ’ οὔπω λίαν κρύος ὁ ἀήρ· κατ’ ἐμὲ καλλίστη τε καὶ ἡδίστη τοῦ ἔτους ἐστὶν αὕτη ἡ ὥρα, ὅτε καὶ ὁ καρπὸς ἀκμάζει ὁ τῆς ῥοιᾶς, ὁ πολύκοκκος οὗτος θησαυρὸς ὃν καὶ θεῖον δῶρον καὶ χρυσίον ἐρυθρὸν εἴποι ἄν τις εἴπερ ὡς μάλιστ’ ἀληθεύειν ἐθέλοι.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.
User avatar
Nikolaos_Magistros
Textkit Neophyte
 
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Mon Oct 30, 2017 2:26 am

Χαίρετε, ὦ φίλοι. Σήμερον εὐδία μὲν εἶχεν ἐν τῇ Διδακουπόλει, οὐδὲ ὁ ἀὴρ θερμότερον ἦν.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby ἑκηβόλος » Mon Oct 30, 2017 8:13 am

Image

ἀτμιδουμένων τῶν μεσημβρινῶν ὑδάτων ἀπομάσσεται αὐτοῦ τὸ ἐρρυτιδωμένον μέτωπον ἱδρῶτος ὁ ἐργάτης ...

Image

καὶ καθιζόμενος ἀναπαύεται ὀλίγον ὁ βασανισάμενος συνεργάτης.
User avatar
ἑκηβόλος
Textkit Neophyte
 
Posts: 72
Joined: Wed Aug 07, 2013 10:19 am
Location: Nanchang, PRC

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Wed Nov 01, 2017 1:45 am

ἐνταῦθα μὲν οὖν ψῦχός τι ὑπάρχει. τῇ δ' ἐπαύριον εὐδίαν προσδοκῶμεν.
Nikolaos_Magistros wrote:κατ’ ἐμὲ καλλίστη τε καὶ ἡδίστη τοῦ ἔτους ἐστὶν αὕτη ἡ ὥρα, ὅτε καὶ ὁ καρπὸς ἀκμάζει ὁ τῆς ῥοιᾶς, ὁ πολύκοκκος οὗτος θησαυρὸς ὃν καὶ θεῖον δῶρον καὶ χρυσίον ἐρυθρὸν εἴποι ἄν τις εἴπερ ὡς μάλιστ’ ἀληθεύειν ἐθέλοι.

εὖ λέγεις, φίλτατε. πᾶν γὰρ δῶρον καλὸν ἐκ Θεοῦ ἐστιν.
bedwere wrote:Σήμερον εὐδία μὲν εἶχεν ἐν τῇ Διδακουπόλει...

καλὸν μὲν τοῦτο, θαῦμα δ' οὔκ.
ἑκηβόλος wrote:Image

καὶ καθιζόμενος ἀναπαύεται ὀλίγον ὁ βασανισάμενος συνεργάτης.

ὕδατος χρείαν ἔχειν νομίζω τοῦτον. χαίρω δέ, φίλε ἑκηβόλε, ἰδών σε πάλιν γράφοντα ἡμῖν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby ἑκηβόλος » Wed Nov 01, 2017 6:08 pm

μικρὸν δὲ ὕστερον χειμῶνος ἥξοντος καὶ τοῦ βορρᾶ πνευσομένου ἐπενδυσόμεθα τὰς χλαμύας, ἀλλὰ προσέχετε τῶν ψευδῶν ἐξωτερικῶν ζῴων, οἵτινες ἔρχονται δὲ ἐν ἐνδύμασιν πιθήκων ἀγρίων, ἔσωθεν δέ εἰσιν αἴλουροι ἥμεροι ἐπιλείχοντες τοὺς καρπούς.

Image
User avatar
ἑκηβόλος
Textkit Neophyte
 
Posts: 72
Joined: Wed Aug 07, 2013 10:19 am
Location: Nanchang, PRC

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Wed Nov 01, 2017 9:08 pm

τῷ Θεῷ τῷ εὐδιάζοντι εὐχαριστῷ.
ἑκηβόλος wrote:...ἀλλὰ προσέχετε τῶν ψευδῶν ἐξωτερικῶν ζῴων, οἵτινες ἔρχονται δὲ ἐν ἐνδύμασιν πιθήκων ἀγρίων, ἔσωθεν δέ εἰσιν αἴλουροι ἥμεροι ἐπιλείχοντες τοὺς καρπούς.

Image

τὰς μὲν τρίχας ἀλλάσσει ὁ λύκος, τὴν γνώμην δ' οὔ. ἀλλὰ τοῦτο τὸ ζῷον καὶ τὰς τρίχας καὶ τὴν γνώμην ἤλλαξε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby Nikolaos_Magistros » Thu Nov 02, 2017 6:10 pm

Ὦ τοῦ δεινοῦ τέρατος! Αἴλουρος ἐν πιθήκου θριξί, «ἀρούρης καρπὸν ἔδων»! Εἰ μὴ αὐτὸς ἑώρων, οὐκ ἂν ἐπίστευον. :shock: Ἡμῖν δέ, ὦ φίλοι, ἐν τῆι οἰκίαι τούτου τὸ ἀντίθετόν ἐστιν, αἴλουρός τις ξενότροπος, ἐπὶ μὲν τῶν τραπεζῶν καὶ παντὸς ἐκ τοῦ τοίχου προεξέχοντος καὶ κρημνώδους πράγματος ἁλλόμενος καὶ ἀκροβατῶν, τὰς δὲ θύρας τῆι τοῖν ἐμπροσθίοιν ποδοῖν ἐπὶ τὸ κάτω ἕλξει ἀνοιγνὺς καί, ὡς συνοπτικῶς εἰπεῖν, τὸ πᾶν ποιῶν ὥστε πείθειν τοὺς ὁρώντας ἔνδον τῶν τριχῶν μὴ αἴλουρον ἀλλὰ πίθηκον ἐγκρύπτεσθαι.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.
User avatar
Nikolaos_Magistros
Textkit Neophyte
 
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Mon Nov 06, 2017 9:29 pm

ἐνταῦθα συννέφει. φωτίζοι δὲ Θεὸς τοὺς ἐν Τέξας ὑπὲρ τῶν νεκρῶν κλαίνοντας.
Nikolaos_Magistros wrote:Ὦ τοῦ δεινοῦ τέρατος! Αἴλουρος ἐν πιθήκου θριξί, «ἀρούρης καρπὸν ἔδων»

τὸν Ὅμηρον νομίζω σε ἀναγιγνώσκειν. καλὸν δὲ τοῦτ' ἐστιν.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby ἑκηβόλος » Tue Nov 07, 2017 5:44 pm

ἐπιφωσκούσης μὲν τῆς ἡμέρας ὑετώδης ἦν ὁ καιρός τε καὶ ἀχλυώδης, δείλης δὲ προσελθούσης ἐγένετο ψυχρὸς.
User avatar
ἑκηβόλος
Textkit Neophyte
 
Posts: 72
Joined: Wed Aug 07, 2013 10:19 am
Location: Nanchang, PRC

Re: What's the weather like today (φθινόπωρον)

Postby Nikolaos_Magistros » Wed Nov 08, 2017 6:53 pm

Markos wrote:ἐνταῦθα συννέφει. φωτίζοι δὲ Θεὸς τοὺς ἐν Τέξας ὑπὲρ τῶν νεκρῶν κλαίνοντας.
Nikolaos_Magistros wrote:Ὦ τοῦ δεινοῦ τέρατος! Αἴλουρος ἐν πιθήκου θριξί, «ἀρούρης καρπὸν ἔδων»

τὸν Ὅμηρον νομίζω σε ἀναγιγνώσκειν. καλὸν δὲ τοῦτ' ἐστιν.


Τοῦτο δὴ νομίζων, φίλτατε, ὡς ἥκιστα ἁμαρτάνεις τοῦ ἀληθοῦς. Μάλιστα γὰρ πάντων ποιητῶν τὸν Ὁμηρὸν φιλῶ καὶ ὅποτ' ἂν εὐκαιρῶ, τούτου τοῖς ποιήμασιν ἐντυγχάνω. Καίπερ γὰρ πολλὰ παράδοξα καὶ ἀηδέα περὶ τῶν δαιμόνων, οὓς οἱ εἰδωλομανεῖς τιμῶσιν, ἀφηγούμενος, ἀλλά γε μὴν σφόδρα ἡδύς ἐστι τὴν λέξιν καὶ τὴν τέχνην τὴν ποιητικήν. Διὰ γὰρ τουτὶ καὶ ὁ πολὺς Βασίλειος ὁ ἡμέτερος, ὁ καὶ τῆς Καισαρέων ἐπίσκοπος χρηματίσας, ἐν τῶι πρὸς τοὺς νέους λόγωι παραινεῖ μὲν τὸν ἀναγιγνώσκοντα φυλάττεσθαι τὰ τοιαῦτα, τὰ περὶ τῶν δαιμόνων λέγω, τὸ δὲ ὠφέλιμον τὸ ἐν τοῖς ποιήμασιν ὥσπερ μέλι ἐξ ἀνθέων καρποῦσθαι. Πλεῖστα γὰρ οἴδασιν οἱ τῶν μύθων ποιηταὶ οὗτοι ἄιδειν «ψεύδεα ἐτύμοισιν ὁμοῖα», ἀλλὰ καί, «εὖτ' ἐθέλωσιν, ἀληθέα γηρύσασθαι».
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.
User avatar
Nikolaos_Magistros
Textkit Neophyte
 
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Postby ἑκηβόλος » Tue Nov 14, 2017 2:45 pm

ἀνατείλαντος δὲ σήμερον τοῦ ἡλίου διεστείλατο τὰ τριήμερα ὑγρά. τὰ δὲ ἐξαιθριασμένα ἱμάτια ἐψύχθησαν.
User avatar
ἑκηβόλος
Textkit Neophyte
 
Posts: 72
Joined: Wed Aug 07, 2013 10:19 am
Location: Nanchang, PRC

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Tue Nov 14, 2017 10:52 pm

εὐδιῶν οὐσῶν, τὴν ἅμαξαν ἔπλυνα. ῥυπαρὰ γὰρ ἦν.
Nikolaos_Magistros wrote:Πλεῖστα γὰρ οἴδασιν οἱ τῶν μύθων ποιηταὶ οὗτοι ἄιδειν «ψεύδεα ἐτύμοισιν ὁμοῖα», ἀλλὰ καί, «εὖτ' ἐθέλωσιν, ἀληθέα γηρύσασθαι».

τὸν δ' Ἡσίοδον βλέπω σε γιγνώσκοντα. τὴν δ' ἀλήθειαν λέγεις. τὴν γὰρ ἀλήθειαν ὁ Ὅμηρος γράφει γράφων τὸ «ὀψὲ κακῶς νεῖαι.» ἐκ γὰρ Θεοῦ ἐσμεν κὰι πρὸς Θεὸν βήσομεν, ἀλλ' ὕστερον καὶ μετὰ λύπην.
ἑκηβόλος wrote:ἀνατείλαντος δὲ σήμερον τοῦ ἡλίου διεστείλατο τὰ τριήμερα ὑγρά. τὰ δὲ ἐξαιθριασμένα ἱμάτια ἐψύχθησαν.

δύο οὖν ἱματίων χρείαν ἔχεις σύγε.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby ἑκηβόλος » Wed Nov 15, 2017 3:26 am

Markos wrote:δύο οὖν ἱματίων χρείαν ἔχεις σύγε.
αἰθρίας οὔσης ἀρκεῖ τὰ δύο.
User avatar
ἑκηβόλος
Textkit Neophyte
 
Posts: 72
Joined: Wed Aug 07, 2013 10:19 am
Location: Nanchang, PRC

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Tue Nov 28, 2017 11:45 pm

γυμνὰ τὰ δένδρα τῶν φύλλων. πάντα δ' ἀποψύχει χλωρὰ ὄντα.

γυμνός ή όν -- μ. γεν. ἐστερημένος πράγματός τινος. (Λ.Σ.Κ.)
Last edited by Markos on Wed Nov 29, 2017 12:53 am, edited 1 time in total.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Wed Nov 29, 2017 12:38 am

Ἐνταῦθα ὁ οὐρανὸς κεκρυμμένος ἐστίν. Ἔνια δὲ φύλλα ἐστὶ χλωρά.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Wed Nov 29, 2017 11:28 pm

ἐκ φύλλων γεγύμνωται τὰ δένδρα. ταῦτα γὰρ ὁ Θεὸς γεγύμνωκεν.
bedwere wrote:Ἐνταῦθα...Ἔνια δὲ φύλλα ἐστὶ χλωρά.

πῶς γὰρ οὔκ? πολλὰ γὰρ φύλλα ἐν Καλιφορνίᾳ χλωρά ἑστιν. (λεγω τὴν μαριχουάνα ἢ τὴν καννάβην.) :lol:
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Wed Nov 29, 2017 11:44 pm

Ἀλλ' ὦ ἀγαθέ, οὐχ' ἡ κάνναβις ἐλευθέρως πωλεῖται ἐν τῷ Κολωράτῳ;
Σήμερον δὲ κατὰ μέρος συννέφελός ἐστιν.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby Nikolaos_Magistros » Sun Dec 03, 2017 2:45 pm

Ἐν Κρήτηι ὁ ἀὴρ τήμερον θερμότερος τοῦ συνήθους ἐστίν, ἄνεμοι γὰρ νότιοι σφόδρα δυνατοὶ ἐκ τῆς Λιβύης ἐφ' ἡμᾶς πνέουσιν. Τῶν δένδρων δὲ τῶν φυλλοβόλων ἔνια μὲν τὴν χροιὰν ἤδη πρὸς τὸ χλωρότερον μετήλλαξεν, ὡς ἡ ῥοιὰ αἵ τε συκαὶ αἳ ἐν τῆι ἡμετέραι αὐλῆι οὖσαι, οὔπω δὲ τὰ πλείω τῶν φύλλων ἀπέρριπται, ὥστε πάνυ ἡδέως ἀτενίζω τὴν θέαν, μεμνημένος τῆς Ὑπερβορείων χώρας οὗ ἀεὶ μετὰ τὴν θερινὴν ὥραν τὰ δάση ποικίλα ἐστὶ τοῖς χρώμασι τῶν φύλλων.
Εἰ μὲν οὖν ἐστί τις οἰκειότης πρὸς ἀλλήλους τοῖς λόγοις, προὔργου ἂν ἡμῖν αὐτῶν ἡ γνῶσις γένοιτο· εἰ δὲ μή, ἀλλὰ τό γε παράλληλα θέντας καταμαθεῖν τὸ διάφορον, οὐ μικρὸν εἰς βεβαίωσιν τοῦ βελτίονος.
User avatar
Nikolaos_Magistros
Textkit Neophyte
 
Posts: 16
Joined: Mon Dec 29, 2014 8:55 am
Location: Κρήτη τις γαῖ᾿ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ...

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Mon Dec 04, 2017 1:47 am

Χαίρετε, ὦ ἕλληνές τε καὶ φιλέλληνες. Σήμερον δὲ δείλῃ ἐξελθὼν οἴκοθεν ἀνέβην ἐπὶ τὀ Μέλα Ὄρος. Καὶ ἐκεῖ ἐποίησα τόδε τὸ φωτόγραμμα·

Image

Ἦν μὲν ὁ οὐρανὸς κατὰ μέρος κεκαλυμμένος ὥστε καὶ ὅσον οὐκ εἶδον τὸν Ὠκεανόν. Ἡ δὲ πορεία ἡδεῖά μοι ἐγένετο.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby Markos » Tue Dec 05, 2017 8:04 pm

τῆς νυκτὸς τῆς ἐχθὲς εἶδον τὴν σελήνην σελαγίζουσαν. μεγάλη δὲ ἐμοὶ ἡ σελὴνη ἐδόκησεν εἶναι. «ὑπερσελήνη» γὰρ ἦν.
bedwere wrote:Ἐνταῦθα...Ἔνια δὲ φύλλα ἐστὶ χλωρά.

Markos wrote:πῶς γὰρ οὔκ? πολλὰ γὰρ φύλλα ἐν Καλιφορνίᾳ χλωρά ἑστιν. (λεγω τὴν μαριχουάνα ἢ τὴν καννάβην.) :lol:

bedwere wrote:Ἀλλ' ὦ ἀγαθέ, οὐχ' ἡ κάνναβις ἐλευθέρως πωλεῖται ἐν τῷ Κολωράτῳ;

οὗτοι μὲν πωλοῦσιν, ἐγὼ δ' οὐκ ἀγοράζω. :D
Nikolaos_Magistros wrote:...πάνυ ἡδέως ἀτενίζω τὴν θέαν...

καλῶς δ' ἀτενίζεις. ἐκ γὰρ θεοῦ ἡ θέα αὕτη γίγνεται.
οὐ μανθάνω γράφειν, ἀλλὰ γράφω τοῦ μαθεῖν.
Markos
Textkit Zealot
 
Posts: 2710
Joined: Sun Jun 21, 2009 8:07 pm
Location: Colorado

Re: What's the weather like today (φθινόπωρον)

Postby bedwere » Tue Dec 05, 2017 10:44 pm

Καὶ φύλαξαι τοὺς μύκητας, ὦ τᾶν. Καὶ γὰρ οὗτοι φύονται ἐν τῇ χώρᾳ σου. :D

Image

Ἐνταῦθα δὲ ὁ ἄνεμος πνεῖ, ὀλίγων νεφελῶν παρουσῶν.
User avatar
bedwere
Global Moderator
 
Posts: 2755
Joined: Fri Mar 07, 2008 10:23 pm
Location: Didacopoli in California

Re: What's the weather like today (φθινόπωρον)

Postby jeidsath » Tue Dec 05, 2017 11:11 pm

ἐξελθὼν τῆς θύρας εἰσῆλθον γέ.

Image
Joel Eidsath -- jeidsath@gmail.com

μὴ δ’ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’ Ἀχιλλεῦ
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
User avatar
jeidsath
Administrator
 
Posts: 1980
Joined: Mon Dec 30, 2013 2:42 pm
Location: Γαλεήπολις, Οὐισκόνσιν

Previous

Return to The Agora

Who is online

Users browsing this forum: No registered users and 12 guests